Humanitext Reader

亚里士多德 · 政治学 §7.1323a-7.1323b

最善的生活与三类善对幸福的界定

第 120 段,共 155 段 · 希腊语

内容简介

作为探讨最善政体的前提,本文界定了最值得选择的生活。作者论证了在外部善、身体善与灵魂善中,灵魂的善(美德与智慧)最具价值,是幸福的真正核心,且这一标准同样适用于城邦。

§7.1323aπερὶ δὲ πολιτείας ἀρίστης τὸν μέλλοντα ποιήσασθαι τὴν προσήκουσαν ζήτησιν ἀνάγκη διορίσασθαι πρῶτον τίς αἱρετώτατος βίος.
关于最善政体,凡欲进行妥当考察者,必须首先确定何种生活最值得选择。
ἀδήλου γὰρ ὄντος τούτου καὶ τὴν ἀρίστην ἀναγκαῖον ἄδηλον εἶναι πολιτείαν· ἄριστα γὰρ πράττειν προσήκει τοὺς ἄριστα πολιτευομένους ἐκ τῶν ὑπαρχόντων αὐτοῖς, ἐὰν μή τι γίγνηται παράλογον.
因为若此点不明,最善的政体也必然不明;盖在他们现有的条件下,若无意外发生,治理得最好的人们理应生活得最好。
διὸ δεῖ πρῶτον ὁμολογεῖσθαι τίς ὁ πᾶσιν ὡς εἰπεῖν αἱρετώτατος βίος, μετὰ δὲ τοῦτο πότερον κοινῇ καὶ χωρὶς ὁ αὐτὸς ἢ ἕτερος.
因此,首先必须达成共识:对几乎所有人而言,何种生活最值得选择;在此之后,这种生活对集体和个人而言是相同还是不同。
νομίσαντας οὖν ἱκανῶς πολλὰ λέγεσθαι καὶ τῶν ἐν τοῖς ἐξωτερικοῖς λόγοις περὶ τῆς ἀρίστης ζωῆς, καὶ νῦν χρηστέον αὐτοῖς.
因此,我们应当认为,关于最善的生活,即使在通俗著述中也已有足够多的讨论,现在我们也应该利用它们。
ὡς ἀληθῶς γὰρ πρός γε μίαν διαίρεσιν οὐδεὶς ἀμφισβητήσειεν ἂν ὡς οὐ, τριῶν οὐσῶν μερίδων, τῶν τε ἐκτὸς καὶ τῶν ἐν τῷ σώματι καὶ τῶν ἐν τῇ ψυχῇ, πάντα ταῦτα ὑπάρχειν τοῖς μακαρίοις χρή.
因为确实,至少就某种划分而言,没有人会争论说,在外部事物、身体以及灵魂这三部分中,凡是幸福的人都必须拥有这一切。
οὐδεὶς γὰρ ἂν φαίη μακάριον τὸν μηθὲν μόριον ἔχοντα ἀνδρείας μηδὲ σωφροσύνης μηδὲ δικαιοσύνης μηδὲ φρονήσεως, ἀλλὰ δεδιότα μὲν τὰς παραπετομένας μυίας, ἀπεχόμενον δὲ μηθενός, ἂν ἐπιθυμήσῃ τοῦ φαγεῖν ἢ πιεῖν, τῶν ἐσχάτων, ἕνεκα δὲ τεταρτημορίου διαφθείροντα τοὺς φιλτάτους, ὁμοίως δὲ καὶ τὰ περὶ τὴν διάνοιαν οὕτως ἄφρονα καὶ διεψευσμένον ὥσπερ τι παιδίον ἢ μαινόμενον.
因为没有人会说,一个在勇敢、节制、公正和明智中毫无分量的人是幸福的,他会害怕飞过去的苍蝇,如果想吃想喝就对任何最极端的恶行毫无克制,为了四分之一个钱币就毁灭最亲爱的人,同样在理智方面也是如此愚蠢和受蒙蔽,就像个小孩子或疯子一样。
ἀλλὰ ταῦτα μὲν λεγόμενα πάντες ἂν συγχωρήσειαν, διαφέρονται δʼ ἐν τῷ ποσῷ καὶ ταῖς ὑπεροχαῖς.
然而,这些说法一旦提出,虽然人人都会同意,但在数量和超越的程度上却存在分歧。
τῆς μὲν γὰρ ἀρετῆς ἔχειν ἱκανὸν εἶναι νομίζουσιν ὁποσονοῦν, πλούτου δὲ καὶ χρημάτων καὶ δυνάμεως καὶ δόξης καὶ πάντων τῶν τοιούτων εἰς ἄπειρον ζητοῦσι τὴν ὑπερβολήν.
因为对于美德,他们认为只要拥有哪怕是一丁点就足够了,但对于财富、资产、权力、名望以及所有此类事物,他们却在寻求无限的过剩。
ἡμεῖς δὲ αὐτοῖς ἐροῦμεν ὅτι ῥᾴδιον μὲν περὶ τούτων καὶ διὰ τῶν ἔργων λαμβάνειν τὴν πίστιν, ὁρῶντας ὅτι κτῶνται καὶ φυλάττουσιν οὐ τὰς ἀρετὰς τοῖς ἐκτὸς ἀλλʼ ἐκεῖνα ταύταις, §7.1323bκαὶ τὸ ζῆν εὐδαιμόνως, εἴτʼ ἐν τῷ χαίρειν ἐστὶν εἴτʼ ἐν ἀρετῇ τοῖς ἀνθρώποις εἴτʼ ἐν ἀμφοῖν, ὅτι μᾶλλον ὑπάρχει τοῖς τὸ ἦθος μὲν καὶ τὴν διάνοιαν κεκοσμημένοις εἰς ὑπερβολήν, περὶ δὲ τὴν ἔξω κτῆσιν τῶν ἀγαθῶν μετριάζουσιν, ἢ τοῖς ἐκεῖνα μὲν κεκτημένοις πλείω τῶν χρησίμων, ἐν δὲ τούτοις ἐλλείπουσιν·
然而我们将对他们说,关于这些事,即使通过事实本身也很容易获得确信,因为人们并不是靠外部事物来获得并保有美德,而是通过美德来获得并保有那些外部事物的,并且,过上幸福的生活——无论对人类而言这在于享受快乐、还是在于美德,亦或是在于两者兼具——更属于那些将品格和智慧装饰得极为完备,但在外部财富的获取上克制适度的人,而不是那些占有了超出实用限度的外部事物,但在品格和智慧上却有所匮乏的人。
οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν λόγον σκοπουμένοις εὐσύνοπτόν ἐστιν.
然而,即使对于通过理性进行考察的人来说,这一点也是显而易见的。
τὰ μὲν γὰρ ἐκτὸς ἔχει πέρας, ὥσπερ ὄργανόν τι, (πᾶν τε τὸ χρήσιμον εἴς τι), ὧν τὴν ὑπερβολὴν ἢ βλάπτειν ἀναγκαῖον ἢ μηθὲν ὄφελος εἶναι τοῖς ἔχουσιν, τῶν δὲ περὶ ψυχὴν ἕκαστον ἀγαθῶν, ὅσῳ περ ἂν ὑπερβάλλῃ, τοσούτῳ μᾶλλον χρήσιμον εἶναι, εἰ δεῖ καὶ τούτοις ἐπιλέγειν μὴ μόνον τὸ καλὸν ἀλλὰ καὶ τὸ χρήσιμον.
因为外部事物就像某种工具一样是有界限的(凡有用之物皆是为了某种目的),它们的过剩必然要么带来危害,要么对拥有者毫无益处;而灵魂的每一项善,越是过剩,就越是有用——如果对这些事物确实不仅应该称其为高尚,也应该称其为有用的话。
ὅλως τε δῆλον ὡς ἀκολουθεῖν φήσομεν τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου πράγματος πρὸς ἄλληλα κατὰ τὴν ὑπεροχὴν ἥνπερ εἴληχε ταῦτα ὧν φαμεν αὐτὰς εἶναι διαθέσεις.
总的来说,显而易见,我们会说每种事物的最善状态之间的相互关系,遵循着这些状态所依属的事物本身所具有的优越程度。
ὥστʼ εἴπερ ἐστὶν ἡ ψυχὴ καὶ τῆς κτήσεως καὶ τοῦ σώματος τιμιώτερον καὶ ἁπλῶς καὶ ἡμῖν, ἀνάγκη καὶ τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου ἀνάλογον τούτων ἔχειν.
因此,如果灵魂无论在绝对意义上还是对我们而言,都比财产和身体更为高贵,那么它们各自的最善状态也必然具有与这些事物相对应的比例关系。
ἔτι δὲ τῆς ψυχῆς ἕνεκεν ταῦτα πέφυκεν αἱρετὰ καὶ δεῖ πάντας αἱρεῖσθαι τοὺς εὖ φρονοῦντας, ἀλλʼ οὐκ ἐκείνων ἕνεκεν τὴν ψυχήν.
此外,这些东西在天性上是为了灵魂才值得选择的,所有聪明人都应该为了灵魂而选择它们,而不是为了它们而选择灵魂。
ὅτι μὲν οὖν ἑκάστῳ τῆς εὐδαιμονίας ἐπιβάλλει τοσοῦτον ὅσον περ ἀρετῆς καὶ φρονήσεως καὶ τοῦ πράττειν κατὰ ταύτας, ἔστω συνωμολογημένον ἡμῖν, μάρτυρι τῷ θεῷ χρωμένοις, ὃς εὐδαίμων μέν ἐστι καὶ μακάριος, διʼ οὐθὲν δὲ τῶν ἐξωτερικῶν ἀγαθῶν ἀλλὰ διʼ αὑτὸν αὐτὸς καὶ τῷ ποιός τις εἶναι τὴν φύσιν, ἐπεὶ καὶ τὴν εὐτυχίαν τῆς εὐδαιμονίας διὰ ταῦτʼ ἀναγκαῖον ἑτέραν εἶναι (τῶν μὲν γὰρ ἐκτὸς ἀγαθῶν τῆς ψυχῆς αἴτιον ταὐτόματον καὶ ἡ τύχη, δίκαιος δʼ οὐδεὶς οὐδὲ σώφρων ἀπὸ τύχης οὐδὲ διὰ τὴν τύχην ἐστίν)· ἐχόμενον δʼ ἐστὶ καὶ τῶν αὐτῶν λόγων δεόμενον καὶ πόλιν εὐδαίμονα τὴν ἀρίστην εἶναι καὶ πράττουσαν καλῶς.
因此,每个人所分得的幸福,与其所拥有的美德、明智以及依此行事的程度相一致,这一点让我们达成共识,并以神为证,神虽然是幸福和福乐的,但这并不是通过任何外部善物,而是通过祂自身以及祂在本性上是何种存在;因为由于这些原因,好运也必然与幸福不同(因为在灵魂外部的善物中,其原因在于自发性和运气,但没有人是因为运气或通过运气而成为公正或节制的);紧接着的且需要同样论证的一点是:最善的、且行事高尚的城邦也是幸福的。
ἀδύνατον δὲ καλῶς πράττειν τοῖς μὴ τὰ καλὰ πράττουσιν· οὐθὲν δὲ καλὸν ἔργον οὔτʼ ἀνδρὸς οὔτε πόλεως χωρὶς ἀρετῆς καὶ φρονήσεως· ἀνδρεία δὲ πόλεως καὶ δικαιοσύνη καὶ φρόνησις τὴν αὐτὴν ἔχει δύναμιν καὶ μορφὴν ὧν μετασχὼν ἕκαστος τῶν ἀνθρώπων λέγεται δίκαιος καὶ φρόνιμος καὶ σώφρων.
而对于不实行高尚行为的人来说,行事高尚是不可能的;无论对个人还是对城邦,没有美德和智慧,就没有高尚的功绩;而一个城邦的勇敢、公正和明智,具有与个人因分享它们而被称作公正、明智和节制时相同的力量和形式。
ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἔστω πεφροιμιασμένα τῷ λόγῳ· οὔτε γὰρ μὴ θιγγάνειν αὐτῶν δυνατόν, οὔτε πάντας τοὺς οἰκείους ἐπεξελθεῖν ἐνδέχεται λόγους, ἑτέρας γάρ ἐστιν ἔργον σχολῆς ταῦτα·
不过,这些内容作为我们论述的前言就到此为止吧;因为既不可能不触及它们,也不可能详细阐述所有相关的论证,因为这些是另一项有余暇之研究的工作。
νῦν δὲ ὑποκείσθω τοσοῦτον, ὅτι βίος μὲν ἄριστος, καὶ χωρὶς ἑκάστῳ καὶ κοινῇ ταῖς πόλεσιν,
而现在,先假定这一点:最善的生活——无论是对个人还是对各个城邦的集体而言,[都是……]

词汇与语法注释

  1. ross_section_1τὸν μέλλοντα ποιήσασθαι τὴν προσήκουσαν ζήτησιν ἀνάγκη διορίσασθαι πρῶτον — 由无人称形容词句 `ἀνάγκη [编者注:省略了 ἐστί]` 引导的“宾格加不定式”结构(accusative with infinitive)。宾格分词 `τὸν μέλλοντα`(“意图……的人”)担任不定式 `διορίσασθαι` 的逻辑主语,而该分词自身又支配着另一个不定式短语 `ποιήσασθαι τὴν προσήκουσαν ζήτησιν`。
  2. 1323a24οὐδεῖς ἀμφισβητήσειεν ἂν ὡς οὐ... πάντα ταῦτα ὑπάρχειν τοῖς μακαρίοις χρή — 由于主句动词 `ἀμφισβητήσειεν ἂν`(带 `ἂν` 的希求语气,表示潜在可能:“没有人会争辩”)包含否定主语 `οὐδεῖς`,其后的 `ὡς` 引导的从句中使用 `οὐ` 形成了双重否定,从而表达了强烈的肯定主张(“所有人都会同意……”)。无人称动词 `χρή` 支配不定式 `ὑπάρχειν`,并以宾格 `πάντα ταῦτα` 作为其逻辑主语。
  3. 1323b13τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου πράγματος πρὸς ἄλληλα κατὰ τὴν ὑπεροχὴν ἥνπερ εἴληχε ταῦτα — 在这一长不定式句中需要整理主谓关系。`ἀκολουθεῖν`(“遵循/随之而来”)的逻辑主语是 `τὴν διάθεσιν τὴν ἀρίστην ἑκάστου πράγματος`(“每种事物的最善状态”),并受 `πρὸς ἄλληλα`(“相互之间”)修饰。介词短语 `κατὰ τὴν ὑπεροχήν`(“根据优越程度”)中的先行词 `ὑπεροχήν` 被关系代词 `ἥνπερ` 修饰,在关系从句中,主语是 `ταῦτα`(“这些事物本身”,即灵魂和身体),动词是 `εἴληχε`(“分得/具有”)。
  4. 1323b26ἐπεὶ καὶ τὴν εὐτυχίαν τῆς εὐδαιμονίας διὰ ταῦτʼ ἀναγκαῖον ἑτέραν εἶναι — 连词 `ἐπεὶ`(“因为/既然”)引入一个解释性从句,展示了前文论点的逻辑推论(即幸福的基础是美德而非运气)。该结构是由谓语形容词 `ἀναγκαῖον`(省略了 `ἐστί`)构成的无人称句,并支配着宾格加不定式短语 `τὴν εὐτυχίαν... ἑτέραν εἶναι`(“好运与幸福不同”)。

引用这一段

亚里士多德, 政治学 §7.1323a-7.1323b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:7.1323a-7.1323b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。