Humanitext Reader

亚里士多德 · 政治学 §5.1309b

官员选任标准与政体之中庸

第 101 段,共 155 段 · 希腊语

内容简介

亚里士多德阐明了在选拔官员时如何权衡稀缺的专业能力与普及的德性,并以鼻子的畸变为喻,强调政体同样需要避免走向极端、坚守中庸之道。

§5.1309bοἷον εἰ στρατηγικὸς μέν τις εἴη, πονηρὸς δὲ καὶ μὴ τῇ πολιτείᾳ φίλος, ὁ δὲ δίκαιος καὶ φίλος, πῶς δεῖ ποιεῖσθαι τὴν αἵρεσιν;
例如,如果某人具有军事才能,但品质恶劣且不忠于政体,而另一人正直且忠于政体,那应当如何进行选择?
ἔοικε δὲ δεῖν βλέπειν εἰς δύο, τίνος πλεῖον μετέχουσι πάντες καὶ τίνος ἔλαττον·
看来必须注意两点:所有人对哪种品质分享得较多,对哪种品质分享得较少。
διὸ ἐν στρατηγίᾳ μὲν εἰς τὴν ἐμπειρίαν μᾶλλον τῆς ἀρετῆς (ἔλαττον γὰρ στρατηγίας μετέχουσι, τῆς δʼ ἐπιεικείας πλεῖον), ἐν δὲ φυλακῇ καὶ ταμιείᾳ τἀναντία (πλείονος γὰρ ἀρετῆς δεῖται ἢ ὅσην οἱ πολλοὶ ἔχουσιν, ἡ δὲ ἐπιστήμη κοινὴ πᾶσιν).
因此,在将帅之职中,应当更注重经验而非德性(因为人们较少分享军事才能,而较多分享正派品格);但在警卫和财务管理方面,情况则相反(因为这些官职需要比大众所拥有的更多的德性,而其所需的知识则是所有人共同具备的)。
ἀπορήσειε δʼ ἄν τις, ἂν δύναμις ὑπάρχῃ καὶ τῆς πολιτείας φιλία, τί δεῖ τῆς ἀρετῆς;
然而有人可能会问,如果已经具备了能力和对政体的忠诚,为什么还需要德性呢?
ποιήσει γὰρ τὰ συμφέροντα καὶ τὰ δύο.
因为这两者就会做有利的事。
ἢ ὅτι ἐνδέχεται τοὺς τὰ δύο ταῦτα ἔχοντας ἀκρατεῖς εἶναι, ὥστε καθάπερ καὶ αὑτοῖς οὐχ ὑπηρετοῦσιν εἰδότες καὶ φιλοῦντες αὑτούς, οὕτω καὶ πρὸς τὸ κοινὸν οὐθὲν κωλύει ἔχειν ἐνίους;
还是说,因为即使拥有这两者的人也可能缺乏自制力,正如他们虽然了解并爱护自己,却无法为自己服务(做出有利于自己的事)一样,同样也没有什么能阻止某些人在对待公共利益时也是如此?
ἁπλῶς δέ, ὅσα ἐν τοῖς νόμοις ὡς συμφέροντα λέγομεν ταῖς πολιτείαις, ἅπαντα ταῦτα σῴζει τὰς πολιτείας, καὶ τὸ πολλάκις εἰρημένον μέγιστον στοιχεῖον, τὸ τηρεῖν ὅπως κρεῖττον ἔσται τὸ βουλόμενον τὴν πολιτείαν πλῆθος τοῦ μὴ βουλομένου.
简单来说,我们在法律中所说的对政体有利的一切事物,都能保存政体,尤其是常被提及的最大要素,即密切注意使拥护政体的大众强于不拥护政体的大众。
παρὰ πάντα δὲ ταῦτα δεῖ μὴ λανθάνειν, ὃ νῦν λανθάνει τὰς παρεκβεβηκυίας πολιτείας, τὸ μέσον· πολλὰ γὰρ τῶν δοκούντων δημοτικῶν λύει τὰς δημοκρατίας καὶ τῶν ὀλιγαρχικῶν τὰς ὀλιγαρχίας.
在这一切之外,绝不能忽视如今被那些偏离轨道的政体所忽视的中庸;因为许多看似民主的措施会瓦解民主制,而看似寡头的措施会瓦解寡头制。
οἱ δʼ οἰόμενοι ταύτην εἶναι μίαν ἀρετὴν ἕλκουσιν εἰς τὴν ὑπερβολήν, ἀγνοοῦντες ὅτι, καθάπερ ῥὶς ἔστι παρεκβεβηκυῖα μὲν τὴν εὐθύτητα τὴν καλλίστην πρὸς τὸ γρυπὸν ἢ τὸ σιμόν, ἀλλʼ ὅμως ἔτι καλὴ καὶ χάριν ἔχουσα πρὸς τὴν ὄψιν, οὐ μὴν ἀλλʼ ἐὰν ἐπιτείνῃ τις ἔτι μᾶλλον εἰς τὴν ὑπερβολήν, πρῶτον μὲν ἀποβαλεῖ τὴν μετριότητα τοῦ μορίου, τέλος δʼ οὕτως ὥστε μηδὲ ῥῖνα ποιήσει φαίνεσθαι διὰ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν τῶν ἐναντίων, τὸν αὐτὸν δὲ τρόπον ἔχει καὶ περὶ τῶν ἄλλων μορίων, συμβαίνει δὴ τοῦτο καὶ περὶ τὰς πολιτείας.
那些认为这是唯一优点的人将其推向极端,却不知道,正如一个鼻子虽然偏离了最美观的直挺,而变得像鹰钩鼻或塌鼻子,但仍然不失美丽且赏心悦目,但如果有人将其进一步推向极端,首先它会失去该部位的适度比例,最终由于一者的过度和相反者的缺失而使其甚至看起来不再像一个鼻子;其他身体部位也是同样的道理,而这种情况也同样发生在政体上。
καὶ γὰρ ὀλιγαρχίαν καὶ δημοκρατίαν ἔστιν ὥστʼ ἔχειν ἱκανῶς, καίπερ ἐξεστηκυίας τῆς βελτίστης τάξεως· ἐὰν δέ τις ἐπιτείνῃ μᾶλλον ἑκατέραν αὐτῶν, πρῶτον μὲν χείρω ποιήσει τὴν πολιτείαν, τέλος δʼ οὐδὲ πολιτείαν.
因为即使偏离了最佳秩序,寡头制和民主制也仍能处于一种尚可维持的状态;但如果有人将其中任何一种进一步推向极端,首先会使政体变差,最终甚至不再是政体。
διὸ δεῖ τοῦτο μὴ ἀγνοεῖν τὸν νομοθέτην καὶ τὸν πολιτικόν, ποῖα σῴζει τῶν δημοτικῶν καὶ ποῖα φθείρει τὴν δημοκρατίαν, καὶ ποῖα τῶν ὀλιγαρχικῶν τὴν ὀλιγαρχίαν.
因此,立法者和政治家必须了解这一点:民主措施中哪些保存民主制、哪些破坏民主制,以及寡头措施中哪些破坏寡头制。
οὐδετέραν μὲν γὰρ ἐνδέχεται αὐτῶν εἶναι καὶ διαμένειν ἄνευ τῶν εὐπόρων καὶ τοῦ πλήθους, ἀλλʼ ὅταν ὁμαλότης γένηται τῆς οὐσίας ἄλλην ἀνάγκη εἶναι ταύτην τὴν πολιτείαν,
因为如果没有富人和大众,这两者都无法存在和维持,而当财产实现均等时,这个政体就必然会变成另外一种政体,

词汇与语法注释

  1. 1309bτίνος πλεῖον μετέχουσι — 属格 τίνος 由动词 μετέχω(分享、占有)所支配。它指的是普通人对“专业才能”与“道德美德”这两者中哪一个占有得多,哪一个占有得少。
  2. 1309bἢ ὅτι — 这引入了对前一个问题“为什么需要德性?”的一个可能回答,形式为选择性设问(“还是因为……?”)。ὅτι 从句表示原因,省略了主句。
  3. 1309bὥστε καθάπερ καὶ αὑτοῖς οὐχ ὑπηρετοῦσιν — 由 ὥστε(结果是)引导的结果从句。καθάπερ(正如)引入了一个比较从句(“正如他们不为自己服务一样……”),随后由 οὕτω(同样地……)承接,用以说明某些人也会做出违背公共利益的行为。

引用这一段

亚里士多德, 政治学 §5.1309b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1309b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。