§5.1306a(ὥσπερ Ἱππαρῖνος Διονύσιον ἐν Συρακούσαις, καὶ ἐν Ἀμφιπόλει ᾧ ὄνομα ἦν Κλεότιμος τοὺς ἐποίκους τοὺς Χαλκιδέων ἤγαγε, καὶ ἐλθόντων διεστασίασεν αὐτοὺς πρὸς τοὺς εὐπόρους, καὶ ἐν Αἰγίνῃ ὁ τὴν πρᾶξιν τὴν πρὸς Χάρητα πράξας ἐνεχείρησε μεταβαλεῖν τὴν πολιτείαν διὰ τοιαύτην αἰτίαν)·
(例えば、シラクサにおいてヒッパリノスがディオニュシオスを[擁立した]ように。 またアムフィポリスにおいて、クレオティモスという名の者がカルキス人の入植者たちを招き入れ、彼らがやってくると彼らと富裕層との間に内紛を引き起こしたように。 さらにアイギナにおいて、ハレスに対する取引を行なった者が、同様の理由によって国制を変化させようと試みたように。
ὁτὲ μὲν οὖν ἐπιχειροῦσί τι κινεῖν, ὁτὲ δὲ κλέπτουσι τὰ κοινά, ὅθεν πρὸς αὐτοὺς στασιάζουσιν ἢ οὗτοι ἢ οἱ πρὸς τούτους μαχόμενοι κλέπτοντας, ὅπερ ἐν Ἀπολλωνίᾳ συνέβη τῇ ἐν τῷ Πόντῳ.
)したがって、ある時には彼らは国制を動揺させようと企て、またある時には公金を横領し、そこから、彼ら自身か、あるいは彼らが横領していることに対して闘う者たちが彼らに対して内紛を起こす。 これがポントスのアポロニアで生じたことである。
ὁμονοοῦσα δὲ ὀλιγαρχία οὐκ εὐδιάφθορος ἐξ αὑτῆς.
しかし、協調している寡頭政は、それ自体からは容易には崩壊しない。
σημεῖον δὲ ἡ ἐν Φαρσάλῳ πολιτεία·
その証拠がファルサロスの国制である。
ἐκεῖνοι γὰρ ὀλίγοι ὄντες πολλῶν κύριοί εἰσι διὰ τὸ χρῆσθαι σφίσιν αὐτοῖς καλῶς.
というのも、彼らは少数でありながら多くの人々を支配しているが、それは彼ら自身の間で互いに立派に振る舞っているからである。
καταλύονται δὲ καὶ ὅταν ἐν τῇ ὀλιγαρχίᾳ ἑτέραν ὀλιγαρχίαν ἐμποιῶσιν.
また、寡頭政の中に別の寡頭政を作り出すときにも、それは打倒される。
τοῦτο δʼ ἐστὶν ὅταν τοῦ παντὸς πολιτεύματος ὀλίγου ὄντος τῶν μεγίστων ἀρχῶν μὴ μετέχωσιν οἱ ὀλίγοι πάντες, ὅπερ ἐν Ἤλιδι συνέβη ποτέ·
これは、国制の構成員全体が少数であるにもかかわらず、その少数の人々全員が最高の官職にあずかっているわけではない場合に生じる。 これがかつてエリスで生じたことである。
τῆς πολιτείας γὰρ διʼ ὀλίγων οὔσης τῶν γερόντων ὀλίγοι πάμπαν ἐγίνοντο διὰ τὸ ἀιδίους εἶναι ἐνενήκοντα ὄντας, τὴν δʼ αἵρεσιν δυναστευτικὴν εἶναι καὶ ὁμοίαν τῇ τῶν ἐν Λακεδαίμονι γερόντων.
というのも、国制は少数の者によって運営されていたが、長老たちは90人であり、終身であったために極めて少数になってしまい、また選出は閥族的で、ラケダイモンの長老たちの選出に類似していたからである。
γίγνεται δὲ μεταβολὴ τῶν ὀλιγαρχιῶν καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, ἐν μὲν πολέμῳ διὰ τὴν πρὸς τὸν δῆμον ἀπιστίαν στρατιώταις ἀναγκαζομένων χρῆσθαι (ᾧ γὰρ ἂν ἐγχειρίσωσιν, οὗτος πολλάκις γίνεται τύραννος, ὥσπερ ἐν Κορίνθῳ Τιμοφάνης·
寡頭政の変化は戦争中にも平時にも生じる。 戦争中には、民衆に対する不信から、雇い兵を用いざるを得なくなることによる(というのも、彼らが[軍権を]委ねる者は、しばしば僭主となるからである。 コリントスにおけるティモファネスのように。
ἂν δὲ πλείους, οὗτοι αὑτοῖς περιποιοῦνται δυναστείαν·
また、もし複数の者に委ねるならば、彼らは自分たちのために閥族支配を確保する。
ὁτὲ δὲ ταῦτα δεδιότες μεταδιδόασι τῷ πλήθει τῆς πολιτείας διὰ τὸ ἀναγκάζεσθαι τῷ δήμῳ χρῆσθαι)·
あるいは、彼らはこうした事態を恐れて、民衆を用いざるを得ないために、群衆に国制の参政権を分け与えることもある)。
ἐν δὲ τῇ εἰρήνῃ διὰ τὴν ἀπιστίαν τὴν πρὸς ἀλλήλους ἐγχειρίζουσι τὴν φυλακὴν στρατιώταις καὶ ἄρχοντι μεσιδίῳ, ὃς ἐνίοτε γίνεται κύριος ἀμφοτέρων, ὅπερ συνέβη ἐν Λαρίσῃ ἐπὶ τῆς τῶν Ἀλευαδῶν ἀρχῆς τῶν περὶ Σῖμον, καὶ ἐν Ἀβύδῳ ἐπὶ τῶν ἑταιριῶν ὧν ἦν μία ἡ Ἰφιάδου.
平時においては、お互いに対する不信のために、警備を兵士たちと調停的な官職に委ねるが、この調停者は時に両者の主人となる。 これが、シモスの一派であるアレイアダイの支配期におけるラリサで生じたことであり、また、イフィアデスの結社がその一つであった結社たちの支配期におけるアビュドスで生じたことである。
γίνονται δὲ στάσεις καὶ ἐκ τοῦ περιωθεῖσθαι ἑτέρους ὑφʼ ἑτέρων τῶν ἐν τῇ ὀλιγαρχίᾳ αὐτῶν καὶ καταστασιάζεσθαι κατὰ γάμους ἢ δίκας, οἷον ἐκ γαμικῆς μὲν αἰτίας αἱ εἰρημέναι πρότερον (καὶ τὴν ἐν Ἐρετρίᾳ δʼ ὀλιγαρχίαν τὴν τῶν ἱππέων Διαγόρας κατέλυσεν ἀδικηθεὶς περὶ γάμον), ἐκ δὲ δικαστηρίου κρίσεως ἡ ἐν Ἡρακλείᾳ στάσις ἐγένετο καὶ ἡ ἐν Θήβαις, ἐπʼ αἰτίᾳ μοιχείας δικαίως μὲν στασιαστικῶς δὲ ποιησαμένων τὴν κόλασιν τῶν μὲν ἐν Ἡρακλείᾳ κατʼ Εὐρυτίωνος, τῶν δʼ ἐν Θήβαις κατʼ Ἀρχίου
また、内紛は、寡頭政の構成員自身の中で、ある者たちが他の者たちによって押しのけられ、婚姻や裁判をめぐって派閥争いを起こされることによっても生じる。 例えば、婚姻に関する原因からは、先に述べられたものがある(また、エレトリアにおける騎士たちの寡頭政を、ディアゴラスは婚姻に関して不当な扱いを受けたために打倒した)。 また、裁判所の判決からは、ヘラクレイアやテーバイにおける内紛が生じた。 これらは、姦通の罪に関して、処罰を、正当ではあったが派閥的な方法で行ったことによるものであり、ヘラクレイアにおける人々はエウリュティオンに対して、テーバイにおける人々はアルキアスに対してそれを行った。
§5.1306b(ἐφιλονείκησαν γὰρ αὐτοὺς οἱ ἐχθροὶ ὥστε δεθῆναι ἐν ἀγορᾷ ἐν τῷ κύφωνι).
(というのも、彼らの敵たちは、彼らが広場で首枷をはめられて拘束されるように執拗に争ったからである。
πολλαὶ δὲ καὶ διὰ τὸ ἄγαν δεσποτικὰς εἶναι τὰς ὀλιγαρχίας ὑπὸ τῶν ἐν τῇ πολιτείᾳ τινῶν δυσχερανάντων κατελύθησαν, ὥσπερ ἡ ἐν Κνίδῳ καὶ ἡ ἐν Χίῳ ὀλιγαρχία.
)また、多くの寡頭政が、あまりに支配的であるために、国制内の特定の人々が反発したことによって打倒された。 例えば、クニドスやキオスにおける寡頭政のように。
γίγνονται δὲ καὶ ἀπὸ συμπτώματος μεταβολαὶ καὶ τῆς καλουμένης πολιτείας καὶ τῶν ὀλιγαρχιῶν ἐν ὅσαις ἀπὸ τιμήματος βουλεύουσι καὶ δικάζουσι καὶ τὰς ἄλλας ἀρχὰς ἄρχουσιν.
また、偶然の出来事からも、いわゆるポリティア(共和政)や、財産資格に基づいて審議し、裁判し、その他の官職を務めるような寡頭政において、変革が生じる。
πολλάκις γὰρ τὸ ταχθὲν πρῶτον τίμημα πρὸς τοὺς παρόντας καιρούς, ὥστε μετέχειν ἐν μὲν τῇ ὀλιγαρχίᾳ ὀλίγους ἐν δὲ τῇ πολιτείᾳ τοὺς μέσους, εὐετηρίας γιγνομένης διʼ εἰρήνην ἢ διʼ ἄλλην τινʼ εὐτυχίαν συμβαίνει πολλαπλασίου γίγνεσθαι τιμήματος ἀξίας τὰς αὐτὰς κτήσεις, ὥστε πάντας πάντων μετέχειν, ὁτὲ μὲν ἐκ προσαγωγῆς καὶ κατὰ μικρὸν γινομένης τῆς μεταβολῆς καὶ λανθανούσης, ὁτὲ δὲ καὶ θᾶττον.
というのも、当初にその時の状況に応じて定められた財産資格は、寡頭政においては少数の者が、ポリティアにおいては中産階級が参政権を持つようにするためのものであるが、平和やその他の幸運によって繁栄が生じると、同じ所有財産が何倍もの財産価値を持つようになり、その結果、全員がすべての参政権を得るようになるからである。 ある時には、変革が徐々に、かつ少しずつ生じて気づかれないうちに進行し、またある時には、より急速に生じる。
αἱ μὲν οὖν ὀλιγαρχίαι μεταβάλλουσι καὶ στασιάζουσι διὰ τοιαύτας αἰτίας (ὅλως δὲ καὶ αἱ δημοκρατίαι καὶ αἱ ὀλιγαρχίαι ἐξίστανται ἐνίοτε οὐκ εἰς τὰς ἐναντίας πολιτείας ἀλλʼ εἰς τὰς ἐν τῷ αὐτῷ γένει, οἷον ἐκ τῶν ἐννόμων δημοκρατιῶν καὶ ὀλιγαρχιῶν εἰς τὰς κυρίους καὶ ἐκ τούτων εἰς ἐκείνας).
さて、寡頭政はこのような原因によって変化し、内紛を起こす(総じて、民主政も寡頭政も、時には反対の国制ではなく、同じ種類の中での国制へと移行することがある。 例えば、法に準拠する民主政や寡頭政から、支配者たちの恣意による絶対的なものへ、またこれらから前者へと移行するように)。
ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας, διὰ τὸ καὶ τὴν ἀριστοκρατίαν ὀλιγαρχίαν εἶναί πως (ἐν ἀμφοτέραις γὰρ ὀλίγοι οἱ ἄρχοντες, οὐ μέντοι διὰ ταὐτὸν ὀλίγοι)·
他方、貴族政における内紛は、一方では、名誉にあずかる者が少数であることによって生じるが、これは寡頭政をも動揺させると言われたことと同じである。 それは、貴族政もまたある意味で寡頭政であるからである(なぜなら、両者において支配者は少数であるが、ただし同じ理由で少数なのではないからである)。
ἐπεὶ δοκεῖ γε διὰ ταῦτα καὶ ἡ ἀριστοκρατία ὀλιγαρχία εἶναι.
それゆえ、まさにこれらの理由によって貴族政も寡頭政であると思われるのである。
μάλιστα δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον ὅταν ᾖ τι πλῆθος τῶν πεφρονηματισμένων ὡς ὁμοίων κατʼ ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρθενίαι (ἑκ τῶν ὁμοίων γὰρ ἦσαν), οὓς φωράσαντες ἐπιβουλεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς, ἢ ὅταν τινὲς ἀτιμάζωνται μεγάλοι ὄντες καὶ μηθενὸς ἥττους κατʼ ἀρετὴν ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδρος ὑπὸ τῶν βασιλέων, ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχῃ τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴν ἐπʼ Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας·
特にこれが生じざるを得ないのは、徳において同等であるとしてプライドを抱く人々が多数存在する場合である。 例えば、ラケダイモンにおいて、いわゆるパルテニアイ(彼らは「同等の者たち」から生まれた者たちであった)がそうである。 彼らが陰謀を企てているのを発見されると、彼らをタラスの入植者として送り出した。 あるいは、偉大であり徳において誰にも劣らない一部の人々が、より名誉ある一部の人々によって軽んじられる場合である。 例えば、王たちによって軽んじられたリュサンドロスのように。 あるいは、男気のある者が名誉にあずかっていない場合である。 例えば、アゲシラオスの時代にスパルタ人に対する襲撃を組織したキナドンのように。
ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν οἱ δʼ εὐπορῶσιν (καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται·
さらに、ある人々が極めて困窮し、他の人々が富裕である場合である(そして特にこれは戦争中に生じる。
συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσηνιακὸν πόλεμον·
そしてこれも、メッセニア戦争の時期にラケダイモンで生じた。
δῆλον δὲ ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας·
これは、テュルタイオスの『エウノミア』と呼ばれる詩からも明らかである。