§5.1309bοἷον εἰ στρατηγικὸς μέν τις εἴη, πονηρὸς δὲ καὶ μὴ τῇ πολιτείᾳ φίλος, ὁ δὲ δίκαιος καὶ φίλος, πῶς δεῖ ποιεῖσθαι τὴν αἵρεσιν;
例えば、ある人が軍事的能力(将軍としての才)に優れているが、邪悪で国制に好意を寄せておらず、別の人は正義の人で国制に好意を寄せている場合、どのように選択を行うべきであろうか。
ἔοικε δὲ δεῖν βλέπειν εἰς δύο, τίνος πλεῖον μετέχουσι πάντες καὶ τίνος ἔλαττον·
次の二つの点に注目すべきであると思われる。 すなわち、すべての人が(ある性質を)どちらをより多く共有しており、どちらをより少なく共有しているか、という点である。
διὸ ἐν στρατηγίᾳ μὲν εἰς τὴν ἐμπειρίαν μᾶλλον τῆς ἀρετῆς (ἔλαττον γὰρ στρατηγίας μετέχουσι, τῆς δʼ ἐπιεικείας πλεῖον), ἐν δὲ φυλακῇ καὶ ταμιείᾳ τἀναντία (πλείονος γὰρ ἀρετῆς δεῖται ἢ ὅσην οἱ πολλοὶ ἔχουσιν, ἡ δὲ ἐπιστήμη κοινὴ πᾶσιν).
それゆえ、将軍職においては、徳よりもむしろ経験(能力)に注目すべきである(なぜなら、人々は軍事指揮能力をより少なくしか共有しておらず、優れた人間性(徳)の方はより多く共有しているからである)。 他方、警備や財政管理においては逆である(なぜなら、これらは大衆が持っている以上の多くの徳を必要とするが、その知識はすべての人に共通しているからである)。
ἀπορήσειε δʼ ἄν τις, ἂν δύναμις ὑπάρχῃ καὶ τῆς πολιτείας φιλία, τί δεῖ τῆς ἀρετῆς;
しかし、ある人が能力と国制への忠誠の双方を備えているならば、なぜさらに徳が必要なのか、と疑問に思う者もいるかもしれない。
ποιήσει γὰρ τὰ συμφέροντα καὶ τὰ δύο.
これら二つの要素(能力と忠誠)があれば、有益なことを行うからである。
ἢ ὅτι ἐνδέχεται τοὺς τὰ δύο ταῦτα ἔχοντας ἀκρατεῖς εἶναι, ὥστε καθάπερ καὶ αὑτοῖς οὐχ ὑπηρετοῦσιν εἰδότες καὶ φιλοῦντες αὑτούς, οὕτω καὶ πρὸς τὸ κοινὸν οὐθὲν κωλύει ἔχειν ἐνίους;
あるいは、これら二つの要素を持つ者たちであっても自制心がないことがあり、その結果、自分にとって有益なことを知り、自分自身を愛しているにもかかわらず自分自身に仕えない(自分の利益に反する行動をとる)のと同じように、一部の人々は共通の利益に対してもそのように振る舞うのを妨げるものは何もないからだろうか。
ἁπλῶς δέ, ὅσα ἐν τοῖς νόμοις ὡς συμφέροντα λέγομεν ταῖς πολιτείαις, ἅπαντα ταῦτα σῴζει τὰς πολιτείας, καὶ τὸ πολλάκις εἰρημένον μέγιστον στοιχεῖον, τὸ τηρεῖν ὅπως κρεῖττον ἔσται τὸ βουλόμενον τὴν πολιτείαν πλῆθος τοῦ μὴ βουλομένου.
端的に言えば、法律の中で国制にとって有益であると我々が語るすべての事柄が国制を保存するのであり、また度々言及されてきた最も重要な基本原則、すなわち、国制を望む大衆が望まない大衆よりも強力であるように配慮することもそうである。
παρὰ πάντα δὲ ταῦτα δεῖ μὴ λανθάνειν, ὃ νῦν λανθάνει τὰς παρεκβεβηκυίας πολιτείας, τὸ μέσον·
これらすべてのこと以上に、逸脱した国制が見落としている「中庸(中間)」を見落としてはならない。
πολλὰ γὰρ τῶν δοκούντων δημοτικῶν λύει τὰς δημοκρατίας καὶ τῶν ὀλιγαρχικῶν τὰς ὀλιγαρχίας.
というのも、民主的であると思われる多くの事柄が民主政を破壊し、寡頭政的であると思われる多くの事柄が寡頭政を破壊するからである。
οἱ δʼ οἰόμενοι ταύτην εἶναι μίαν ἀρετὴν ἕλκουσιν εἰς τὴν ὑπερβολήν, ἀγνοοῦντες ὅτι, καθάπερ ῥὶς ἔστι παρεκβεβηκυῖα μὲν τὴν εὐθύτητα τὴν καλλίστην πρὸς τὸ γρυπὸν ἢ τὸ σιμόν, ἀλλʼ ὅμως ἔτι καλὴ καὶ χάριν ἔχουσα πρὸς τὴν ὄψιν, οὐ μὴν ἀλλʼ ἐὰν ἐπιτείνῃ τις ἔτι μᾶλλον εἰς τὴν ὑπερβολήν, πρῶτον μὲν ἀποβαλεῖ τὴν μετριότητα τοῦ μορίου, τέλος δʼ οὕτως ὥστε μηδὲ ῥῖνα ποιήσει φαίνεσθαι διὰ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν τῶν ἐναντίων, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τῶν ἄλλων μορίων, συμβαίνει δὴ τοῦτο καὶ περὶ τὰς πολιτείας.
これ(極端なこと)を唯一の優れた点であると考える者たちは、それを過度にまで引きずり回すが、それは以下のこと、すなわち、例えば鼻が、最も美しいまっすぐな形から、鷲鼻や獅子鼻へと逸脱していても、それでもなお美しく見栄えが良いとしても、それをさらに過度に極端にしていけば、第一にその部分の中庸(適度な割合)が失われ、最終的には一方の超過と他方の不足(鷲鼻や獅子鼻の極限)によって、鼻とさえ見えなくなってしまう、ということを知らないのである。 そして、他の身体の部分についても同じことが言えるのであり、国制についてもまさにこのことが起こるのである。
καὶ γὰρ ὀλιγαρχίαν καὶ δημοκρατίαν ἔστιν ὥστʼ ἔχειν ἱκανῶς, καίπερ ἐξεστηκυίας τῆς βελτίστης τάξεως·
というのも、最善の秩序から外れてはいても、寡頭政や民主政を十分に機能する状態に維持することは可能である。
ἐὰν δέ τις ἐπιτείνῃ μᾶλλον ἑκατέραν αὐτῶν, πρῶτον μὲν χείρω ποιήσει τὴν πολιτείαν, τέλος δʼ οὐδὲ πολιτείαν.
しかし、それらのいずれかをさらに極端に進めるならば、第一にその国制を悪化させ、最終的には国制でさえなくしてしまうからである。
διὸ δεῖ τοῦτο μὴ ἀγνοεῖν τὸν νομοθέτην καὶ τὸν πολιτικόν, ποῖα σῴζει τῶν δημοτικῶν καὶ ποῖα φθείρει τὴν δημοκρατίαν, καὶ ποῖα τῶν ὀλιγαρχικῶν τὴν ὀλιγαρχίαν.
それゆえ、立法者や政治家は、民主的な事柄のうちの何が民主政を保存し何が破壊するのか、また寡頭政的な事柄のうちの何が寡頭政を保存し何が破壊するのかを、知らぬままであってはならない。
οὐδετέραν μὲν γὰρ ἐνδέχεται αὐτῶν εἶναι καὶ διαμένειν ἄνευ τῶν εὐπόρων καὶ τοῦ πλήθους, ἀλλʼ ὅταν ὁμαλότης γένηται τῆς οὐσίας ἄλλην ἀνάγκη εἶναι ταύτην τὴν πολιτείαν,
なぜなら、富裕層と大衆がなければ、それらのいずれも存在し持続することは不可能だからであり、財産の均等化がなされるならば、その国制は必然的に別のものになってしまうからである。