§5.1308bἐν δὲ ταῖς μείζοσι διὰ τριετηρίδος ἢ πενταετηρίδος, κἂν ᾖ πολλαπλάσιον ἢ πολλοστημόριον τοῦ πρότερον, ἐν ᾧ αἱ τιμήσεις κατέστησαν τῆς πολιτείας, νόμον εἶναι καὶ τὰ τιμήματα ἐπιτείνειν ἢ ἀνιέναι, ἐὰν μὲν ὑπερβάλλῃ, ἐπιτείνοντας κατὰ τὴν πολλαπλασίωσιν, ἐὰν δʼ ἐλλείπῃ, ἀνιέντας καὶ ἐλάττω ποιοῦντας τὴν τίμησιν.
これに対して、より大きなポリスにおいては、3年あるいは5年ごとにこれを行うべきである。 もし国制の財産査定基準が確定した以前の時期に比べて、査定額が何倍にもなっているか、あるいは何分の一かになっているならば、法律によって、査定基準額をも改定すべきである。 すなわち、もし基準額を超えているならば、その倍率に応じて基準額を引き上げ、不足しているならば、基準額を引き下げて査定額をより小さくするのである。
ἐν γὰρ ταῖς ὀλιγαρχίαις καὶ ταῖς πολιτείαις, μὴ ποιούντων οὕτως μὲν ἔνθα μὲν ὀλιγαρχίαν ἔνθα δὲ δυναστείαν γίνεσθαι συμβαίνει, ἐκείνως δὲ ἐκ μὲν πολιτείας δημοκρατίαν, ἐκ δʼ ὀλιγαρχίας πολιτείαν ἢ δῆμον.
というのも、寡頭政やポリティア(国制)において、このように行わない場合、一方では寡頭政が、他方では少数支配(デュナステイア)が生じることになり、他方、先のやり方(法律による改定)を行えば、ポリティアからは民主政が、寡頭政からはポリティアや民主政が生じることになるからである。
κοινὸν δὲ καὶ ἐν δήμῳ καὶ ὀλιγαρχίᾳ καὶ πάσῃ πολιτείᾳ μήτʼ αὐξάνειν λίαν μηθένα παρὰ τὴν συμμετρίαν, ἀλλὰ μᾶλλον πειρᾶσθαι μικρὰς καὶ πολυχρονίους διδόναι τιμὰς ἢ ταχὺ μεγάλας (διαφθείρονται γάρ, καὶ φέρειν οὐ παντὸς ἀνδρὸς εὐτυχίαν), εἰ δὲ μή, μή τοί γʼ ἀθρόας δόντας ἀφαιρεῖσθαι πάλιν ἀθρόας, ἀλλʼ ἐκ προσαγωγῆς·
また、民主政においても寡頭政においても、いや他のあらゆる国制においても共通する原則として、何人をもその均衡(シュンメトリア)を欠いて過度に台頭させてはならず、むしろ、一度に大きな名誉を与えるのではなく、小さく長期にわたる名誉を与えるよう努めるべきである(人はそれによって堕落し、幸運に耐えることは誰もができるわけではないからである)。 そうでなければ、少なくとも、一挙に与えたものを再び一挙に奪うのではなく、段階的に行うべきである。
καὶ μάλιστα μὲν πειρᾶσθαι τοῖς νόμοις οὕτω ῥυθμίζειν ὥστε μηδένα ἐγγίγνεσθαι πολὺ ὑπερέχοντα δυνάμει μήτε φίλων μήτε χρημάτων, εἰ δὲ μή, ἀποδημητικὰς ποιεῖσθαι τὰς παραστάσεις αὐτῶν.
そして何よりも、力(友人や財産)において著しく卓越する者が現れないように法律によって調整するよう努めるべきであり、そうでなければ、彼らの国外への退去を計るべきである。
ἐπεὶ δὲ καὶ διὰ τοὺς ἰδίους βίους νεωτερίζουσιν, δεῖ ἐμποιεῖν ἀρχήν τινα τὴν ἐποψομένην τοὺς ζῶντας ἀσυμφόρως πρὸς τὴν πολιτείαν, ἐν μὲν δημοκρατίᾳ πρὸς τὴν δημοκρατίαν, ἐν δὲ ὀλιγαρχίᾳ πρὸς τὴν ὀλιγαρχίαν, ὁμοίως δὲ καὶ τῶν ἄλλων πολιτειῶν ἑκάστῃ·
また、個人個人の私生活を原因として革新が企てられることもあるため、国制にとって不調和な生活を送る者たちを監視する何らかの官職を設ける必要がある。 すなわち、民主政においては民主政に対して、寡頭政においては寡頭政に対して、同様に他の国制のそれぞれにおいても同様である。
καὶ τὸ εὐημεροῦν δὲ τῆς πόλεως ἀνὰ μέρος φυλάττεσθαι διὰ τὰς αὐτὰς αἰτίας·
また、同じ理由から、ポリスの一部だけが繁栄するのを交互に警戒すべきである。
τούτου δʼ ἄκος τὸ αἰεὶ τοῖς ἀντικειμένοις μορίοις ἐγχειρίζειν τὰς πράξεις καὶ τὰς ἀρχάς (λέγω δʼ ἀντικεῖσθαι τοὺς ἐπιεικεῖς τῷ πλήθει, καὶ τοὺς ἀπόρους τοῖς εὐπόροις), καὶ τὸ πειρᾶσθαι ἢ συμμιγνύναι τὸ τῶν ἀπόρων πλῆθος καὶ τὸ τῶν εὐπόρων ἢ τὸ μέσον αὔξειν (τοῦτο γὰρ διαλύει τὰς διὰ τὴν ἀνισότητα στάσεις).
このための治療策は、常に対立する部分に職務や官職を委ねることであり(ここに対立するとは、名望家と大衆、また貧困層と富裕層を指す)、あるいは貧困層の多数と富裕層を融合させるよう努めるか、中間層を増大させることである(これによって、不平等による内紛が解消されるからである)。
μέγιστον δὲ ἐν πάσῃ πολιτείᾳ τὸ καὶ τοῖς νόμοις καὶ τῇ ἄλλῃ οἰκονομίᾳ οὕτω τετάχθαι ὥστε μὴ εἶναι τὰς ἀρχὰς κερδαίνειν.
また、あらゆる国制において最も重要なことは、法律によっても他の管理体制によっても、官職によって私利を貪ることができないように規定しておくことである。
τοῦτο δὲ μάλιστα ἐν ταῖς ὀλιγαρχικαῖς δεῖ τηρεῖν.
このことは特に寡頭政的な国制において警戒されねばならない。
οὐ γὰρ οὕτως ἀγανακτοῦσιν εἰργόμενοι τοῦ ἄρχειν οἱ πολλοί, ἀλλὰ καὶ χαίρουσιν ἐάν τις ἐᾷ πρὸς τοῖς ἰδίοις σχολάζειν, ὥστʼ ἐὰν οἴωνται τὰ κοινὰ κλέπτειν τοὺς ἄρχοντας, τότε γʼ ἀμφότερα λυπεῖ, τό τε τῶν τιμῶν μὴ μετέχειν καὶ τὸ τῶν κερδῶν·
というのも、大衆は、支配から排除されることにはそれほど憤慨せず、むしろ自分の仕事に専念することを許されるなら喜ぶが、支配者たちが公金を横領していると思うならば、そのときは二つの苦痛、すなわち名誉にあずかれないことと、利益から疎外されることの双方に苦痛を感じるからである。
μοναχῶς δὲ καὶ ἐνδέχεται ἅμα εἶναι δημοκρατίαν καὶ ἀριστοκρατίαν, εἰ τοῦτο κατασκευάσειέ τις.
また、これ(官職による私腹肥やしの禁止)を誰かが確立するならば、民主政と貴族政が同時に並存することが唯一可能となる。
§5.1309aἐνδέχοιτο γὰρ ἂν καὶ τοὺς γνωρίμους καὶ τὸ πλῆθος ἔχειν ἃ βούλονται ἀμφοτέρους.
なぜなら、名望家も大衆も、双方が望むものを得ることが可能になるからである。
τὸ μὲν γὰρ ἐξεῖναι πᾶσιν ἄρχειν δημοκρατικόν, τὸ δὲ τοὺς γνωρίμους εἶναι ἐν ταῖς ἀρχαῖς ἀριστοκρατικόν, τοῦτο δʼ ἔσται ὅταν μὴ ᾖ κερδαίνειν ἀπὸ τῶν ἀρχῶν·
すなわち、誰もが官職に就くことができるという点では民主的であり、名望家が官職に就くという点では貴族政的であるが、これは官職から利益を得ることができないときに可能となる。
οἱ γὰρ ἄποροι οὐ βουλήσονται ἄρχειν τῷ μηδὲν κερδαίνειν, ἀλλὰ πρὸς τοῖς ἰδίοις εἶναι μᾶλλον, οἱ δὲ εὔποροι δυνήσονται διὰ τὸ μηδενὸς προσδεῖσθαι τῶν κοινῶν·
なぜなら、貧困層は何も得られないために官職に就くことを望まず、むしろ自分の仕事に専念することを望むが、富裕層は公金を必要としないために(官職に就くことが)できるからである。
ὥστε συμβήσεται τοῖς μὲν ἀπόροις γίγνεσθαι εὐπόροις διὰ τὸ διατρίβειν πρὸς τοῖς ἔργοις, τοῖς δὲ γνωρίμοις μὴ ἄρχεσθαι ὑπὸ τῶν τυχόντων.
その結果、貧困層にとっては仕事に専念することによって富裕になることが可能になり、名望家にとっては平凡な人々によって支配されずに済むことになる。
τοῦ μὲν οὖν μὴ κλέπτεσθαι τὰ κοινὰ ἡ παράδοσις γιγνέσθω τῶν χρημάτων παρόντων πάντων τῶν πολιτῶν, καὶ ἀντίγραφα κατὰ φατρίας καὶ λόχους καὶ φυλὰς τιθέσθωσαν·
それゆえ、公金を横領されないために、すべての市民が立ち会う中で財産の引き渡しを行い、その写しを、氏族、部隊、部族ごとに保管させるべきである。
τοῦ δὲ ἀκερδῶς ἄρχειν τιμὰς εἶναι δεῖ νενομοθετημένας τοῖς εὐδοκιμοῦσιν.
また、無私の支配を行う者に対しては、法律によって定められた名誉が、功績のある者に与えられるべきである。
δεῖ δʼ ἐν μὲν ταῖς δημοκρατίαις τῶν εὐπόρων φείδεσθαι, μὴ μόνον τῷ τὰς κτήσεις μὴ ποιεῖν ἀναδάστους, ἀλλὰ μηδὲ τοὺς καρπούς, ὃ ἐν ἐνίαις τῶν πολιτειῶν λανθάνει γιγνόμενον, βέλτιον δὲ καὶ βουλομένους κωλύειν λειτουργεῖν τὰς δαπανηρὰς μὲν μὴ χρησίμους δὲ λειτουργίας, οἷον χορηγίας καὶ λαμπαδαρχίας καὶ ὅσαι ἄλλαι τοιαῦται·
また、民主政においては富裕層を保護すべきであり、彼らの財産を再分配の対象としないだけでなく、収穫をもそうしてはならない。 これは一部の国制においては気づかれずに行われていることである。 また、彼らが自発的に望んだとしても、費用がかかるだけで有益ではない公共奉仕(レイトゥルギア)、例えばコーレーギアやランパダルキア、その他これらに類するものを引き受けるのを禁止する方がよい。
ἐν δʼ ὀλιγαρχίᾳ τῶν ἀπόρων ἐπιμέλειαν ποιεῖσθαι πολλήν, καὶ τὰς ἀρχὰς ἀφʼ ὧν λήμματα ἔστι τούτοις ἀπονέμειν, κἄν τις ὑβρίσῃ τῶν εὐπόρων εἰς τούτους, μείζω τὰ ἐπιτίμια εἶναι ἢ ἂν σφῶν αὐτῶν, καὶ τὰς κληρονομίας μὴ κατὰ δόσιν εἶναι ἀλλὰ κατὰ γένος, μηδὲ πλειόνων ἢ μιᾶς τὸν αὐτὸν κληρονομεῖν.
他方、寡頭政においては、貧困層に対して多大の配慮を払い、利益の出る官職は彼らに割り当てるべきである。 また、もし富裕層の誰かが彼らに対して暴力を振るうならば、その罰金は、富裕層同士の場合よりも重くすべきである。 また、相続は贈与によるものではなく血統によるものとし、同一の者が複数の相続をしてはならない。
οὕτω γὰρ ἂν ὁμαλώτεραι αἱ οὐσίαι εἶεν καὶ τῶν ἀπόρων εἰς εὐπορίαν ἂν καθίσταιντο πλείους.
このようにすれば、財産はより均等化され、貧困層から富裕層へと落ち着く者がより多くなるからである。
συμφέρει δὲ καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ τῶν ἄλλων ἢ ἰσότητα ἢ προεδρίαν νέμειν τοῖς ἧττον κοινωνοῦσι τῆς πολιτείας, ἐν μὲν δήμῳ τοῖς εὐπόροις, ἐν δʼ ὀλιγαρχίᾳ τοῖς ἀπόροις, πλὴν ὅσαι ἀρχαὶ κύριαι τῆς πολιτείας, ταύτας δὲ τοῖς ἐκ τῆς πολιτείας ἐγχειρίζειν μόνοις ἢ πλείοσιν.
また、民主政においても寡頭政においても、国制への関与度の低い者に対して、その他の事項についての平等、あるいは優先権(プロエドリア)を割り当てることが有益である。 すなわち、民主政においては富裕層に、寡頭政においては貧困層に。 ただし、国制の主権を握る官職については例外であり、これらは国制の主体(市民)にのみ、あるいはより多くの者に委ねるべきである。
τρία δέ τινα χρὴ ἔχειν τοὺς μέλλοντας ἄρξειν τὰς κυρίας ἀρχάς, πρῶτον μὲν φιλίαν πρὸς τὴν καθεστῶσαν πολιτείαν, ἔπειτα δύναμιν μεγίστην τῶν ἔργων τῆς ἀρχῆς, τρίτον δʼ ἀρετὴν καὶ δικαιοσύνην ἐν ἑκάστῃ πολιτείᾳ τὴν πρὸς τὴν πολιτείαν (εἰ γὰρ μὴ ταὐτὸν τὸ δίκαιον κατὰ πάσας τὰς πολιτείας, ἀνάγκη καὶ τῆς δικαιοσύνης εἶναι διαφοράς).
重要な官職を担おうとする者は、3つの要素を備えていなければならない。 第一に、確立されている国制に対する愛着であり、第二に、その官職の職務を遂行するための最大の能力であり、第三に、それぞれの国制における、その国制に適した徳と正義である(なぜなら、正義がすべての国制において同一でないとすれば、正義にも差異があることが必然だからである)。
ἔχει δʼ ἀπορίαν, ὅταν μὴ συμβαίνῃ ταῦτα πάντα περὶ τὸν αὐτόν, πῶς χρὴ ποιεῖσθαι τὴν αἵρεσιν·
しかし、これらすべてが同一の人物に備わっていない場合に、どのように選択を行うべきかについては、困難が生じる。