§6.1322aχαλεπὴ μὲν οὖν ἐστι διὰ τὸ πολλὴν ἔχειν ἀπέχθειαν, ὥστε ὅπου μὴ μεγάλα ἔστι κερδαίνειν, οὔτʼ ἄρχειν ὑπομένουσιν αὐτὴν οὔθʼ ὑπομείναντες ἐθέλουσι πράττειν κατὰ τοὺς νόμους·
因此,这一官职因招致极大的怨恨而非常艰难,以致在无法获得巨大利益的地方,人们既不愿承受担任此职,即使勉强担任,也不愿依法执行判决。
ἀναγκαία δʼ ἐστίν, ὅτι οὐδὲν ὄφελος γίνεσθαι μὲν δίκας περὶ τῶν δικαίων, ταύτας δὲ μὴ λαμβάνειν τέλος, ὥστʼ εἰ μὴ γιγνομένων κοινωνεῖν ἀδύνατον ἀλλήλοις, καὶ πράξεων μὴ γιγνομένων.
但它又是必不可少的,因为如果关于公正的诉讼得以进行,却无法得到最终执行,那就毫无益处;正如若没有诉讼,人们便无法相互共同生活一样,若没有执行,也是如此。
διὸ βέλτιον μὴ μίαν εἶναι ταύτην τὴν ἀρχήν, ἀλλʼ ἄλλους ἐξ ἄλλων δικαστηρίων, καὶ περὶ τὰς προθέσεις τῶν ἀναγεγραμμένων ὡσαύτως πειρᾶσθαι διαιρεῖν, ἔτι δʼ ἔνια πράττεσθαι καὶ τὰς ἀρχὰς τάς τε ἄλλας καὶ τὰς τῶν ἔνων μᾶλλον τὰς νέας, καὶ τὰς τῶν ἐνεστώτων ἑτέρας καταδικασάσης ἑτέραν εἶναι τὴν πραττομένην, οἷον ἀστυνόμους τὰς παρὰ τῶν ἀγορανόμων, τὰς δὲ παρὰ τούτων ἑτέρους.
因此,最好不要让这一官职由单一部门担任,而是由来自不同法庭的不同人员担任;对于已登记者的公示事务,同样应当尝试予以划分。 此外,还应当由其他官职执行某些判决,特别是应由新设立的官职去执行旧官职所作的判决,并且对于当前的案件,在一个官职做出判决后,应由另一个官职负责执行,例如由城市行政官执行市场行政官做出的判决,而由其他人执行城市行政官做出的判决。
ὅσῳ γὰρ ἂν ἐλάττων ἀπέχθεια ἐνῇ τοῖς πραττομένοις, τοσούτῳ μᾶλλον λήψονται τέλος αἱ πράξεις·
因为执行人员所招致的怨恨越少,判决的执行就越能顺利完成。
τὸ μὲν οὖν τοὺς αὐτοὺς εἶναι τοὺς καταδικάσαντας καὶ πραττομένους ἀπέχθειαν ἔχει διπλῆν, τὸ δὲ περὶ πάντων τοὺς αὐτοὺς πολεμίους πᾶσιν ποιεῖ.
由同样的人既进行判决又执行判决会招致双重的怨恨,而在所有事情上都由同样的人来执行,则会使他们成为所有人的敌人。
πολλαχοῦ δὲ δὴ διῄρηται καὶ ἡ φυλάττουσα πρὸς τὴν πραττομένην, οἷον Ἀθήνησιν ἡ τῶν Ἕνδεκα καλουμένων.
在许多地方,负责监禁的官职与负责执行的官职确实是分开的,例如雅典所谓的“十一员”官职。
διὸ βέλτιον καὶ ταύτην χωρίζειν, καὶ τὸ σόφισμα ζητεῖν καὶ περὶ ταύτην.
因此,最好也将这一官职分开,并在这方面寻求制度上的巧妙安排。
ἀναγκαία μὲν γάρ ἐστιν οὐχ ἧττον τῆς εἰρημένης, συμβαίνει δὲ τοὺς μὲν ἐπιεικεῖς φεύγειν μάλιστα ταύτην τὴν ἀρχήν, τοὺς δὲ μοχθηροὺς οὐκ ἀσφαλὲς ποιεῖν κυρίους· αὐτοὶ γὰρ δέονται φυλακῆς μᾶλλον ἄλλων ἢ φυλάττειν ἄλλους δύνανται.
因为这一官职不比上述官职不重要,但情况往往是,正派的人最避讳这一官职,而让恶人掌管它又不安全;因为他们自己比别人更需要被看管,而无法去看管别人。
διὸ δεῖ μὴ μίαν ἀποτεταγμένην ἀρχὴν εἶναι πρὸς αὐτούς, μηδὲ συνεχῶς τὴν αὐτήν, ἀλλὰ τῶν τε νέων, ὅπου τις ἐφήβων ἢ φρουρῶν ἔστι τάξις, καὶ τῶν ἀρχῶν δεῖ κατὰ μέρη ποιεῖσθαι τὴν ἐπιμέλειαν ἑτέρους.
因此,不应由一个固定的官职来负责看管他们,也不应由同一个官职连续负责,而是应当由青年(在设有青年军或卫队组织的地方)以及不同的官职轮流分担这一监管职责。
ταύτας μὲν οὖν τὰς ἀρχὰς ὡς ἀναγκαιοτάτας θετέον εἶναι πρώτας, μετὰ δὲ ταύτας τὰς ἀναγκαίας μὲν οὐθὲν ἧττον, ἐν σχήματι δὲ μείζονι τεταγμένας· καὶ γὰρ ἐμπειρίας καὶ πίστεως δέονται πολλῆς.
因此,这些官职应当作为最必需的官职而放在首位。 在这些官职之后,是同样必需但地位更高的官职,因为它们需要丰富的经验和高度的信任。
τοιαῦται δʼ εἶεν ἂν αἵ τε περὶ τὴν φυλακὴν τῆς πόλεως, καὶ ὅσαι τάττονται πρὸς τὰς πολεμικὰς χρείας.
这类官职包括负责城邦防卫的官职,以及为军事需要而设置的官职。
δεῖ δὲ καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ πυλῶν τε καὶ τειχῶν φυλακῆς ὁμοίως ἐπιμελητὰς εἶναι καὶ ἐξετάσεως καὶ συντάξεως τῶν πολιτῶν.
无论在平时还是战时,都必须同样有官员负责城门和城墙的防守,以及市民的检阅和编制。
ἔνθα μὲν οὖν ἐπὶ πᾶσι τούτοις ἀρχαὶ πλείους εἰσίν, ἔνθα δʼ ἐλάττους, οἷον ἐν ταῖς μικραῖς πόλεσι μία περὶ πάντων.
在某些地方,对于所有这些事务设有多个官职,而在另一些地方则较少,例如在小城邦中由一个官职主管所有这些事务。
καλοῦσι δὲ στρατηγοὺς καὶ πολεμάρχους τοὺς τοιούτους.
人们称这类官员为“将军”和“统帅”。