§6.1319aὥστε ἀναγκαῖον συμβαίνειν ὅπερ ἐστὶν ὠφελιμώτατον ἐν ταῖς πολιτείαις, ἄρχειν τοὺς ἐπιεικεῖς ἀναμαρτήτους ὄντας, μηδὲν ἐλαττουμένου τοῦ πλήθους.
したがって、国制において最も有益なことが、必然的に生じることになる。 すなわち、民衆が何一つ不利益を被ることなく、有徳な人々が過ちを犯さずに治めることである。
ὅτι μὲν οὖν αὕτη τῶν δημοκρατιῶν ἀρίστη, φανερόν, καὶ διὰ τίνʼ αἰτίαν, ὅτι διὰ τὸ ποιόν τινα εἶναι τὸν δῆμον·
さて、民主政の中でこれが最善であり、またいかなる原因によるのか、すなわち、民衆がどのような性質を持っているかによるということは、明らかである。
πρὸς δὲ τὸ κατασκευάζειν γεωργὸν τὸν δῆμον τῶν τε νόμων τινὲς τῶν παρὰ πολλοῖς κειμένων τὸ ἀρχαῖον χρήσιμοι πάντως, ἢ τὸ ὅλως μὴ ἐξεῖναι κεκτῆσθαι πλείω γῆν μέτρου τινὸς ἢ ἀπό τινος τόπου πρὸς τὸ ἄστυ καὶ τὴν πόλιν (ἦν δὲ τό γε ἀρχαῖον ἐν πολλαῖς πόλεσι νενομοθετημένον μηδὲ πωλεῖν ἐξεῖναι τοὺς πρώτους κλήρους·
民衆を農耕民に仕立てるためには、多くの国々で古くから定められている法律のいくつかが、いずれにしても有用である。 例えば、土地を一定の限度を超えて所有することを全く許さないか、あるいは市街や都市に対して特定の場所から(一定の距離内での所有を制限するか)などである。 (古くは多くの都市において、最初の割当地を売却することを許さないという法律が制定されていた。
ἔστι δὲ καὶ ὃν λέγουσιν Ὀξύλου νόμον εἶναι τοιοῦτόν τι δυνάμενος, τὸ μὴ δανείζειν εἴς τι μέρος τῆς ὑπαρχούσης ἑκάστῳ γῆς), νῦν δὲ δεῖ διορθοῦν καὶ τῷ Ἀφυταίων νόμῳ, πρὸς γὰρ ὃ λέγομέν ἐστι χρήσιμος·
また、オクスィロスの法律と言われているものも、これに類する効力を持っており、それは各人が所有している土地の一定部分を担保にして金を貸すことを禁じるものであった。 )しかし現在では、アピュタイオス人の法律によって是正することも必要である。 なぜなら、それは私たちが言っている目的に対して有用だからである。
ἐκεῖνοι γάρ, καίπερ ὄντες πολλοὶ κεκτημένοι δὲ γῆν ὀλίγην, ὅμως πάντες γεωργοῦσιν·
というのも彼らは、人口が多いにもかかわらず土地が狭いのに、それでも全員が農業を営んでいるからである。
τιμῶνται γὰρ οὐχ ὅλας τὰς κτήσεις, ἀλλὰ κατὰ τηλικαῦτα μόρια διαιροῦντες ὥστʼ ἔχειν ὑπερβάλλειν ταῖς τιμήσεσι καὶ τοὺς πένητας.
すなわち、彼らは所有地全体に対して資産評価を行うのではなく、評価額において貧しい人々をも上回ることができるほどの細分化された区画に基づいて分割を行っているのである。
μετὰ δὲ τὸ γεωργικὸν πλῆθος βέλτιστος δῆμός ἐστιν ὅπου νομεῖς εἰσι καὶ ζῶσιν ἀπὸ βοσκημάτων·
農耕の民衆に次いで最善の民衆は、牧人がいて、放牧によって生活しているところである。
πολλὰ γὰρ ἔχει τῇ γεωργίᾳ παραπλησίως, καὶ τὰ πρὸς τὰς πολεμικὰς πράξεις μάλισθʼ οὗτοι γεγυμνασμένοι τὰς ἕξεις καὶ χρήσιμοι τὰ σώματα καὶ δυνάμενοι θυραυλεῖν.
なぜなら、彼らは農業に酷似した多くの特徴を持っており、軍事活動に対しても彼らの体質は最も鍛えられており、身体的にも有用であり、野外生活に耐えることができるからである。
τὰ δʼ ἄλλα πλήθη πάντα σχεδόν, ἐξ ὧν αἱ λοιπαὶ δημοκρατίαι συνεστᾶσι, πολλῷ φαυλότερα τούτων·
これに反して、それ以外のほとんどすべての大衆、すなわちそこから他の民主政が構成されているものは、これらに比べてはるかに劣っている。
ὁ γὰρ βίος φαῦλος, καὶ οὐθὲν ἔργον μετʼ ἀρετῆς ὧν μεταχειρίζεται τὸ πλῆθος τό τε τῶν βαναύσων καὶ τὸ τῶν ἀγοραίων ἀνθρώπων καὶ τὸ θητικόν, ἔτι δὲ διὰ τὸ περὶ τὴν ἀγορὰν καὶ τὸ ἄστυ κυλίεσθαι πᾶν τὸ τοιοῦτον γένος ὡς εἰπεῖν ῥᾳδίως ἐκκλησιάζει·
というのも、その生活は卑俗であり、職人、市場の商人、そして日雇い労働者といった大衆が従事するいかなる仕事も、徳を伴うものではないからである。 さらに、そのような種類の人々はすべて市場や市街の周辺をうろついているため、いわば容易に民会に集まってしまう。
οἱ δὲ γεωργοῦντες διὰ τὸ διεσπάρθαι κατὰ τὴν χώραν οὔτʼ ἀπαντῶσιν οὔθʼ ὁμοίως δέονται τῆς συνόδου ταύτης.
これに対して、農業を営む人々は地方に分散しているため、集まることもなく、またこのような集会を同じようには必要としない。
ὅπου δὲ καὶ συμβαίνει τὴν χώραν τὴν θέσιν ἔχειν τοιαύτην ὥστε πολὺ τῆς πόλεως ἀπηρτῆσθαι, ῥᾴδιον καὶ δημοκρατίαν ποιεῖσθαι χρηστὴν καὶ πολιτείαν·
地方が都市から遠く離れているような位置関係にある場所では、善良な民主政、すなわち善良な国制を構築することも容易である。
ἀναγκάζεται γὰρ τὸ πλῆθος ἐπὶ τῶν ἀγρῶν ποιεῖσθαι τὰς ἀποικίας, ὥστε δεῖ, κἂν ἀγοραῖος ὄχλος ᾖ, μὴ ποιεῖν ἐν ταῖς δημοκρατίαις ἐκκλησίας ἄνευ τοῦ κατὰ τὴν χώραν πλήθους.
なぜなら、大衆は農村部に居住地を作ることを余儀なくされるからであり、したがって、たとえ市場にたむろする群衆が存在したとしても、地方にいる大衆を抜きにしては、民主政において民会を開催すべきではないのである。
πῶς μὲν οὖν δεῖ κατασκευάζειν τὴν βελτίστην καὶ πρώτην δημοκρατίαν, εἴρηται·
最善であり最初の民主政をどのように構築すべきかは語られた。
φανερὸν δὲ καὶ πῶς τὰς ἄλλας.
また、それ以外の民主政をどのように構築すべきかも明らかである。
ἑπομένως γὰρ δεῖ παρεκβαίνειν καὶ τὸ χεῖρον ἀεὶ πλῆθος χωρίζειν.
なぜなら、順を追って逸脱し、常により劣った大衆を切り分けていかなければならないからである。
§6.1319bτὴν δὲ τελευταίαν, διὰ τὸ πάντας κοινωνεῖν, οὔτε πάσης ἐστὶ πόλεως φέρειν, οὔτε ῥᾴδιον διαμένειν μὴ τοῖς νόμοις καὶ τοῖς ἔθεσιν εὖ συγκειμένην (ἃ δὲ φθείρειν συμβαίνει καὶ ταύτην καὶ τὰς ἄλλας πολιτείας, εἴρηται πρότερον τὰ πλεῖστα σχεδόν).
極端な民主政は、すべての人が参与するため、いかなる都市でも耐えられるものではなく、法律や習慣がうまく整えられていなければ、存続することも容易ではない。 (この民主政および他の国制を破滅に導く原因については、そのほとんどが以前にすでに語られている)。
πρὸς δὲ τὸ καθιστάναι ταύτην τὴν δημοκρατίαν καὶ τὸν δῆμον ποιεῖν ἰσχυρὸν εἰώθασιν οἱ προεστῶτες προσλαμβάνειν ὡς πλείστους καὶ ποιεῖν πολίτας μὴ μόνον τοὺς γνησίους ἀλλὰ καὶ τοὺς νόθους καὶ τοὺς ἐξ ὁποτερουοῦν πολίτου, λέγω δὲ οἷον πατρὸς ἢ μητρός·
このような民主政を確立し、民衆を強力にするために、指導者たちはできるだけ多くの人々を仲間に引き入れ、嫡出の子だけでなく私生児や、親のどちらか一方のみが市民である者をも市民にするのが常である。
ἅπαν γὰρ οἰκεῖον τοῦτο τῷ τοιούτῳ δήμῳ μᾶλλον.
というのも、これらはすべて、そのような民衆にとってより都合が良いからである。
εἰώθασι μὲν οὖν οἱ δημαγωγοὶ κατασκευάζειν οὕτω, δεῖ μέντοι προσλαμβάνειν μέχρι ἂν ὑπερτείνῃ τὸ πλῆθος τῶν γνωρίμων καὶ τῶν μέσων, καὶ τούτου μὴ πέρα προβαίνειν·
民衆指導者たちは通常そのように構築するが、しかし、大衆の数が著名な人々や中間層の数を超えるまでにとどめて受け入れるべきであり、それ以上に進んではならない。
ὑπερβάλλοντες γὰρ ἀτακτοτέραν τε ποιοῦσι τὴν πολιτείαν, καὶ τοὺς γνωρίμους πρὸς τὸ χαλεπῶς ὑπομένειν τὴν δημοκρατίαν παροξύνουσι μᾶλλον, ὅπερ συνέβη τῆς στάσεως αἴτιον γενέσθαι περὶ Κυρήνην·
なぜなら、それを超えると国制をより無秩序なものにするし、著名な人々を刺激して、民主政を我慢できなくさせてしまうからである。 これは、キュレネにおいて内紛の原因となった出来事である。
ὀλίγον μὲν γὰρ πονηρὸν παρορᾶται, πολὺ δὲ γινόμενον ἐν ὀφθαλμοῖς μᾶλλόν ἐστιν.
なぜなら、わずかな悪は見過ごされるが、多くなると目につくようになるからである。
ἔτι δὲ καὶ τὰ τοιαῦτα κατασκευάσματα χρήσιμα πρὸς τὴν δημοκρατίαν τὴν τοιαύτην, οἷς Κλεισθένης τε Ἀθήνησιν ἐχρήσατο βουλόμενος αὐξῆσαι τὴν δημοκρατίαν, καὶ περὶ Κυρήνην οἱ τὸν δῆμον καθιστάντες.
さらに、このような民主政にとっては、クレイステネスがアテナイにおいて民主政を拡張しようとして用いたような諸制度や、キュレネにおいて民主政を確立しようとした人々が用いたような諸制度も有用である。
φυλαί τε γὰρ ἕτεραι ποιητέαι πλείους καὶ φατρίαι, καὶ τὰ τῶν ἰδίων ἱερῶν συνακτέον εἰς ὀλίγα καὶ κοινά, καὶ πάντα σοφιστέον ὅπως ἂν ὅτι μάλιστα ἀναμειχθῶσι πάντες ἀλλήλοις, αἱ δὲ συνήθειαι διαζευχθῶσιν αἱ πρότερον.
つまり、別の部族や兄弟団をより多く作るべきであり、私的な祭祀を少数の公的な祭祀へと統合すべきである。 そして、すべての人が互いになるべく混じり合い、以前の古い結びつきが断ち切られるように、あらゆる手段を凝らすべきである。
ἔτι δὲ καὶ τὰ τυραννικὰ κατασκευάσματα δημοτικὰ δοκεῖ πάντα, λέγω δʼ οἷον ἀναρχία τε δούλων (αὕτη δʼ ἂν εἴη μέχρι του συμφέρουσα) καὶ γυναικῶν καὶ παίδων, καὶ τὸ ζῆν ὅπως τις βούλεται παρορᾶν·
さらに、僭主的な制度はすべて民主的であるように思われる。 例えば、奴隷(これはある程度までは有益であろうが)や女性や子供たちの無規律、そして各人が望むように生きるのを放任することなどである。
πολὺ γὰρ ἔσται τὸ τῇ τοιαύτῃ πολιτείᾳ βοηθοῦν·
なぜなら、このような国制を支持する者は多数にのぼるだろうからである。
ἥδιον γὰρ τοῖς πολλοῖς τὸ ζῆν ἀτάκτως ἢ τὸ σωφρόνως.
大衆にとっては、節度を持って生きるよりも、無規律に生きる方が心地よいのである。
ἔστι δὲ τοῦ νομοθέτου καὶ τῶν βουλομένων συνιστάναι τινὰ τοιαύτην πολιτείαν οὐ τὸ καταστῆσαι μέγιστον ἔργον οὐδὲ μόνον, ἀλλʼ ὅπως σῴζηται μᾶλλον·
しかし、このような国制を組織しようとする立法者や人々にとって、最大の、あるいは唯一の仕事は、それを樹立することではなく、むしろそれが存続するようにすることである。
μίαν γὰρ ἢ δύο ἢ τρεῖς ἡμέρας οὐ χαλεπὸν μεῖναι πολιτευομένους ὁπωσοῦν.
なぜなら、どのような方法であれ、1日や2日、あるいは3日の間、政治秩序を維持することは困難ではないからである。
διὸ δεῖ, περὶ ὧν τεθεώρηται πρότερον, τίνες σωτηρίαι καὶ φθοραὶ τῶν πολιτειῶν, ἐκ τούτων πειρᾶσθαι κατασκευάζειν τὴν ἀσφάλειαν, εὐλαβουμένους μὲν τὰ φθείροντα, τιθεμένους δὲ τοιούτους νόμους, καὶ τοὺς ἀγράφους καὶ τοὺς γεγραμμένους,
それゆえ、国制の存続原因と破滅原因について以前に考察された事柄から出発して、国制の安全を構築するように努めねばならず、破滅に導く原因を警戒し、成文化された法律および不文律の双方において、そのような法律を制定しなければならない。