§6.1320aοἳ περιλήψονται μάλιστα τὰ σῴζοντα τὰς πολιτείας, καὶ μὴ νομίζειν τοῦτʼ εἶναι δημοτικὸν μηδʼ ὀλιγαρχικὸν ὃ ποιήσει τὴν πόλιν ὅτι μάλιστα δημοκρατεῖσθαι ἢ ὀλιγαρχεῖσθαι, ἀλλʼ ὃ πλεῖστον χρόνον.
それらの法律は、国制を維持するものを最もよく包摂するであろう。 また、国家を極限まで民主化、あるいは寡頭化させるようなことを民主的あるいは寡頭的とみなすのではなく、最も長く持続させるようなことをそうみなすべきである。
οἱ δὲ νῦν δημαγωγοὶ χαριζόμενοι τοῖς δήμοις πολλὰ δημεύουσι διὰ τῶν δικαστηρίων.
しかし、現在の民衆指導者たちは、民衆にへつらって、裁判所を通じて多くの財産を没収している。
διὸ δεῖ πρὸς ταῦτα ἀντιπράττειν τοὺς κηδομένους τῆς πολιτείας, νομοθετοῦντας μηδὲν εἶναι δημόσιον τῶν καταδικαζομένων καὶ φερόμενον πρὸς τὸ κοινόν, ἀλλʼ ἱερόν·
それゆえ、国制を気にかける人々はこれに対抗措置をとるべきであり、有罪宣告をされた人々の財産のいかなるものも没収財産として公庫に収められるのではなく、神聖なものとされるべきであると立法すべきである。
οἱ μὲν γὰρ ἀδικοῦντες οὐθὲν ἧττον εὐλαβεῖς ἔσονται (ζημιώσονται γὰρ ὁμοίως), ὁ δʼ ὄχλος ἧττον καταψηφιεῖται τῶν κρινομένων, λήψεσθαι μηδὲν μέλλων.
なぜなら、罪を犯す者たちは何ら変わらず慎重になるであろうし(同様に罰せられるからである)、大衆は、何も得るものがないため、被告人たちに対して有罪判決を下すことが少なくなるからである。
ἔτι δὲ τὰς γινομένας δημοσίας δίκας ὡς ὀλιγίστας αἰεὶ ποιεῖν, μεγάλοις ἐπιτιμίοις τοὺς εἰκῇ γραφομένους κωλύοντας·
さらに、起こされる公訴を常にできるだけ少なくすべきであり、無謀に告訴する者たちを重い罰によって阻止すべきである。
οὐ γὰρ τοὺς δημοτικοὺς ἀλλὰ τοὺς γνωρίμους εἰώθασιν εἰσάγειν, δεῖ δὲ καὶ ταύτῃ τῇ πολιτείᾳ πάντας μάλιστα μὲν εὔνους εἶναι τοὺς πολίτας, εἰ δὲ μή, μή τοί γε ὡς πολεμίους νομίζειν τοὺς κυρίους.
なぜなら、彼らは民衆の側の人間ではなく、著名な人々を裁判にかけるのが常だからである。 また、この国制(極端な民主政)においても、市民全員が支配体制に対してできる限り好意的にあるべきであり、そうでなくとも、少なくとも支配者たちを敵とみなさないようにすべきである。
ἐπεὶ δʼ αἱ τελευταῖαι δημοκρατίαι πολυάνθρωποί τέ εἰσι καὶ χαλεπὸν ἐκκλησιάζειν ἀμίσθους, τοῦτο δʼ ὅπου πρόσοδοι μὴ τυγχάνουσιν οὖσαι πολέμιον τοῖς γνωρίμοις (ἁπό τε γὰρ εἰσφορᾶς καὶ δημεύσεως ἀναγκαῖον γίνεσθαι καὶ δικαστηρίων φαύλων, ἃ πολλὰς ἤδη δημοκρατίας ἀνέτρεψεν), ὅπου μὲν οὖν πρόσοδοι μὴ τυγχάνουσιν οὖσαι, δεῖ ποιεῖν ὀλίγας ἐκκλησίας, καὶ δικαστήρια πολλῶν μὲν ὀλίγας δʼ ἡμέρας (τοῦτο γὰρ φέρει μὲν καὶ πρὸς τὸ μὴ φοβεῖσθαι τοὺς πλουσίους τὰς δαπάνας κἂν οἱ μὲν εὔποροι μὴ λαμβάνωσι δικαστικόν, οἱ δʼ ἄποροι, φέρει δὲ καὶ πρὸς τὸ κρίνεσθαι τὰς δίκας πολὺ βέλτιον·
そして、最後の民主政は人口が多く、手当なしで民会を開くことは困難であるが、歳入が存在しないところでは、これが著名な人々にとって敵対的なものとなる。 (なぜなら、直接税や財産没収、そして悪質な裁判所から生じざるを得ず、これがすでに多くの民主政を覆してきたからである)。 それゆえ、歳入が存在しないところでは、民会の回数を少なくし、多くの人からなるが少数の日数だけ開かれる裁判所を設置すべきである。 (なぜなら、これは、富裕な人々が費用を恐れないこと ――たとえ富裕層が裁判手当を受け取らず、貧困層だけが受け取るとしても――に寄与するだけでなく、裁判がはるかによく審理されることにも寄与するからである。
οἱ γὰρ εὔποροι πολλὰς μὲν ἡμέρας οὐκ ἐθέλουσιν ἀπὸ τῶν ἰδίων ἀπεῖναι, βραχὺν δὲ χρόνον ἐθέλουσιν), ὅπου δʼ εἰσὶ πρόσοδοι, μὴ ποιεῖν ὃ νῦν οἱ δημαγωγοὶ ποιοῦσιν (τὰ γὰρ περιόντα νέμουσιν·
なぜなら、富裕な人々は多くの日数の間、自身の家業から離れることを望まないが、短い時間であれば望むからである。 )しかし、歳入があるところでは、現在の民衆指導者たちがやっているようなことをすべきではない。
λαμβάνουσι δὲ ἅμα καὶ πάλιν δέονται τῶν αὐτῶν·
(なぜなら彼らは余剰金を分配するが、それを受け取ると同時に、再び同じものを必要とするからである。
ὁ τετρημένος γάρ ἐστι πίθος ἡ τοιαύτη βοήθεια τοῖς ἀπόροις).
というのも、貧困層に対するそのような援助は、底の抜けた桶のようなものだからである。
ἀλλὰ δεῖ τὸν ἀληθινῶς δημοτικὸν ὁρᾶν ὅπως τὸ πλῆθος μὴ λίαν ἄπορον ᾖ·
)むしろ、真に民主的な者は、大衆が過度に貧困にならないように配慮すべきである。
τοῦτο γὰρ αἴτιον τοῦ μοχθηρὰν εἶναι τὴν δημοκρατίαν.
なぜなら、これが民主政を悪質なものにする原因だからである。
τεχναστέον οὖν ὅπως ἂν εὐπορία γένοιτο χρόνιος.
したがって、持続的な富がどのようにして生じるか、策を講じるべきである。
ἐπεὶ δὲ συμφέρει τοῦτο καὶ τοῖς εὐπόροις, τὰ μὲν ἀπὸ τῶν προσόδων γινόμενα συναθροίζοντας ἀθρόα χρὴ διανέμειν τοῖς ἀπόροις, μάλιστα μὲν εἴ τις δύναται τοσοῦτον ἀθροίζων ὅσον εἰς γηδίου κτῆσιν, εἰ δὲ μή, πρὸς ἀφορμὴν ἐμπορίας καὶ γεωργίας,
そして、これは富裕な人々にとっても有益であるから、歳入から得られるものを一括して集め、貧困層に一挙に分配すべきである。 できれば、土地を購入するのに十分な額を集めて分配すべきであり、それが無理なら、商業や農業の元手となるように分配すべきである。
§6.1320bκαί, εἰ μὴ πᾶσι δυνατόν, ἀλλὰ κατὰ φυλὰς ἤ τι μέρος ἕτερον ἐν μέρει διανέμειν, ἐν δὲ τούτῳ πρὸς τὰς ἀναγκαίας συνόδους τοὺς εὐπόρους εἰσφέρειν τὸν μισθόν, ἀφειμένους τῶν ματαίων λειτουργιῶν.
そして、全員に分配することが不可能な場合は、部族ごと、あるいは他の何らかの区分ごとに順番に分配すべきである。 このような分配の間、富裕層は必要な集会のために手当を拠出すべきであり、無駄な奉仕活動を免除されるべきである。
τοιοῦτον δέ τινα τρόπον Καρχηδόνιοι πολιτευόμενοι φίλον κέκτηνται τὸν δῆμον·
カルタゴ人たちはこれに類するような方法で政治を行い、民衆を味方につけている。
ἀεὶ γάρ τινας ἐκπέμποντες τοῦ δήμου πρὸς τὰς περιοικίδας ποιοῦσιν εὐπόρους.
なぜなら、彼らは常に民衆の一部を周辺の都市へと送り出し、彼らを豊かにしているからである。
χαριέντων δʼ ἐστὶ καὶ νοῦν ἐχόντων γνωρίμων καὶ διαλαμβάνοντας τοὺς ἀπόρους ἀφορμὰς διδόντας τρέπειν ἐπʼ ἐργασίας.
また、洗練され思慮深い著名な人々が、貧困層を分担して引き受け、彼らに元手を与えて仕事に従事させることも、優れた人々のなすべきことである。
καλῶς δʼ ἔχει μιμεῖσθαι καὶ τὰ Ταραντίνων.
タラスの人々のやり方を模倣するのも良いことである。
ἐκεῖνοι γὰρ κοινὰ ποιοῦντες τὰ κτήματα τοῖς ἀπόροις ἐπὶ τὴν χρῆσιν εὔνουν παρασκευάζουσι τὸ πλῆθος·
なぜなら彼らは、貧民に対してその使用のために所有地を共有とすることによって、大衆を好意的にさせているからである。
ἔτι δὲ τὰς ἀρχὰς πάσας ἐποίησαν διττάς, τὰς μὲν αἱρετὰς τὰς δὲ κληρωτάς, τὰς μὲν κληρωτὰς ὅπως ὁ δῆμος αὐτῶν μετέχῃ, τὰς δʼ αἱρετὰς ἵνα πολιτεύωνται βέλτιον.
さらに、彼らはすべての官職を二重にし、一部を選挙によるもの、他を抽選によるものとした。 抽選による官職は民衆がそれに参与できるようにするためであり、選挙による官職はより良く統治されるためである。
ἔστι δὲ τοῦτο ποιῆσαι. καὶ τῆς αὐτῆς ἀρχῆς μερίζοντας τοὺς μὲν κληρωτοὺς τοὺς δʼ αἱρετούς.
また、同じ官職について、一部を抽選、一部を選挙に分けることによって、これを行うことも可能である。
πῶς μὲν οὖν δεῖ τὰς δημοκρατίας κατασκευάζειν, εἴρηται.
さて、どのように民主政を構築すべきかは語られた。
σχεδὸν δὲ καὶ περὶ τὰς ὀλιγαρχίας πῶς δεῖ φανερὸν ἐκ τούτων.
これらから、寡頭政をどのように構築すべきかについても、ほぼ明らかである。
ἐκ τῶν ἐναντίων γὰρ δεῖ συνάγειν ἑκάστην ὀλιγαρχίαν, πρὸς τὴν ἐναντίαν δημοκρατίαν ἀναλογιζόμενον, τὴν μὲν εὔκρατον μάλιστα τῶν ὀλιγαρχιῶν καὶ πρώτην— αὕτη δʼ ἐστὶν ἡ σύνεγγυς τῇ καλουμένῃ πολιτείᾳ, ἐν ᾗ δεῖ τὰ τιμήματα διαιρεῖν, τὰ μὲν ἐλάττω τὰ δὲ μείζω ποιοῦντας, ἐλάττω μὲν ἀφʼ ὧν τῶν ἀναγκαίων μεθέξουσιν ἀρχῶν, μείζω δʼ ἀφʼ ὧν τῶν κυριωτέρων·
なぜなら、対比関係にある民主政を考慮に入れながら、それぞれの寡頭政をその反対のものから構成しなければならないからである。 最もよく調和した最初の寡頭政(これは、いわゆる『ポリテイア』に最も近いものであるが)においては、資産評価を分割し、あるものはより小さく、あるものはより大きく設定すべきである。 より小さい方は、それによって必要な官職に参与できるものとし、より大きい方は、より重要な官職に参与できるものとする。
τῷ τε κτωμένῳ τὸ τίμημα μετέχειν ἐξεῖναι τῆς πολιτείας, τοσούτου εἰσαγομένου τοῦ δήμου πλήθους διὰ τοῦ τιμήματος μεθʼ οὗ κρείττονες ἔσονται τῶν μὴ μετεχόντων·
そして、その資産評価額に達した者には国制に参与することを許すべきであり、その資産評価額を通じて、国制に参加しない者たちよりも強力になるほど十分な数の民衆を招き入れるべきである。
ἀεὶ δὲ δεῖ παραλαμβάνειν ἐκ τοῦ βελτίονος δήμου τοὺς κοινωνούς.
そして常に、より優れた民衆の中から共同参画者を受け入れるべきである。
ὁμοίως δὲ καὶ τὴν ἐχομένην ὀλιγαρχίαν ἐπιτείνοντας δεῖ μικρὸν κατασκευάζειν.
同様に、これに隣接する寡頭政についても、制限を少し厳しくすることによって構築すべきである。
τῇ δʼ ἀντικειμένῃ τῇ τελευταίᾳ δημοκρατίᾳ, τῇ δυναστικωτάτῃ καὶ τυραννικωτάτῃ τῶν ὀλιγαρχιῶν, ὅσῳ περ χειρίστη, τοσούτῳ δεῖ πλείονος φυλακῆς.
これに対して、最後の民主政に対応する、最も専制的で僭主的な寡頭政は、それが最悪であるのと同程度に、より多くの警戒を必要とする。
ὥσπερ γὰρ τὰ μὲν εὖ σώματα διακείμενα πρὸς ὑγίειαν καὶ πλοῖα τὰ πρὸς ναυτιλίαν καλῶς ἔχοντα τοῖς πλωτῆρσιν ἐπιδέχεται πλείους ἁμαρτίας ὥστε μὴ φθείρεσθαι διʼ αὐτάς, τὰ δὲ νοσερῶς ἔχοντα τῶν σωμάτων καὶ τὰ τῶν πλοίων ἐκλελυμένα καὶ πλωτήρων τετυχηκότα φαύλων οὐδὲ τὰς μικρὰς δύναται φέρειν ἁμαρτίας, οὕτω καὶ τῶν πολιτειῶν αἱ χείρισται πλείστης δέονται φυλακῆς.
なぜなら、健康状態が良好な身体や、航海のために十分に整備され乗組員に恵まれた船は、それらのために破滅することなしに、より多くの過失を許容できるが、不健康な身体や、老朽化し、かつ悪質な乗組員しかいない船は、わずかな過失にも耐えられないのと同様に、国制のなかで最も劣悪なものは、最も多くの警戒を必要とするからである。