Humanitext Reader

亚里士多德 · 政治学 §5.1308b-5.1309a

维护政体的具体措施与统治者的资职

第 100 段,共 155 段 · 希腊语

内容简介

阐述了维护政体的具体措施,包括定期调整财产估价、抑制个人势力过度膨胀以及防止通过官职谋利,并提出了执政者必须具备的三种品质。

§5.1308bἐν δὲ ταῖς μείζοσι διὰ τριετηρίδος ἢ πενταετηρίδος, κἂν ᾖ πολλαπλάσιον ἢ πολλοστημόριον τοῦ πρότερον, ἐν ᾧ αἱ τιμήσεις κατέστησαν τῆς πολιτείας, νόμον εἶναι καὶ τὰ τιμήματα ἐπιτείνειν ἢ ἀνιέναι, ἐὰν μὲν ὑπερβάλλῃ, ἐπιτείνοντας κατὰ τὴν πολλαπλασίωσιν, ἐὰν δʼ ἐλλείπῃ, ἀνιέντας καὶ ἐλάττω ποιοῦντας τὴν τίμησιν.
而在较大的城邦中,则应每三年或每五年进行一次。 如果现在的财产估价额比最初确立政体时制定的估价额高出许多倍,或者低了许多分,那么应当立法,对估价额进行调整:如果估价额超出了,就按倍数相应提高(财产资格标准);如果不足,就予以放宽,减少估价标准。
ἐν γὰρ ταῖς ὀλιγαρχίαις καὶ ταῖς πολιτείαις, μὴ ποιούντων οὕτως μὲν ἔνθα μὲν ὀλιγαρχίαν ἔνθα δὲ δυναστείαν γίνεσθαι συμβαίνει, ἐκείνως δὲ ἐκ μὲν πολιτείας δημοκρατίαν, ἐκ δʼ ὀλιγαρχίας πολιτείαν ἢ δῆμον.
因为在寡头政体和混合政体中,如果不这样做,前者就会演变为寡头专政,后者会演变为特权支配(王朝统治);而如果按照后一种方式(进行调整),混合政体中就会产生民主制,而寡头政体中就会产生混合政体或平民制。
κοινὸν δὲ καὶ ἐν δήμῳ καὶ ὀλιγαρχίᾳ καὶ πάσῃ πολιτείᾳ μήτʼ αὐξάνειν λίαν μηθένα παρὰ τὴν συμμετρίαν, ἀλλὰ μᾶλλον πειρᾶσθαι μικρὰς καὶ πολυχρονίους διδόναι τιμὰς ἢ ταχὺ μεγάλας (διαφθείρονται γάρ, καὶ φέρειν οὐ παντὸς ἀνδρὸς εὐτυχίαν), εἰ δὲ μή, μή τοί γʼ ἀθρόας δόντας ἀφαιρεῖσθαι πάλιν ἀθρόας, ἀλλʼ ἐκ προσαγωγῆς·
在民主制、寡头制以及任何政体中,一个共同的原则是:不要让任何一个人的势力分不相称地过度膨胀,而应尽可能给予小而长期的荣誉,而不是迅速给予重大的荣誉(因为人容易腐败,并非所有人端能承受好运带来的考验);否则,至少不要在一次性给予之后又一次性剥夺,而应当逐步进行。
καὶ μάλιστα μὲν πειρᾶσθαι τοῖς νόμοις οὕτω ῥυθμίζειν ὥστε μηδένα ἐγγίγνεσθαι πολὺ ὑπερέχοντα δυνάμει μήτε φίλων μήτε χρημάτων, εἰ δὲ μή, ἀποδημητικὰς ποιεῖσθαι τὰς παραστάσεις αὐτῶν.
最重要的是,应当通过法律进行调整,使任何人都不会在势力上(无论是朋友还是财富)过于突出;否则,应当让他们的国外出境安排(parastaseis)得以实行。
ἐπεὶ δὲ καὶ διὰ τοὺς ἰδίους βίους νεωτερίζουσιν, δεῖ ἐμποιεῖν ἀρχήν τινα τὴν ἐποψομένην τοὺς ζῶντας ἀσυμφόρως πρὸς τὴν πολιτείαν, ἐν μὲν δημοκρατίᾳ πρὸς τὴν δημοκρατίαν, ἐν δὲ ὀλιγαρχίᾳ πρὸς τὴν ὀλιγαρχίαν, ὁμοίως δὲ καὶ τῶν ἄλλων πολιτειῶν ἑκάστῃ·
既然人们也会因为私生活的原因而图谋变革,就需要设立某种官职,来监督那些生活方式与政体不相容的人——在民主制中针对民主制,在寡头制中针对寡头制,其他各政体也同样如此。
καὶ τὸ εὐημεροῦν δὲ τῆς πόλεως ἀνὰ μέρος φυλάττεσθαι διὰ τὰς αὐτὰς αἰτίας·
基于同样的原因,也必须轮流防范城邦中某一部分人的过度繁荣。
τούτου δʼ ἄκος τὸ αἰεὶ τοῖς ἀντικειμένοις μορίοις ἐγχειρίζειν τὰς πράξεις καὶ τὰς ἀρχάς (λέγω δʼ ἀντικεῖσθαι τοὺς ἐπιεικεῖς τῷ πλήθει, καὶ τοὺς ἀπόρους τοῖς εὐπόροις), καὶ τὸ πειρᾶσθαι ἢ συμμιγνύναι τὸ τῶν ἀπόρων πλῆθος καὶ τὸ τῶν εὐπόρων ἢ τὸ μέσον αὔξειν (τοῦτο γὰρ διαλύει τὰς διὰ τὴν ἀνισότητα στάσεις).
对此的药方是,始终把事务和官职委任给对立的部分(我所说的对立,是指名门望族与大众、贫困者与富裕者),并努力将贫民大众与富裕者融合,或者增加中间阶级(因为这能消除因不平等而引起的内讧)。
μέγιστον δὲ ἐν πάσῃ πολιτείᾳ τὸ καὶ τοῖς νόμοις καὶ τῇ ἄλλῃ οἰκονομίᾳ οὕτω τετάχθαι ὥστε μὴ εἶναι τὰς ἀρχὰς κερδαίνειν.
在所有政体中,最重要的是,法律和其他行政管理应当如此规定,使得官职不能成为谋利的工具。
τοῦτο δὲ μάλιστα ἐν ταῖς ὀλιγαρχικαῖς δεῖ τηρεῖν.
这一点在寡头政体中尤其需要注意。
οὐ γὰρ οὕτως ἀγανακτοῦσιν εἰργόμενοι τοῦ ἄρχειν οἱ πολλοί, ἀλλὰ καὶ χαίρουσιν ἐάν τις ἐᾷ πρὸς τοῖς ἰδίοις σχολάζειν, ὥστʼ ἐὰν οἴωνται τὰ κοινὰ κλέπτειν τοὺς ἄρχοντας, τότε γʼ ἀμφότερα λυπεῖ, τό τε τῶν τιμῶν μὴ μετέχειν καὶ τὸ τῶν κερδῶν·
因为大众被排除在统治之外时并不那么愤慨,如果让他们有闲暇顾及私人事务,他们甚至会感到高兴;但如果他们认为执政者在侵吞公款,那么这两件事就会让他们感到痛苦,即既不能分享荣誉,又不能分享利益。
μοναχῶς δὲ καὶ ἐνδέχεται ἅμα εἶναι δημοκρατίαν καὶ ἀριστοκρατίαν, εἰ τοῦτο κατασκευάσειέ τις.
只有通过这种方式,才能同时实现民主制和贵族制,如果有人能这样安排的话。
§5.1309aἐνδέχοιτο γὰρ ἂν καὶ τοὺς γνωρίμους καὶ τὸ πλῆθος ἔχειν ἃ βούλονται ἀμφοτέρους.
因为这样名门望族和大众就都能各得其所。
τὸ μὲν γὰρ ἐξεῖναι πᾶσιν ἄρχειν δημοκρατικόν, τὸ δὲ τοὺς γνωρίμους εἶναι ἐν ταῖς ἀρχαῖς ἀριστοκρατικόν, τοῦτο δʼ ἔσται ὅταν μὴ ᾖ κερδαίνειν ἀπὸ τῶν ἀρχῶν·
因为人人皆可执政是民主的,而名门望族担任官职是贵族的,这在无法通过官职谋利时就会实现。
οἱ γὰρ ἄποροι οὐ βουλήσονται ἄρχειν τῷ μηδὲν κερδαίνειν, ἀλλὰ πρὸς τοῖς ἰδίοις εἶναι μᾶλλον, οἱ δὲ εὔποροι δυνήσονται διὰ τὸ μηδενὸς προσδεῖσθαι τῶν κοινῶν·
因为穷人由于无利可图而不想执政,更愿意顾及私人事务,而富人则因为不需要公家资助而能够执政。
ὥστε συμβήσεται τοῖς μὲν ἀπόροις γίγνεσθαι εὐπόροις διὰ τὸ διατρίβειν πρὸς τοῖς ἔργοις, τοῖς δὲ γνωρίμοις μὴ ἄρχεσθαι ὑπὸ τῶν τυχόντων.
这样做的结果是,穷人由于专注于工作而变得富裕,名门望族也不会被平庸之辈所统治。
τοῦ μὲν οὖν μὴ κλέπτεσθαι τὰ κοινὰ ἡ παράδοσις γιγνέσθω τῶν χρημάτων παρόντων πάντων τῶν πολιτῶν, καὶ ἀντίγραφα κατὰ φατρίας καὶ λόχους καὶ φυλὰς τιθέσθωσαν·
为了防止侵吞公款,财产的交接应当在全体公民都在场的情况下进行,并按胞族、连队和部落保存副本。
τοῦ δὲ ἀκερδῶς ἄρχειν τιμὰς εἶναι δεῖ νενομοθετημένας τοῖς εὐδοκιμοῦσιν.
为了实行无利可图的统治,应当立法为表现优异者规定荣誉。
δεῖ δʼ ἐν μὲν ταῖς δημοκρατίαις τῶν εὐπόρων φείδεσθαι, μὴ μόνον τῷ τὰς κτήσεις μὴ ποιεῖν ἀναδάστους, ἀλλὰ μηδὲ τοὺς καρπούς, ὃ ἐν ἐνίαις τῶν πολιτειῶν λανθάνει γιγνόμενον, βέλτιον δὲ καὶ βουλομένους κωλύειν λειτουργεῖν τὰς δαπανηρὰς μὲν μὴ χρησίμους δὲ λειτουργίας, οἷον χορηγίας καὶ λαμπαδαρχίας καὶ ὅσαι ἄλλαι τοιαῦται·
在民主制中,应当保护富人,不仅不应对其财产进行重新分配,甚至也不应对其收割的果实进行重新分配——这在某些政体中是在不知不觉中发生的——最好还要阻止他们承担那些耗资巨大但无用武之地的公共服务(雷托尔基亚),即使他们自愿如此,例如合唱班和火炬赛跑以及其他此类服务。
ἐν δʼ ὀλιγαρχίᾳ τῶν ἀπόρων ἐπιμέλειαν ποιεῖσθαι πολλήν, καὶ τὰς ἀρχὰς ἀφʼ ὧν λήμματα ἔστι τούτοις ἀπονέμειν, κἄν τις ὑβρίσῃ τῶν εὐπόρων εἰς τούτους, μείζω τὰ ἐπιτίμια εἶναι ἢ ἂν σφῶν αὐτῶν, καὶ τὰς κληρονομίας μὴ κατὰ δόσιν εἶναι ἀλλὰ κατὰ γένος, μηδὲ πλειόνων ἢ μιᾶς τὸν αὐτὸν κληρονομεῖν.
相反,在寡头制中,应当极大地关照穷人,并将可以获得收益的官职分配给他们;如果富人中有谁对穷人施以暴行,所受惩罚应当比对他们同类施暴时更重;继承不应通过赠与,而应通过宗族血统进行,且同一人不得继承超过一份的遗产。
οὕτω γὰρ ἂν ὁμαλώτεραι αἱ οὐσίαι εἶεν καὶ τῶν ἀπόρων εἰς εὐπορίαν ἂν καθίσταιντο πλείους.
因为这样财产就会更加均衡,更多的穷人就能安居乐业。
συμφέρει δὲ καὶ ἐν δημοκρατίᾳ καὶ ἐν ὀλιγαρχίᾳ τῶν ἄλλων ἢ ἰσότητα ἢ προεδρίαν νέμειν τοῖς ἧττον κοινωνοῦσι τῆς πολιτείας, ἐν μὲν δήμῳ τοῖς εὐπόροις, ἐν δʼ ὀλιγαρχίᾳ τοῖς ἀπόροις, πλὴν ὅσαι ἀρχαὶ κύριαι τῆς πολιτείας, ταύτας δὲ τοῖς ἐκ τῆς πολιτείας ἐγχειρίζειν μόνοις ἢ πλείοσιν.
在民主制和寡头制中,对于较少参与政体的人,在其他事务上分配平等或优先权是有利的,在民主制中分配给富人,在寡头制中分配给穷人,但掌握政体最高权力的官职除外,这些官职必须仅委托给来自政体内部的人,或者他们之中的多数人。
τρία δέ τινα χρὴ ἔχειν τοὺς μέλλοντας ἄρξειν τὰς κυρίας ἀρχάς, πρῶτον μὲν φιλίαν πρὸς τὴν καθεστῶσαν πολιτείαν, ἔπειτα δύναμιν μεγίστην τῶν ἔργων τῆς ἀρχῆς, τρίτον δʼ ἀρετὴν καὶ δικαιοσύνην ἐν ἑκάστῃ πολιτείᾳ τὴν πρὸς τὴν πολιτείαν (εἰ γὰρ μὴ ταὐτὸν τὸ δίκαιον κατὰ πάσας τὰς πολιτείας, ἀνάγκη καὶ τῆς δικαιοσύνης εἶναι διαφοράς).
准备担任最高权力官职的人必须具备三个条件:第一,对现存政体的忠诚;第二,具有履行官职职责的最大能力;第三,在每种政体中,具备适合于该政体的德性和正义(因为如果正义在所有政体中都不相同,那么正义也必然存在差异)。
ἔχει δʼ ἀπορίαν, ὅταν μὴ συμβαίνῃ ταῦτα πάντα περὶ τὸν αὐτόν, πῶς χρὴ ποιεῖσθαι τὴν αἵρεσιν·
然而,当这些条件不能同时具备于同一人身上时,如何进行选择便成了一个难题。

词汇与语法注释

  1. 1308b3κἂν ᾖ πολλαπλάσιον ἢ πολλοστημόριον τοῦ πρότερον — 由连词 κἄν(καὶ ἐάν)引导的条件从句。主句采用宾格加不定式结构“νόμον εἶναι”(应当有法律规定),它从属于上下文省略的非人称动词(如 δεῖ)。“τοῦ πρότερον”是比较属格,指代前一次的财产估价额。
  2. 1308b19ἀποδημητικὰς ποιεῖσθαι τὰς παραστάσεις αὐτῶν — 名词“παράστασις”指身边的支持势力或党派,与形容词“ἀποδημητικός”(旅行的、移居国外的)连用,意为使那些势力过于庞大者的支持基盘“转移到国外”(即予以排除或驱逐)。动词“ποιεῖσθαι”表示实施这一行为。
  3. 1308b24τὸ εὐημεροῦν δὲ τῆς πόλεως ἀνὰ μέρος φυλάττεσθαι — “τὸ εὐημεροῦν”(繁荣的部分)是“φυλάττεσθαι”在语义上的主语或宾语。此处将“φυλάττεσθαι”解释为被动不定式,即“城邦中过度繁荣的部分应该轮流受到防范(以防失衡)”,这与后文提出的将官职委任给对立集团的药方相一致。
  4. 1309a15τῶν εὐπόρων φείδεσθαι, μὴ μόνον τῷ τὰς κτήσεις μὴ ποιεῖν ἀναδάστους — 动词“φείδεσθαι”支配属格(τῶν εὐπόρων),意为“保护富人”或“对富人宽容”。带与格冠词的不定式短语“τῷ... μὴ ποιεῖν”表示手段或方法(“通过不使……”)。双重否定“μὴ μόνον... μὴ ποιεῖν”强调,不仅不能重新分配他们的财产,甚至也不能重新分配他们的收成,以此来保护他们。

引用这一段

亚里士多德, 政治学 §5.1308b-5.1309a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1308b-5.1309a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。