§5.1310aὥστε φθείροντες τοῖς καθʼ ὑπεροχὴν νόμοις φθείρουσι τὰς πολιτείας.
したがって、優越(超過)による法律によって[国制を]破壊しつつ、彼らは国制を破壊するのである。
ἁμαρτάνουσι δὲ καὶ ἐν ταῖς δημοκρατίαις καὶ ἐν ταῖς ὀλιγαρχίαις, ἐν μὲν ταῖς δημοκρατίαις οἱ δημαγωγοί, ὅπου τὸ πλῆθος κύριον τῶν νόμων·
しかし、民主政においても寡頭政においても人々は過ちを犯している。 民主政においては、大衆が法律より主権を持つ場所で、デマゴーグたちが過ちを犯している。
δύο γὰρ ποιοῦσιν ἀεὶ τὴν πόλιν, μαχόμενοι τοῖς εὐπόροις, δεῖ δὲ τοὐναντίον αἰεὶ δοκεῖν λέγειν ὑπὲρ εὐπόρων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ὑπὲρ τοῦ δήμου τοὺς ὀλιγαρχικούς, καὶ τοὺς ὅρκους ἐναντίους ἢ νῦν ὀμνύναι τοὺς ὀλιγαρχικούς·
なぜなら彼らは富裕層と戦うことによって、常に国家を二つに分裂させているからである。 しかし本来は、逆に常に富裕層のために語っているように見せるべきであり、寡頭政においては、寡頭派の人々が民衆のために語っているように見せるべきであり、また、寡頭派の人々は、現在とは反対の誓いを立てるべきである。
νῦν μὲν γὰρ ἐν ἐνίαις ὀμνύουσι
"καὶ τῷ δήμῳ κακόνους ἔσομαι καὶ βουλεύσω ὅ τι ἂν ἔχω κακόν"
, χρὴ δὲ καὶ ὑπολαμβάνειν καὶ ὑποκρίνεσθαι τοὐναντίον, ἐπισημαινομένους ἐν τοῖς ὅρκοις ὅτι
"οὐκ ἀδικήσω τὸν δῆμον"
.
というのも、現在いくつかの国では、彼らは「私は民衆に敵意を持ち、彼らに可能な限りの害悪を企てる」と誓っているからである。 しかし、彼らはそれとは反対の想定をし、またそのように振る舞うべきであり、誓いにおいて「私は民衆を不正に扱わない」ということを示すべきである。
μέγιστον δὲ πάντων τῶν εἰρημένων πρὸς τὸ διαμένειν τὰς πολιτείας, οὗ νῦν ὀλιγωροῦσι πάντες, τὸ παιδεύεσθαι πρὸς τὰς πολιτείας.
しかし、国制が持続するために言及されたすべての事柄のうちで最も重要なことは、現在はすべての人が軽視しているが、国制に適合するように教育されることである。
ὄφελος γὰρ οὐθὲν τῶν ὠφελιμωτάτων νόμων καὶ συνδεδοξασμένων ὑπὸ πάντων τῶν πολιτευομένων, εἰ μὴ ἔσονται εἰθισμένοι καὶ πεπαιδευμένοι ἐν τῇ πολιτείᾳ, εἰ μὲν οἱ νόμοι δημοτικοί, δημοτικῶς, εἰ δʼ ὀλιγαρχικοί, ὀλιγαρχικῶς.
というのも、もし市民たちが国制に適合するように習慣づけられ教育されていないならば、民主的な法律であれば民主的に、寡頭的な法律であれば寡頭的に教育されていないならば、国政に携わるすべての人々によって承認され、最も有益であるとされる法律があっても、何の役にも立たないからである。
εἴπερ γὰρ ἔστιν ἐφʼ ἑνὸς ἀκρασία, ἔστι καὶ ἐπὶ πόλεως.
なぜなら、もし一人の個人において自制心の欠如(無自制)があるならば、国家においてもそれがあるからである。
ἔστι δὲ τὸ πεπαιδεῦσθαι πρὸς τὴν πολιτείαν οὐ τοῦτο, τὸ ποιεῖν οἷς χαίρουσιν οἱ ὀλιγαρχοῦντες ἢ οἱ δημοκρατίαν βουλόμενοι, ἀλλʼ οἷς δυνήσονται οἱ μὲν ὀλιγαρχεῖν οἱ δὲ δημοκρατεῖσθαι.
しかし、国制に適合するように教育されているということは、寡頭派や民主政を望む者たちが喜ぶことを行うことではなく、前者が寡頭支配を行い、後者が民主政下で生活することを可能にするようなことを行うことである。
νῦν δʼ ἐν μὲν ταῖς ὀλιγαρχίαις οἱ τῶν ἀρχόντων υἱοὶ τρυφῶσιν, οἱ δὲ τῶν ἀπόρων γίγνονται γεγυμνασμένοι καὶ πεπονηκότες, ὥστε καὶ βούλονται μᾶλλον καὶ δύνανται νεωτερίζειν·
しかし現在、寡頭政においては支配者たちの子息が贅沢に暮らし、貧困層の子息は鍛えられ労働に耐えるようになる。 その結果、彼らはより革命を望み、またそれを行う能力を持つようになる。
ἐν δὲ ταῖς δημοκρατίαις ταῖς μάλιστα εἶναι δοκούσαις δημοκρατικαῖς τοὐναντίον τοῦ συμφέροντος καθέστηκεν, αἴτιον δὲ τούτου ὅτι κακῶς ὁρίζονται τὸ ἐλεύθερον.
他方、最も民主的であると思われる民主政においては、利益とは反対の事態が確立している。 この原因は、自由を誤って定義していることにある。
δύο γάρ ἐστιν οἷς ἡ δημοκρατία δοκεῖ ὡρίσθαι, τῷ τὸ πλεῖον εἶναι κύριον καὶ τῇ ἐλευθερίᾳ·
民主政がそれによって定義されると思われる二つのものがある。 多数派が主権を持つことと、自由である。
τὸ μὲν γὰρ δίκαιον ἴσον δοκεῖ εἶναι, ἴσον δʼ ὅ τι ἂν δόξῃ τῷ πλήθει, τοῦτʼ εἶναι κύριον, ἐλεύθερον δὲ τὸ ὅ τι ἂν βούληταί τις ποιεῖν·
というのも、正義とは平等なことであると思われており、平等とは大衆が決議したことが主権を持つことであり、自由とは各人が望むことを何でも行うことであると思われているからである。
ὥστε ζῇ ἐν ταῖς τοιαύταις δημοκρατίαις ἕκαστος ὡς βούλεται, καὶ εἰς ὃ χρῄζων, ὡς φησὶν Εὐριπίδης·
その結果、そのような民主政においては、各人が望むように、またエウリピデスが言うように、欲望する目的に向かって生きている。
τοῦτο δʼ ἐστὶ φαῦλον·
しかし、これは良くないことである。
οὐ γὰρ δεῖ οἴεσθαι δουλείαν εἶναι τὸ ζῆν πρὸς τὴν πολιτείαν, ἀλλὰ σωτηρίαν.
なぜなら、国制に適合して生きることを奴隷状態と考えるべきではなく、保存と考えるべきだからである。
ἐξ ὧν μὲν οὖν αἱ πολιτεῖαι μεταβάλλουσι καὶ φθείρονται, καὶ διὰ τίνων σῴζονται καὶ διαμένουσιν, ὡς ἁπλῶς εἰπεῖν τοσαῦτά ἐστιν.
国制がいかなる原因によって変化し破壊されるか、またいかなる手段によって保存され持続するかは、端的に言えば、以上のようなものである。
λείπεται δʼ ἐπελθεῖν καὶ περὶ μοναρχίας, ἐξ ὧν τε φθείρεται καὶ διʼ ὧν σῴζεσθαι πέφυκεν.
残されているのは、君主政についても、それがいかなる原因で破壊され、またいかなる手段によって保存される性質を持っているかを論じることである。
§5.1310bσχεδὸν δὲ παραπλήσια τοῖς εἰρημένοις περὶ τὰς πολιτείας ἐστὶ καὶ τὰ συμβαίνοντα περὶ τὰς βασιλείας καὶ τὰς τυραννίδας.
王政や僭主政に関して起こることも、国制について語られたこととほぼ同様である。
ἡ μὲν γὰρ βασιλεία κατὰ τὴν ἀριστοκρατίαν ἐστίν, ἡ δὲ τυραννὶς ἐξ ὀλιγαρχίας τῆς ὑστάτης σύγκειται καὶ δημοκρατίας·
なぜなら、王政は貴族政に準じたものであり、僭主政は極端な(最後の)寡頭政と民主政から合成されているからである。
διὸ δὴ καὶ βλαβερωτάτη τοῖς ἀρχομένοις ἐστίν, ἅτε ἐκ δυοῖν συγκειμένη κακῶν καὶ τὰς παρεκβάσεις καὶ τὰς ἁμαρτίας ἔχουσα τὰς παρʼ ἀμφοτέρων τῶν πολιτειῶν.
それゆえ、これは被支配者にとって最も有害であり、二つの悪から合成されており、両方の国制の逸脱と誤りを併せ持っている。
ὑπάρχει δʼ ἡ γένεσις εὐθὺς ἐξ ἐναντίων ἑκατέρᾳ τῶν μοναρχιῶν·
これら二つの君主政の起源は、最初から互いに反対のものである。
ἡ μὲν γὰρ βασιλεία πρὸς βοήθειαν τὴν ἀπὸ τοῦ δήμου τοῖς ἐπιεικέσι γέγονεν, καὶ καθίσταται βασιλεὺς ἐκ τῶν ἐπιεικῶν καθʼ ὑπεροχὴν ἀρετῆς ἢ πράξεων τῶν ἀπὸ τῆς ἀρετῆς, ἢ καθʼ ὑπεροχὴν τοιούτου γένους, ὁ δὲ τύραννος ἐκ τοῦ δήμου καὶ τοῦ πλήθους ἐπὶ τοὺς γνωρίμους, ὅπως ὁ δῆμος ἀδικῆται μηδὲν ὑπʼ αὐτῶν.
すなわち、王政は優れた人々(よき人々)を民衆からの攻撃から保護するために生じたものであり、王は優れた人々の中から、徳の傑出、あるいは徳に由来する行為の傑出、あるいはそのような家柄の傑出に基づいて立てられる。 他方、僭主は、民衆が名士たちから何ら不正を受けないようにするために、民衆や大衆の中から名士たちに対抗して立てられる。
φανερὸν δʼ ἐκ τῶν συμβεβηκότων.
このことは、歴史的事実からも明らかである。
σχεδὸν γὰρ οἱ πλεῖστοι τῶν τυράννων γεγόνασιν ἐκ δημαγωγῶν ὡς εἰπεῖν, πιστευθέντες ἐκ τοῦ διαβάλλειν τοὺς γνωρίμους.
なぜなら、ほぼ大半の僭主は、いわばデマゴーグから生じており、名士たちを中傷することによって信頼を得たからである。
αἱ μὲν γὰρ τοῦτον τὸν τρόπον κατέστησαν τῶν τυραννίδων, ἤδη τῶν πόλεων ηὐξημένων, αἱ δὲ πρὸ τούτων ἐκ τῶν βασιλέων παρεκβαινόντων τὰ πάτρια καὶ δεσποτικωτέρας ἀρχῆς ὀρεγομένων, αἱ δὲ ἐκ τῶν αἱρετῶν ἐπὶ τὰς κυρίας ἀρχάς (τὸ γὰρ ἀρχαῖον οἱ δῆμοι καθίστασαν πολυχρονίους τὰς δημιουργίας καὶ τὰς θεωρίας), αἱ δʼ ἐκ τῶν ὀλιγαρχιῶν, αἱρουμένων ἕνα τινὰ κύριον ἐπὶ τὰς μεγίστας ἀρχάς.
いくつかの僭主政はこのようにして、すでに国家が大きくなってから樹立されたが、これらより前の時期のものは、王たちが祖法から逸脱し、より専制的な支配を求めたことから生じた。 また、重要な官職に選出された者たちから生じたものもある(というのも、古代には民衆が最高政務官や使節の任期を長期にわたって設定していたからである)。 さらに、寡頭政から、最大の官職に特定の一人を全権として選出したことによって生じたものもある。
πᾶσι γὰρ ὑπῆρχε τοῖς τρόποις τούτοις τὸ κατεργάζεσθαι ῥᾳδίως, εἰ μόνον βουληθεῖεν, διὰ τὸ δύναμιν προϋπάρχειν τοῖς μὲν βασιλικῆς ἀρχῆς τοῖς δὲ τὴν τῆς τιμῆς·
これらすべての方法において、彼らは容易に僭主政を達成することが可能であった。 もし望みさえすれば、ある者には王としての支配力が、他の者には公職の特権が、すでにあらかじめ存在していたからである。
οἷον Φείδων μὲν περὶ Ἄργος καὶ ἕτεροι τύραννοι κατέστησαν βασιλείας ὑπαρχούσης, οἱ δὲ περὶ τὴν Ἰωνίαν καὶ Φάλαρις ἐκ τῶν τιμῶν, Παναίτιος δʼ ἐν Λεοντίνοις καὶ Κύψελος ἐν Κορίνθῳ καὶ Πεισίστρατος Ἀθήνησι καὶ Διονύσιος ἐν Συρακούσαις καὶ ἕτεροι τὸν αὐτὸν τρόπον ἐκ δημαγωγίας.
例えば、アルゴスのペイドンや他の人々は、すでに王政が存在していた中で僭主となり、イオニアの者たちやファラリスは、公職から僭主となった。 そして、レオンティノイのパナイティオス、コリントスのキュプセロス、アテナイのペイシストラトス、シュラクサイのディオニュシオス、およびその他の人々は、同じ方法でデマゴーグから僭主となった。
καθάπερ οὖν εἴπομεν, ἡ βασιλεία τέτακται κατὰ τὴν ἀριστοκρατίαν.
したがって、我々が言ったように、王政は貴族政に準じて位置づけられる。
κατʼ ἀξίαν γάρ ἐστιν, ἢ κατʼ ἰδίαν ἀρετὴν ἢ κατὰ γένος, ἢ κατʼ εὐεργεσίας, ἢ κατὰ ταῦτά τε καὶ δύναμιν.
それは価値(ふさわしさ)に基づいているからであり、個人の徳、家柄、恩恵、あるいはこれらと実力の双方に基づいているからである。
ἅπαντες γὰρ εὐεργετήσαντες ἢ δυνάμενοι τὰς πόλεις ἢ τὰ ἔθνη εὐεργετεῖν ἐτύγχανον τῆς τιμῆς ταύτης, οἱ μὲν κατὰ πόλεμον κωλύσαντες δουλεύειν, ὥσπερ Κόδρος, οἱ δʼ ἐλευθερώσαντες, ὥσπερ Κῦρος, ἢ κτίσαντες ἢ κτησάμενοι χώραν, ὥσπερ οἱ Λακεδαιμονίων βασιλεῖς καὶ Μακεδόνων καὶ Μολοττῶν.
というのも、国家や民族に恩恵を施した者、あるいは恩恵を施す実力を持った者たちが、すべてこの特権を得たからである。 ある人々は戦争において奴隷状態になるのを防いだことで(例えばコドロス)、他の人々は解放したことで(例えばキュロス)、あるいは土地を創建したり獲得したりしたことで(例えば、ラケダイモン人やマケドニア人、モロッソイ人の王たち)、その地位を得た。
βούλεται δʼ ὁ βασιλεὺς εἶναι φύλαξ,
そして、王は守護者たらんと欲するのであり、