§5.1305bἔχει δὲ καὶ ἡ ἐξ ἄλλων ἀρχὴ στάσεως διαφοράς.
另一方面,源于其他人的内讧起因也存在着差异。
ὁτὲ μὲν γὰρ ἐξ αὐτῶν τῶν εὐπόρων, οὐ τῶν ὄντων δʼ ἐν ταῖς ἀρχαῖς, γίγνεται κατάλυσις, ὅταν ὀλίγοι σφόδρα ὦσιν οἱ ἐν ταῖς τιμαῖς, οἷον ἐν Μασσαλίᾳ καὶ ἐν Ἴστρῳ καὶ ἐν Ἡρακλείᾳ καὶ ἐν ἄλλαις πόλεσι συμβέβηκεν· οἱ γὰρ μὴ μετέχοντες τῶν ἀρχῶν ἐκίνουν, ἕως μετέλαβον οἱ πρεσβύτεροι πρότερον τῶν ἀδελφῶν, ὕστερον δʼ οἱ νεώτεροι πάλιν· οὐ γὰρ ἄρχουσιν ἐνιαχοῦ μὲν ἅμα πατήρ τε καὶ υἱός, ἐνιαχοῦ δὲ ὁ πρεσβύτερος καὶ ὁ νεώτερος ἀδελφός· καὶ ἔνθα μὲν πολιτικωτέρα ἐγένετο ἡ ὀλιγαρχία, ἐν Ἴστρῳ δʼ εἰς δῆμον ἀπετελεύτησεν, ἐν Ἡρακλείᾳ δʼ ἐξ ἐλαττόνων εἰς ἑξακοσίους ἦλθεν·
因为有时,当担任公职的人极少时,颠覆政体的行动会从那些未在任的名门显贵自身中产生,正如在马萨利亚、伊斯特罗斯、赫拉克莱亚以及其他城邦所发生的那样;因为那些没有参与官职的人不断煽动变革,直到首先是兄弟中较年长者、随后又是较年轻者重新分得了官职;因为在某些地方,父亲和儿子不能同时执政,在另一些地方,年长和年轻的兄弟也不能同时执政;在一些地方,寡头政体变得更具公民共和性质,而在伊斯特罗斯,它最终演变成了民主政体,在赫拉克莱亚,它则由极少数人的统治扩大到了六百人。
μετέβαλε δὲ καὶ ἐν Κνίδῳ ἡ ὀλιγαρχία στασιασάντων τῶν γνωρίμων αὐτῶν πρὸς αὑτοὺς διὰ τὸ ὀλίγους μετέχειν καί, καθάπερ εἴρηται, εἰ πατήρ, υἱὸν μὴ μετέχειν, μηδʼ εἰ πλείους ἀδελφοί, ἀλλʼ ἢ τὸν πρεσβύτατον· ἐπιλαβόμενος γὰρ στασιαζόντων ὁ δῆμος, καὶ λαβὼν προστάτην ἐκ τῶν γνωρίμων, ἐπιθέμενος ἐκράτησεν, ἀσθενὲς γὰρ τὸ στασιάζον·
在克尼多斯,寡头政体也发生了变革,因为名门显贵们自身之间发生了内讧,起因是参与政权的人太少,而且正如已经说过的,如果父亲参与了政权,儿子就不能参与,即使有几个兄弟,除了最年长者外其他人也不能参与;因为平民趁着他们内讧之机,从显贵中推举了一位领袖,发动袭击并取得了胜利,因为处于内讧中的势力是软弱的。
καὶ ἐν Ἐρυθραῖς δὲ ἐπὶ τῆς τῶν Βασιλιδῶν ὀλιγαρχίας ἐν τοῖς ἀρχαίοις χρόνοις, καίπερ καλῶς ἐπιμελομένων τῶν ἐν τῇ πολιτείᾳ, ὅμως διὰ τὸ ὑπʼ ὀλίγων ἄρχεσθαι ἀγανακτῶν ὁ δῆμος μετέβαλε τὴν πολιτείαν.
在古代的埃里特莱,在巴西里代家族的寡头统治时期,尽管执政者们把国政治理得很好,但平民仍因不满于少数人的统治而变革了政体。
κινοῦνται δʼ αἱ ὀλιγαρχίαι ἐξ αὑτῶν καὶ διὰ φιλονεικίαν δημαγωγούντων (ἡ δημαγωγία δὲ διττή, ἡ μὲν ἐν αὐτοῖς τοῖς ὀλίγοις—ἐγγίγνεται γὰρ δημαγωγὸς κἂν πάνυ ὀλίγοι ὦσιν, οἷον ἐν τοῖς Τριάκοντα Ἀθήνησιν οἱ περὶ Χαρικλέα ἴσχυσαν τοὺς Τριάκοντα δημαγωγοῦντες, καὶ ἐν τοῖς Τετρακοσίοις οἱ περὶ Φρύνιχον τὸν αὐτὸν τρόπον— ἡ δʼ ὅταν τὸν ὄχλον δημαγωγῶσιν οἱ ἐν τῇ ὀλιγαρχίᾳ ὄντες, οἷον ἐν Λαρίσῃ οἱ πολιτοφύλακες διὰ τὸ αἱρεῖσθαι αὐτοὺς τὸν ὄχλον ἐδημαγώγουν, καὶ ἐν ὅσαις ὀλιγαρχίαις οὐχ οὗτοι αἱροῦνται τὰς ἀρχὰς ἐξ ὧν οἱ ἄρχοντές εἰσιν, ἀλλʼ αἱ μὲν ἀρχαὶ ἐκ τιμημάτων μεγάλων εἰσὶν ἢ ἑταιριῶν, αἱροῦνται δʼ οἱ ὁπλῖται ἢ ὁ δῆμος, ὅπερ ἐν Ἀβύδῳ συνέβαινεν, καὶ ὅπου τὰ δικαστήρια μὴ ἐκ τοῦ πολιτεύματός ἐστι—δημαγωγοῦντες γὰρ πρὸς τὰς κρίσεις μεταβάλλουσι τὴν πολιτείαν, ὅπερ καὶ ἐν Ἡρακλείᾳ ἐγένετο τῇ ἐν τῷ Πόντῳ—ἔτι δʼ ὅταν ἔνιοι εἰς ἐλάττους ἕλκωσι τὴν ὀλιγαρχίαν· οἱ γὰρ τὸ ἴσον ζητοῦντες ἀναγκάζονται βοηθὸν ἐπαγαγέσθαι τὸν δῆμον).
寡头政体也会因为那些充当煽动者之人的竞争而自内部发生动摇。 而煽动活动有两种:一种是在少数人自身内部——因为即使在极少数人中也会产生煽动者,例如在雅典的三十人政权中,哈里克利斯及其同伙通过向三十人进行煽动而获得了势力,而在四百人政权中,弗里尼库斯及其同伙也以同样的方式行事——另一种是当处于寡头政体中的成员向群众进行煽动时,例如在拉里萨,公民卫兵们因为是由群众选举出来的,所以向群众进行煽动;而在所有那些并非由执政官出身的成员选举出官职、而是官职本身来自高额财产资格或政治结社,但由重装步兵或平民来进行选举的寡头国制中(这正是阿拜多斯所发生的情况),以及在法庭成员并非来自统治阶层的地方——因为他们为了诉讼审判而向群众煽动,从而变革了政体,这同样发生在黑海的赫拉克莱亚——此外,当有些人企图将寡头政体收缩到更少数人的统治时;因为那些寻求平等的人被迫引入平民作为盟友。
γίνονται δὲ μεταβολαὶ τῆς ὀλιγαρχίας καὶ ὅταν ἀναλώσωσι τὰ ἴδια ζῶντες ἀσελγῶς· καὶ γὰρ οἱ τοιοῦτοι καινοτομεῖν ζητοῦσι, καὶ ἢ τυραννίδι ἐπιτίθενται αὐτοὶ ἢ κατασκευάζουσιν ἕτερον
此外,当统治集团的某些人因荒淫无度而耗尽了个人私产时,也会发生寡头政体的变革;因为此类人寻求推行变革,他们要么自己图谋建立僭主政体,要么