§6.1322aχαλεπὴ μὲν οὖν ἐστι διὰ τὸ πολλὴν ἔχειν ἀπέχθειαν, ὥστε ὅπου μὴ μεγάλα ἔστι κερδαίνειν, οὔτʼ ἄρχειν ὑπομένουσιν αὐτὴν οὔθʼ ὑπομείναντες ἐθέλουσι πράττειν κατὰ τοὺς νόμους·
それゆえに、この官職は多くの憎しみを買うために困難である。 その結果、大きな利益を得ることができない場所では、人々はこの官職に就くことを耐え忍びもしないし、耐え忍んで就任したとしても、法律に従って刑を執行しようとはしない。
ἀναγκαία δʼ ἐστίν, ὅτι οὐδὲν ὄφελος γίνεσθαι μὲν δίκας περὶ τῶν δικαίων, ταύτας δὲ μὴ λαμβάνειν τέλος, ὥστʼ εἰ μὴ γιγνομένων κοινωνεῖν ἀδύνατον ἀλλήλοις, καὶ πράξεων μὴ γιγνομένων.
しかし、これは不可欠なものである。 なぜなら、正義に関する裁判が行われても、それが執行という結末を得られないのであれば何の意味もないからであり、もし裁判が行われなければ人々が互いに共同生活を営むことが不可能であるとすれば、刑の執行が行われない場合も同様だからである。
διὸ βέλτιον μὴ μίαν εἶναι ταύτην τὴν ἀρχήν, ἀλλʼ ἄλλους ἐξ ἄλλων δικαστηρίων, καὶ περὶ τὰς προθέσεις τῶν ἀναγεγραμμένων ὡσαύτως πειρᾶσθαι διαιρεῖν, ἔτι δʼ ἔνια πράττεσθαι καὶ τὰς ἀρχὰς τάς τε ἄλλας καὶ τὰς τῶν ἔνων μᾶλλον τὰς νέας, καὶ τὰς τῶν ἐνεστώτων ἑτέρας καταδικασάσης ἑτέραν εἶναι τὴν πραττομένην, οἷον ἀστυνόμους τὰς παρὰ τῶν ἀγορανόμων, τὰς δὲ παρὰ τούτων ἑτέρους.
したがって、この官職を単一のものとするのではなく、異なる裁判所から異なる人々を任命し、また登録された者たちの公示に関する事柄についても、同様に分割することを試みる方がより良い。 さらに、他の官職、特に古い官職の刑を新しい官職が執行するようにし、現在進行中の裁判については、ある官職が有罪判決を下した場合、執行する官職は別のものとすること、例えば市場管理官の下した判決を市街管理官が執行し、市街管理官の下した判決はまた別の者が執行するようにすることがより良い。
ὅσῳ γὰρ ἂν ἐλάττων ἀπέχθεια ἐνῇ τοῖς πραττομένοις, τοσούτῳ μᾶλλον λήψονται τέλος αἱ πράξεις·
なぜなら、執行する者たちに対する憎しみが少なければ少ないほど、刑の執行はそれだけ確実に結末を得るからである。
τὸ μὲν οὖν τοὺς αὐτοὺς εἶναι τοὺς καταδικάσαντας καὶ πραττομένους ἀπέχθειαν ἔχει διπλῆν, τὸ δὲ περὶ πάντων τοὺς αὐτοὺς πολεμίους πᾶσιν ποιεῖ.
判決を下した者と執行する者が同一であることは、二重の憎しみを生み、またすべての事柄において同一の者が執行することは、すべての人々を敵に回すことになる。
πολλαχοῦ δὲ δὴ διῄρηται καὶ ἡ φυλάττουσα πρὸς τὴν πραττομένην, οἷον Ἀθήνησιν ἡ τῶν Ἕνδεκα καλουμένων.
ところで、多くの場所で、拘留する官職と執行する官職が実際に分割されている。 例えばアテナイにおける、いわゆる『十一者』の官職がそれである。
διὸ βέλτιον καὶ ταύτην χωρίζειν, καὶ τὸ σόφισμα ζητεῖν καὶ περὶ ταύτην.
したがって、この官職をも分離し、これについてもまた制度上の工夫を求める方がより良い。
ἀναγκαία μὲν γάρ ἐστιν οὐχ ἧττον τῆς εἰρημένης, συμβαίνει δὲ τοὺς μὲν ἐπιεικεῖς φεύγειν μάλιστα ταύτην τὴν ἀρχήν, τοὺς δὲ μοχθηροὺς οὐκ ἀσφαλὲς ποιεῖν κυρίους·
なぜなら、この官職も今述べた執行官職に劣らず不可欠であるが、まともな人々はこの官職を最も避ける傾向にあり、邪悪な人々にこれを受け持たせることは安全ではないからである。
αὐτοὶ γὰρ δέονται φυλακῆς μᾶλλον ἄλλων ἢ φυλάττειν ἄλλους δύνανται.
彼ら自身が、他者を監視できることよりも、むしろ他者による監視を必要としているのである。
διὸ δεῖ μὴ μίαν ἀποτεταγμένην ἀρχὴν εἶναι πρὸς αὐτούς, μηδὲ συνεχῶς τὴν αὐτήν, ἀλλὰ τῶν τε νέων, ὅπου τις ἐφήβων ἢ φρουρῶν ἔστι τάξις, καὶ τῶν ἀρχῶν δεῖ κατὰ μέρη ποιεῖσθαι τὴν ἐπιμέλειαν ἑτέρους.
それゆえ、彼らに対して一つの定められた官職が割り当てられるべきではなく、継続的に同じ官職が担当すべきでもなく、青年たちのうち(エペボスや守備隊の組織がある場所では)それらが担当し、また諸官職のうちでも、異なる者たちが交代でその管理を分担すべきである。
ταύτας μὲν οὖν τὰς ἀρχὰς ὡς ἀναγκαιοτάτας θετέον εἶναι πρώτας, μετὰ δὲ ταύτας τὰς ἀναγκαίας μὲν οὐθὲν ἧττον, ἐν σχήματι δὲ μείζονι τεταγμένας·
さて、これらの官職は最も不可欠なものとして第一に配置されるべきであるが、これらに次いで、劣らず不可欠でありながら、より高い地位に位置づけられる官職がある。
καὶ γὰρ ἐμπειρίας καὶ πίστεως δέονται πολλῆς.
それらは多くの経験と信頼を必要とするからである。
τοιαῦται δʼ εἶεν ἂν αἵ τε περὶ τὴν φυλακὴν τῆς πόλεως, καὶ ὅσαι τάττονται πρὸς τὰς πολεμικὰς χρείας.
このような官職とは、国家の防衛に関するもの、および軍事上の必要のために組織されるすべての官職である。
δεῖ δὲ καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ πυλῶν τε καὶ τειχῶν φυλακῆς ὁμοίως ἐπιμελητὰς εἶναι καὶ ἐξετάσεως καὶ συντάξεως τῶν πολιτῶν.
平時においても戦時においても同様に、門や城壁の監視の管理、および市民の閲兵と編成を行う者がいなければならない。
ἔνθα μὲν οὖν ἐπὶ πᾶσι τούτοις ἀρχαὶ πλείους εἰσίν, ἔνθα δʼ ἐλάττους, οἷον ἐν ταῖς μικραῖς πόλεσι μία περὶ πάντων.
したがって、ある場所ではこれらすべての事柄に対して複数の官職があり、別の場所ではより少なく、例えば小規模な国家ではすべての事柄に対して一つの官職がある。
καλοῦσι δὲ στρατηγοὺς καὶ πολεμάρχους τοὺς τοιούτους.
人々はこのような官員を『将軍』や『軍事担当官』と呼んでいる。