§5.1305bἔχει δὲ καὶ ἡ ἐξ ἄλλων ἀρχὴ στάσεως διαφοράς.
他方、他の人々に端を発する内紛の始まりにも、さまざまな違いがある。
ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων δʼ ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφόδρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβηκεν·
というのも、ある時には、名誉職(官職)に就いている人々が極めて少数である場合、官職に就いてはいない富裕層自身の中から国制の打倒が生じるからである。 例えば、マッサリアやイストロス、ヘラクレイア、その他のポリスで生じたように。
οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετέλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δʼ οἱ νεώτεροι πάλιν·
というのも、官職にあずかっていない者たちが国制を動揺させ、ついには、まず[兄弟のうちの]年長の兄弟たちが、次いで後にはまた年少の兄弟たちが官職を分かち合うようになったからである。
οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πατήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ ὁ πρεσβύτερος καὶ ὁ νεώτερος ἀδελφός·
というのも、ある場所では父と子が同時に統治することはなく、またある場所では年長の兄弟と年少の兄弟が同時に統治することはないからである。
καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ἡ ὀλιγαρχία, ἐν Ἴστρῳ δʼ εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δʼ ἐξ ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν·
そして、あるところでは寡頭政がより共和政的になり、イストロスでは最終的に民主政へと至り、ヘラクレイアではより少数の者から六百人の手に移行した。
μετέβαλε δὲ καὶ ἐν Κνίδῳ ἡ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ, υἱὸν μὴ μετέχειν, μηδʼ εἰ πλείους ἀδελφοί, ἀλλʼ ἢ τὸν πρεσβύτατον·
また、クニドスにおいても、名士たち自身が、あずかる者が少数であること、そして既に述べられたように、もし父があずかれば子はあずからず、また複数の兄弟がいる場合も最年長者以外はあずかれないということのために、互いに内紛を起こした結果、寡頭政が変化した。
ἐπιλαβόμενος γὰρ στασιαζόντων ὁ δῆμος, καὶ λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν, ἀσθενὲς γὰρ τὸ στασιάζον·
というのも、民衆は彼らが内紛を起こしているのに乗じ、名士たちの中から指導者を擁立して、襲撃して勝利を収めたからである。 なぜなら、内紛状態にあるものは脆弱だからである。
καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καίπερ καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ τὸ ὑπʼ ὀλίγων ἄρχεσθαι ἀγανακτῶν ὁ δῆμος μετέβαλε τὴν πολιτείαν.
また、古代のエリュトリアイにおいて、バシリダイの寡頭政のもとで、国制に携わる人々が見事に国政を配慮していたにもかかわらず、少数の者たちによって支配されていることに憤慨した民衆は、国制を変化させた。
κινοῦνται δʼ αἱ ὀλιγαρχίαι ἐξ αὑτῶν καὶ διὰ φιλονεικίαν δημαγωγούντων (ἡ δημαγωγία δὲ διττή, ἡ μὲν ἐν αὐτοῖς τοῖς ὀλίγοις—ἐγγίγνεται γὰρ δημαγωγὸς κἂν πάνυ ὀλίγοι ὦσιν, οἷον ἐν τοῖς Τριάκοντα Ἀθήνησιν οἱ περὶ Χαρικλέα ἴσχυσαν τοὺς Τριάκοντα δημαγωγοῦντες, καὶ ἐν τοῖς Τετρακοσίοις οἱ περὶ Φρύνιχον τὸν αὐτὸν τρόπον— ἡ δʼ ὅταν τὸν ὄχλον δημαγωγῶσιν οἱ ἐν τῇ ὀλιγαρχίᾳ ὄντες, οἷον ἐν Λαρίσῃ οἱ πολιτοφύλακες διὰ τὸ αἱρεῖσθαι αὐτοὺς τὸν ὄχλον ἐδημαγώγουν, καὶ ἐν ὅσαις ὀλιγαρχίαις οὐχ οὗτοι αἱροῦνται τὰς ἀρχὰς ἐξ ὧν οἱ ἄρχοντές εἰσιν, ἀλλʼ αἱ μὲν ἀρχαὶ ἐκ τιμημάτων μεγάλων εἰσὶν ἢ ἑταιριῶν, αἱροῦνται δʼ οἱ ὁπλῖται ἢ ὁ δῆμος, ὅπερ ἐν Ἀβύδῳ συνέβαινεν, καὶ ὅπου τὰ δικαστήρια μὴ ἐκ τοῦ πολιτεύματός ἐστι—δημαγωγοῦντες γὰρ πρὸς τὰς κρίσεις μεταβάλλουσι τὴν πολιτείαν, ὅπερ καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ ἐν τῷ Πόντῳ—ἔτι δʼ ὅταν ἔνιοι εἰς ἐλάττους ἕλκωσι τὴν ὀλιγαρχίαν·
また、寡頭政は、デマゴーグたちの競い合いによって、内部からも揺り動かされる。 扇動には二通りある。 一つは、少数者たち自身の内部におけるものである。 というのも、たとえ極めて少数であってもデマゴーグは現れるからである。 例えば、アテナイの三十人政権において、カリクレスの一派が三十人を扇動することによって勢力を得たことや、四百人政権においてフリュニコスの一派が同様の方法をとったことがそうである。 もう一つは、寡頭政の構成員たちが群衆を扇動する場合である。 例えば、ラリサにおいて、国境守備兵たちが、自分たちを群衆が選出するという理由で群衆を扇動したことや、また、官職にある者たちの出身母体となる人々が官職を選出するのではなく、官職自体は高額の財産資格や結社から選ばれるものの、重装歩兵や民衆がこれを選出するようなあらゆる寡頭政において生じること(これがアビュドスで起こっていたことである)、そして、裁判所が国制の構成員から構成されていない場所がそうである。 なぜなら、彼らは裁判に向けて扇動を行うことによって、国制を変化させるからである。 これがポントスのヘラクレイアでも生じたことである。 さらに、ある人々が寡頭政をより少数の者の支配へと引っ張っていこうとする場合である。
οἱ γὰρ τὸ ἴσον ζητοῦντες ἀναγκάζονται βοηθὸν ἐπαγαγέσθαι τὸν δῆμον).
なぜなら、平等を求める人々が、民衆を味方として引き入れることを余儀なくされるからである。
γίνονται δὲ μεταβολαὶ τῆς ὀλιγαρχίας καὶ ὅταν ἀναλώσωσι τὰ ἴδια ζῶντες ἀσελγῶς·
また、寡頭政の変革は、支配層の者たちが放蕩に暮らして私財を使い果たしたときにも生じる。
καὶ γὰρ οἱ τοιοῦτοι καινοτομεῖν ζητοῦσι, καὶ ἢ τυραννίδι ἐπιτίθενται αὐτοὶ ἢ κατασκευάζουσιν ἕτερον
というのも、そのような者たちは新制度の導入を求め、自ら僭主政を樹立しようと襲撃するか、あるいは