§5.1304aὁ μὲν γὰρ οἰωνισάμενός τι σύμπτωμα, ὡς ἦλθεν ἐπὶ τὴν νύμφην, οὐ λαβὼν ἀπῆλθεν, οἱ δʼ ὡς ὑβρισθέντες ἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντος, κἄπειτα ὡς ἱερόσυλον ἀπέκτειναν.
というのも、ある者は、花嫁を迎えに来たときに何か不吉な前兆を目にして、彼女を娶らずに立ち去り、他方、彼ら(花嫁の親族)は侮辱されたと考えて、彼が犠牲を捧げているときに神殿の財産の一部を(彼の荷物に)忍び込ませ、その後、神殿荒らしとして彼を殺害したからである。
καὶ περὶ Μυτιλήνην δὲ ἐξ ἐπικλήρων στάσεως γενομένης πολλῶν ἐγένετο ἀρχὴ κακῶν καὶ τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους, ἐν ᾧ Πάχης ἔλαβε τὴν πόλιν αὐτῶν·
またミュティレネにおいても、相続女をめぐる内紛が生じたことが、多くの災厄と、アテナイ人に対する戦争の始まりとなった。 その戦争において、パケスが彼らのポリスを占領した。
Τιμοφάνους γὰρ τῶν εὐπόρων τινὸς καταλιπόντος δύο θυγατέρας, ὁ περιωσθεὶς καὶ οὐ λαβὼν τοῖς υἱέσιν αὑτοῦ Δέξανδρος ἦρξε τῆς στάσεως καὶ τοὺς Ἀθηναίους παρώξυνε, πρόξενος ὢν τῆς πόλεως.
というのも、富裕層の一人ティモファネスが二人の娘を残して世を去ったとき、押し退けられて自分の息子たちのために彼女たちを得られなかったデクサンドロスが、内紛を引き起こし、アテナイ人たちを煽り立てたからである。 彼はアテナイのプロクセノスであった。
καὶ ἐν Φωκεῦσιν ἐξ ἐπικλήρου στάσεως γενομένης περὶ Μνασέαν τὸν Μνάσωνος πατέρα καὶ Εὐθυκράτη τὸν Ὀνομάρχου, ἡ στάσις αὕτη ἀρχὴ τοῦ ἱεροῦ πολέμου κατέστη τοῖς Φωκεῦσιν.
またフォキス人たちの間でも、相続女をめぐる内紛が、ムナソンの父ムナセアスとオノマルコスの父エウテュクラテスをめぐって生じ、この内紛がフォキス人にとって神聖戦争の始まりとなった。
μετέβαλε δὲ καὶ ἐν Ἐπιδάμνῳ ἡ πολιτεία ἐκ γαμικῶν·
またエピダムノスにおいても、婚礼の事柄から国制が変化した。
ὑπομνηστευσάμενος γάρ τις θυγατέρα, ὡς ἐζημίωσεν αὐτὸν ὁ τοῦ ὑπομνηστευθέντος πατήρ, γενόμενος τῶν ἀρχόντων, ἅτερος συμπαρέλαβε τοὺς ἐκτὸς τῆς πολιτείας ὡς ἐπηρεασθείς.
すなわち、ある者が娘を婚約させたが、婚約相手の父親が支配者の一人となったときに自分に罰金を科したので、もう一方の男は、不当な扱いを受けたとして、国制の外にある人々を味方に引き入れたのである。
μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εἰς πολιτείαν ἐκ τοῦ εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πόλεως, οἷον ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἔδοξε συντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὄχλος γενόμενος αἴτιος τῆς περὶ Σαλαμῖνα νίκης καὶ διὰ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν, καὶ ἐν Ἄργει οἱ γνώριμοι εὐδοκιμήσαντες περὶ τὴν ἐν Μαντινείᾳ μάχην τὴν πρὸς Λακεδαιμονίους ἐπεχείρησαν καταλύειν τὸν δῆμον, καὶ ἐν Συρακούσαις ὁ δῆμος αἴτιος γενόμενος τῆς νίκης τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους ἐκ πολιτείας εἰς δημοκρατίαν μετέβαλεν, καὶ ἐν Χαλκίδι Φόξον τὸν τύραννον μετὰ τῶν γνωρίμων ὁ δῆμος ἀνελὼν εὐθὺς εἴχετο τῆς πολιτείας, καὶ ἐν Ἀμβρακίᾳ πάλιν ὡσαύτως Περίανδρον συνεκβαλὼν τοῖς ἐπιθεμένοις ὁ δῆμος τὸν τύραννον εἰς ἑαυτὸν περιέστησε τὴν πολιτείαν.
また、ポリスの官職や何らかの部分が評判を高めたり増大したりすることによっても、寡頭政や民主政やポリティアへと変化する。 例えば、アレイオス・パゴスの評議会はペルシア戦争において高い評判を得たことで、国制をより緊密なものにしたと考えられた。 逆に、水兵の群衆はサラミスの勝利の要因となり、この勝利を通じて海上権力による覇権をもたらしたことで、民主政をより強力なものにした。 またアルゴスにおいては、名士たちがラケダイモン人に対するマンティネイアの戦いで高い評判を得たことで、民衆を打倒しようと企てた。 またシラクサにおいては、民衆がアテナイ人に対する戦争での勝利の要因となったことで、ポリティアから民主政へと移行した。 またカルキスにおいては、民衆が名士たちとともに僭主ポクソンを殺害した直後、自ら国制を掌握した。 またアンブラキアにおいても同様に、民衆が襲撃者たちとともに僭主ペリアンドロスを追放し、国制を自分たちの手へと移行させた。
καὶ ὅλως δὴ δεῖ τοῦτο μὴ λανθάνειν, ὡς οἱ δυνάμεως αἴτιοι γενόμενοι, καὶ ἰδιῶται καὶ ἀρχαὶ καὶ φυλαὶ καὶ ὅλως μέρος καὶ ὁποινοῦν πλῆθος, στάσιν κινοῦσιν·
そして総じて、力の要因となった者たちは、私人であれ、官職であれ、部族であれ、要するにポリスのいかなる部分であれ、いかなる群衆であれ、内紛を引き起こすということを、見過ごしてはならない。
ἢ γὰρ οἱ τούτοις φθονοῦντες τιμωμένοις ἄρχουσι τῆς στάσεως, ἢ οὗτοι διὰ τὴν ὑπεροχὴν οὐ θέλουσι μένειν ἐπὶ τῶν ἴσων.
なぜなら、彼らが名誉を得ているのを妬む者たちが内紛を始めるか、あるいは彼ら自身が優位に立っているために、対等な関係にとどまることを望まないからである。
κινοῦνται δʼ αἱ πολιτεῖαι καὶ ὅταν τἀναντία εἶναι δοκοῦντα μέρη τῆς πόλεως ἰσάζῃ ἀλλήλοις,
また、互いに反対であると思われるポリスの諸部分が、互いに釣り合っているときにも、国制は動揺する。
§5.1304bοἷον οἱ πλούσιοι καὶ ὁ δῆμος, μέσον δʼ ᾖ μηθὲν ἢ μικρὸν πάμπαν·
例えば、富裕層と民衆が拮抗し、中間層が全く存在しないか、極めてわずかである場合がそうである。
ἂν γὰρ πολὺ ὑπερέχῃ ὁποτερονοῦν τῶν μερῶν, πρὸς τὸ φανερῶς κρεῖττον τὸ λοιπὸν οὐ θέλει κινδυνεύειν.
というのも、どちらか一方の部分がはるかに優勢であれば、残された一方は明らかに優勢な相手に対して危険を冒そうとはしないからである。
διὸ καὶ οἱ κατʼ ἀρετὴν διαφέροντες οὐ ποιοῦσι στάσιν ὡς εἰπεῖν·
それゆえ、徳において傑出した者たちは、いわば内紛を起こすことがない。
ὀλίγοι γὰρ γίγνονται πρὸς πολλούς.
なぜなら、彼らは多数に対して少数だからである。
καθόλου μὲν οὖν περὶ πάσας τὰς πολιτείας αἱ ἀρχαὶ καὶ αἰτίαι τῶν στάσεων καὶ τῶν μεταβολῶν τοῦτον ἔχουσι τὸν τρόπον·
総じて、すべての国制において、内紛と変革の始まりと原因はこのようなものである。
κινοῦσι δὲ τὰς πολιτείας ὁτὲ μὲν διὰ βίας ὁτὲ δὲ διʼ ἀπάτης, διὰ βίας μὲν ἢ εὐθὺς ἐξ ἀρχῆς ἢ ὕστερον ἀναγκάζοντες.
人々は国制を時に暴力によって、時に欺瞞によって動揺させるが、暴力による場合は、最初から直ちにか、あるいは後になって強制することによる。
καὶ γὰρ ἡ ἀπάτη διττή.
というのも、欺瞞もまた二通りあるからである。
ὁτὲ μὲν γὰρ ἐξαπατήσαντες τὸ πρῶτον ἑκόντων μεταβάλλουσι τὴν πολιτείαν, εἶθʼ ὕστερον βίᾳ κατέχουσιν ἀκόντων, οἷον ἐπὶ τῶν Τετρακοσίων τὸν δῆμον ἐξηπάτησαν φάσκοντες τὸν βασιλέα χρήματα παρέξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, ψευσάμενοι δὲ κατέχειν ἐπειρῶντο τὴν πολιτείαν·
すなわち、ある時には、最初に欺くことによって、人々が同意しているうちに国制を変化させ、その後、彼らが同意していないのに暴力で支配を維持する。 例えば「四百人」のとき、ラケダイモン人との戦争のためにペルシア王が資金を提供すると言って民衆を欺いたが、その嘘が明らかになった後も、彼らは国制を維持しようとした。
ὁτὲ δὲ ἐξ ἀρχῆς τε πείσαντες καὶ ὕστερον πάλιν πεισθέντων ἑκόντων ἄρχουσιν αὐτῶν.
またある時には、最初から説得し、その後も再び彼らが同意して説得されている状態で、彼らを支配する。
ἁπλῶς μὲν οὖν περὶ πάσας τὰς πολιτείας ἐκ τῶν εἰρημένων συμβέβηκε γίνεσθαι τὰς μεταβολάς.
それゆえ、単純に言えば、すべての国制について、変革は今述べたようなことから生じるのである。
καθʼ ἕκαστον δʼ εἶδος πολιτείας ἐκ τούτων μερίζοντας τὰ συμβαίνοντα δεῖ θεωρεῖν.
しかし、国制の個々の形態について、生じる出来事をこれらから細分化して考察せねばならない。
αἱ μὲν οὖν δημοκρατίαι μάλιστα μεταβάλλουσι διὰ τὴν τῶν δημαγωγῶν ἀσέλγειαν·
民主政は、とりわけデマゴーグたちの放縦によって変化する。
τὰ μὲν γὰρ ἰδίᾳ συκοφαντοῦντες τοὺς τὰς οὐσίας ἔχοντας συστρέφουσιν αὐτούς (συνάγει γὰρ καὶ τοὺς ἐχθίστους ὁ κοινὸς φόβος), τὰ δὲ κοινῇ τὸ πλῆθος ἐπάγοντες.
なぜなら、彼らは一方では、財産を持つ人々を個人的に中傷することで、彼らを団結させ(共通の恐怖は、最も憎み合う者たちさえも結びつけるからである)、他方では、公的に民衆を扇動してけしかけるからである。
καὶ τοῦτο ἐπὶ πολλῶν ἄν τις ἴδοι γιγνόμενον οὕτω.
そしてこのことは、多くの例においてそのように生じているのを見ることができる。
καὶ γὰρ ἐν Κῷ ἡ δημοκρατία μετέβαλε πονηρῶν ἐγγενομένων δημαγωγῶν (οἱ γὰρ γνώριμοι συνέστησαν)·
実際、コスにおいては、悪質なデマゴーグたちが現れたために民主政が変化した(名士たちが結束したからである)。
καὶ ἐν Ῥόδῳ·
またロドスにおいても同様であった。
μισθοφοράν τε γὰρ οἱ δημαγωγοὶ ἐπόριζον, καὶ ἐκώλυον ἀποδιδόναι τὰ ὀφειλόμενα τοῖς τριηράρχοις, οἱ δὲ διὰ τὰς ἐπιφερομένας δίκας ἠναγκάσθησαν συστάντες καταλῦσαι τὸν δῆμον.
というのも、デマゴーグたちが手当を支給し、他方でトリエラルコスたちに支払われるべき返済金を支払うのを妨げたため、彼らは自分たちに提起された訴訟を恐れ、結束して民衆政を打倒せざるを得なくなったからである。
κατελύθη δὲ καὶ ἐν Ἡρακλείᾳ ὁ δῆμος μετὰ τὸν ἀποικισμὸν εὐθὺς διὰ τοὺς δημαγωγούς·
またヘラクレアにおいても、植民の直後に、デマゴーグたちのために民衆政が打倒された。
ἀδικούμενοι γὰρ ὑπʼ αὐτῶν οἱ γνώριμοι ἐξέπιπτον, ἔπειτα ἀθροισθέντες οἱ ἐκπίπτοντες καὶ κατελθόντες κατέλυσαν τὸν δῆμον.
なぜなら、名士たちが彼らから不当な扱いを受けて追放され、その後に追放された者たちが集まって帰還し、民衆政を打倒したからである。
παραπλησίως δὲ καὶ ἡ ἐν Μεγάροις κατελύθη δημοκρατία·
同様にして、メガラにおける民主政も打倒された。
οἱ γὰρ δημαγωγοί, ἵνα χρήματα ἔχωσι δημεύειν, ἐξέβαλον πολλοὺς τῶν γνωρίμων, ἕως πολλοὺς ἐποίησαν τοὺς φεύγοντας, οἱ δὲ κατιόντες ἐνίκησαν μαχόμενοι τὸν δῆμον καὶ κατέστησαν τὴν ὀλιγαρχίαν.
デマゴーグたちが、没収するための財産を得るために、名士たちの多くを追放し、ついには多くの亡命者を生み出すことになり、彼らが帰還して戦闘において民衆に勝利し、寡頭政を樹立したからである。