§6.1321bπῶς μὲν οὖν χρὴ καθιστάναι τὰς δημοκρατίας καὶ τὰς ὀλιγαρχίας, διωρίσθω τὸν τρόπον τοῦτον.
このようにして、民主政と寡頭政をどのように組織すべきかが規定されたものとしよう。
ἀκόλουθον δὲ τοῖς εἰρημένοις ἐστὶ τὸ διῃρῆσθαι καλῶς τὰ περὶ τὰς ἀρχάς, πόσαι καὶ τίνες καὶ τίνων, καθάπερ εἴρηται καὶ πρότερον.
これまでに述べられたことに続くのは、官職に関する事柄、すなわちその数、種類、および管轄について、以前にも述べられたように適切に区分することである。
τῶν μὲν γὰρ ἀναγκαίων ἀρχῶν χωρὶς ἀδύνατον εἶναι πόλιν, τῶν δὲ πρὸς εὐταξίαν καὶ κόσμον ἀδύνατον οἰκεῖσθαι καλῶς.
なぜなら、不可欠な官職なしには国家が存在することは不可能であり、秩序と整飾のための官職なしには国家が良好に治められることは不可能だからである。
ἔτι δʼ ἀναγκαῖον ἐν μὲν ταῖς μικραῖς ἐλάττους εἶναι τὰς ἀρχάς, ἐν δὲ ταῖς μεγάλαις πλείους, ὥσπερ τυγχάνει πρότερον εἰρημένον·
さらに、小規模な国家においては官職の数がより少なく、大規模な国家においてはより多くなることが不可欠である。 これは以前に述べられた通りである。
ποίας οὖν ἁρμόττει συνάγειν καὶ ποίας χωρίζειν, δεῖ μὴ λανθάνειν.
したがって、どのような官職を統合し、どのような官職を分離することが適しているかを見落としてはならない。
πρώτη μὲν οὖν ἐπιμέλεια τῶν ἀναγκαίων ἡ περὶ τὴν ἀγοράν, ἐφʼ ᾗ δεῖ τινα ἀρχὴν εἶναι τὴν ἐφορῶσαν περί τε τὰ συμβόλαια καὶ τὴν εὐκοσμίαν·
さて、不可欠な管理のうち第一のものは市場に関するものであり、そこには契約と秩序を監視するある官職が存在しなければならない。
σχεδὸν γὰρ ἀναγκαῖον πάσαις ταῖς πόλεσι τὰ μὲν ὠνεῖσθαι τὰ δὲ πωλεῖν πρὸς τὴν ἀλλήλων ἀναγκαίαν χρείαν, καὶ τοῦτʼ ἐστὶν ὑπογυιότατον πρὸς αὐτάρκειαν, διʼ ἣν δοκοῦσιν εἰς μίαν πολιτείαν συνελθεῖν.
なぜなら、すべての国家にとって、相互の不可欠な必要のために、あるものを買い、あるものを売ることはほぼ不可欠であり、これが、人々が単一の国制へと集まる目的とされる自給自足にとって最も手近な方法だからである。
ἑτέρα δὲ ἐπιμέλεια ταύτης ἐχομένη καὶ σύνεγγυς ἡ τῶν περὶ τὸ ἄστυ δημοσίων καὶ ἰδίων, ὅπως εὐκοσμία ᾖ, καὶ τῶν πιπτόντων οἰκοδομημάτων καὶ ὁδῶν σωτηρία καὶ διόρθωσις, καὶ τῶν ὁρίων τῶν πρὸς ἀλλήλους, ὅπως ἀνεγκλήτως ἔχωσιν, καὶ ὅσα τούτοις ἄλλα τῆς ἐπιμελείας ὁμοιότροπα.
これに隣接し、かつ緊密に関連する第二の管理は、市街の公共および私有の事物に関するものであり、そこでは秩序が保たれること、崩壊しつつある建造物や道路の維持と修復、および互いの境界が紛争のないよう保たれること、さらにこれらに類する他のあらゆる管理が対象となる。
καλοῦσι δʼ ἀστυνομίαν οἱ πλεῖστοι τὴν τοιαύτην ἀρχήν, ἔχει δὲ μόρια πλείω τὸν ἀριθμόν, ὧν ἑτέρους ἐφʼ ἕτερα καθιστᾶσιν ἐν ταῖς πολυανθρωποτέραις πόλεσιν, οἷον τειχοποιοὺς καὶ κρηνῶν ἐπιμελητὰς καὶ λιμένων φύλακας.
多くの人々はこのような官職を『市街管理(アストゥノミアー)』と呼ぶが、これにはいくつかの部門があり、人口の多い国家では、例えば城壁建設官、泉の管理官、港の監視官などのように、部門ごとに異なる人々を任命する。
ἄλλη δʼ ἀναγκαία τε καὶ παραπλησία ταύτῃ·
もう一つは、必要であり、かつこれに類似した官職である。
περὶ τῶν αὐτῶν μὲν γάρ, ἀλλὰ περὶ τὴν χώραν ἐστὶ καὶ περὶ τὰ ἔξω τοῦ ἄστεως·
なぜなら、同様の事柄に関するものであるが、地方(田野)および市街の外に関するものだからである。
καλοῦσι δὲ τοὺς ἄρχοντας τούτους οἱ μὲν ἀγρονόμους οἱ δʼ ὑλωρούς.
これらの官職を、ある人々は『田野管理官』、他の人々は『森林監守官』と呼ぶ。
αὗται μὲν οὖν ἐπιμέλειαί εἰσι τούτων τρεῖς, ἄλλη δʼ ἀρχὴ πρὸς ἣν αἱ πρόσοδοι τῶν κοινῶν ἀναφέρονται, παρʼ ὧν φυλαττόντων μερίζονται πρὸς ἑκάστην διοίκησιν·
これらは、これらの事柄に関する三つの管理業務である。 他方、公共の諸収入が報告され、その保管のもとで各行政部門に分配されるための別の官職がある。
καλοῦσι δʼ ἀποδέκτας τούτους καὶ ταμίας.
これらを『徴収官』や『財務官』と呼ぶ。
ἑτέρα δʼ ἀρχὴ πρὸς ἣν ἀναγράφεσθαι δεῖ τά τε ἴδια συμβόλαια καὶ τὰς κρίσεις τὰς ἐκ τῶν δικαστηρίων·
さらに別の官職は、私的な契約や裁判所からの判決を記録するためのものである。
παρὰ δὲ τοῖς αὐτοῖς τούτοις καὶ τὰς γραφὰς τῶν δικῶν γίνεσθαι δεῖ καὶ τὰς εἰσαγωγάς.
また、彼らのもとで訴状の提出や裁判の提起も行われなければならない。
ἐνιαχοῦ μὲν οὖν μερίζουσι καὶ ταύτην εἰς πλείους, ἔστι δʼ οὗ μία κυρία τούτων πάντων·
ある場所ではこの官職も複数に分割されているが、これらすべてを掌理する一つの権限を有する官職がある場所もある。
καλοῦνται δὲ ἱερομνήμονες καὶ ἐπιστάται καὶ μνήμονες καὶ τούτοις ἄλλα ὀνόματα σύνεγγυς.
それらは『神聖記憶官』、『監督官』、『記憶官』、およびこれらに類似する他の名前で呼ばれる。
μετὰ δὲ ταύτην ἐχομένη μὲν ἀναγκαιοτάτη δὲ σχεδὸν καὶ χαλεπωτάτη τῶν ἀρχῶν ἐστιν ἡ περὶ τὰς πράξεις τῶν καταδικασθέντων καὶ τῶν προτιθεμένων κατὰ τὰς ἐγγραφὰς καὶ περὶ τὰς φυλακὰς τῶν σωμάτων.
これに続く、ほぼ最も必要でありながら最も困難な官職は、有罪判決を受けた者や公示された者に対する登録に基づく刑の執行、および身体の拘留に関するものである。