§5.1304aὁ μὲν γὰρ οἰωνισάμενός τι σύμπτωμα, ὡς ἦλθεν ἐπὶ τὴν νύμφην, οὐ λαβὼν ἀπῆλθεν, οἱ δʼ ὡς ὑβρισθέντες ἐνέβαλον τῶν ἱερῶν χρημάτων θύοντος, κἄπειτα ὡς ἱερόσυλον ἀπέκτειναν.
因为其中一人在去迎娶新娘时,认为看到了某种不祥的预兆,便没有娶她而离去;而女方亲族认为受到了侮辱,便在他献祭时,将神殿的部分财产偷偷塞入[他的行李中],随后以亵渎神明罪将其杀害。
καὶ περὶ Μυτιλήνην δὲ ἐξ ἐπικλήρων στάσεως γενομένης πολλῶν ἐγένετο ἀρχὴ κακῶν καὶ τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους, ἐν ᾧ Πάχης ἔλαβε τὴν πόλιν αὐτῶν·
在米蒂利尼,因继承女而产生的内讧也成为了许多灾难及对雅典人战争的开端,在这场战争中,帕克斯占领了他们的城邦。
Τιμοφάνους γὰρ τῶν εὐπόρων τινὸς καταλιπόντος δύο θυγατέρας, ὁ περιωσθεὶς καὶ οὐ λαβὼν τοῖς υἱέσιν αὑτοῦ Δέξανδρος ἦρξε τῆς στάσεως καὶ τοὺς Ἀθηναίους παρώξυνε, πρόξενος ὢν τῆς πόλεως.
因为当富人之一的提摩法尼斯留下了两个女儿时,被推开而未能为自己儿子们娶到她们的德克桑德罗斯挑起了内讧,并煽动雅典人,因为他是该城邦的“普罗克塞诺斯”(雅典代理人)。
καὶ ἐν Φωκεῦσιν ἐξ ἐπικλήρου στάσεως γενομένης περὶ Μνασέαν τὸν Μνάσωνος πατέρα καὶ Εὐθυκράτη τὸν Ὀνομάρχου, ἡ στάσις αὕτη ἀρχὴ τοῦ ἱεροῦ πολέμου κατέστη τοῖς Φωκεῦσιν.
在福基斯人中,因继承女而产生的内讧,发生在姆纳松之父姆纳塞阿斯与奥诺马尔科斯之父埃乌特尤克拉特斯之间,这场内讧成为了福基斯人“神圣战争”的开端。
μετέβαλε δὲ καὶ ἐν Ἐπιδάμνῳ ἡ πολιτεία ἐκ γαμικῶν· ὑπομνηστευσάμενος γάρ τις θυγατέρα, ὡς ἐζημίωσεν αὐτὸν ὁ τοῦ ὑπομνηστευθέντος πατήρ, γενόμενος τῶν ἀρχόντων, ἅτερος συμπαρέλαβε τοὺς ἐκτὸς τῆς πολιτείας ὡς ἐπηρεασθείς.
在埃皮达姆诺斯,政体也因婚姻之事而发生变化:有人将女儿许配给他人,当新郎的父亲成为执政者并对其处以罚金时,另一人(新娘的父亲)认为受到了无礼对待,便勾结了政体之外的人。
μεταβάλλουσι δὲ καὶ εἰς ὀλιγαρχίαν καὶ εἰς δῆμον καὶ εἰς πολιτείαν ἐκ τοῦ εὐδοκιμῆσαί τι ἢ αὐξηθῆναι ἢ ἀρχεῖον ἢ μόριον τῆς πόλεως, οἷον ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ εὐδοκιμήσασα ἐν τοῖς Μηδικοῖς ἔδοξε συντονωτέραν ποιῆσαι τὴν πολιτείαν, καὶ πάλιν ὁ ναυτικὸς ὄχλος γενόμενος αἴτιος τῆς περὶ Σαλαμῖνα νίκης καὶ διὰ ταύτης τῆς ἡγεμονίας διὰ τὴν κατὰ θάλατταν δύναμιν τὴν δημοκρατίαν ἰσχυροτέραν ἐποίησεν, καὶ ἐν Ἄργει οἱ γνώριμοι εὐδοκιμήσαντες περὶ τὴν ἐν Μαντινείᾳ μάχην τὴν πρὸς Λακεδαιμονίους ἐπεχείρησαν καταλύειν τὸν δῆμον, καὶ ἐν Συρακούσαις ὁ δῆμος αἴτιος γενόμενος τῆς νίκης τοῦ πολέμου τοῦ πρὸς Ἀθηναίους ἐκ πολιτείας εἰς δημοκρατίαν μετέβαλεν, καὶ ἐν Χαλκίδι Φόξον τὸν τύραννον μετὰ τῶν γνωρίμων ὁ δῆμος ἀνελὼν εὐθὺς εἴχετο τῆς πολιτείας, καὶ ἐν Ἀμβρακίᾳ πάλιν ὡσαύτως Περίανδρον συνεκβαλὼν τοῖς ἐπιθεμένοις ὁ δῆμος τὸν τύραννον εἰς ἑαυτὸν περιέστησε τὴν πολιτείαν.
此外,由于城邦的官职或某一部分赢得了声誉或得以扩大,政体也会向寡头政体、民主政体或“波利蒂亚”转变,正如阿雷奥帕古斯议会在希波战争中赢得声誉,被认为使政体变得更为紧密;相反,水兵大众因成为萨拉米斯战役胜利的主因,并通过这一胜利凭借海上力量获得霸权,从而使民主制变得更为强大。 在阿耳戈斯,名门显贵在对抗拉刻代蒙人的曼蒂尼亚战役中赢得声誉,企图推翻民主制;在叙拉古,平民因成为对抗雅典人战争胜利的主因,使政体由“波利蒂亚”转变为民主制;在卡尔基斯,平民与名门显贵一同杀死了僭主福克斯后,立即掌握了政体;在安布拉基亚,平民同样与袭击者一同驱逐了僭主佩里安德,将政体转移到了自己手中。
καὶ ὅλως δὴ δεῖ τοῦτο μὴ λανθάνειν, ὡς οἱ δυνάμεως αἴτιοι γενόμενοι, καὶ ἰδιῶται καὶ ἀρχαὶ καὶ φυλαὶ καὶ ὅλως μέρος καὶ ὁποινοῦν πλῆθος, στάσιν κινοῦσιν· ἢ γὰρ οἱ τούτοις φθονοῦντες τιμωμένοις ἄρχουσι τῆς στάσεως, ἢ οὗτοι διὰ τὴν ὑπεροχὴν οὐ θέλουσι μένειν ἐπὶ τῶν ἴσων.
总之,必须注意到这一点:凡是成为力量源泉的人,无论是私人、官职、部族,还是城邦的任何部分或任何群体,都会引起内讧;因为要么是那些嫉妒他们获得荣誉的人挑起内讧,要么是这些人因处于优势而不愿维持平等的地位。
κινοῦνται δʼ αἱ πολιτεῖαι καὶ ὅταν τἀναντία εἶναι δοκοῦντα μέρη τῆς πόλεως ἰσάζῃ ἀλλήλοις, §5.1304bοἷον οἱ πλούσιοι καὶ ὁ δῆμος, μέσον δʼ ᾖ μηθὲν ἢ μικρὸν πάμπαν·
当城邦中看似相反的部分相互均等,例如富人和普通平民对等,且中间阶层完全没有或极小时,政体也会发生动摇。
ἂν γὰρ πολὺ ὑπερέχῃ ὁποτερονοῦν τῶν μερῶν, πρὸς τὸ φανερῶς κρεῖττον τὸ λοιπὸν οὐ θέλει κινδυνεύειν.
因为如果其中任何一部分占据绝对优势,其余的部分就不愿向明显更强的一方冒险。
διὸ καὶ οἱ κατʼ ἀρετὴν διαφέροντες οὐ ποιοῦσι στάσιν ὡς εἰπεῖν· ὀλίγοι γὰρ γίγνονται πρὸς πολλούς.
因此,在德行上杰出的人几乎不会制造内讧;因为相对于大众而言,他们只是少数。
καθόλου μὲν οὖν περὶ πάσας τὰς πολιτείας αἱ ἀρχαὶ καὶ αἰτίαι τῶν στάσεων καὶ τῶν μεταβολῶν τοῦτον ἔχουσι τὸν τρόπον·
总之,在所有政体中,内讧和变革的开端及原因都是这样的。
κινοῦσι δὲ τὰς πολιτείας ὁτὲ μὲν διὰ βίας ὁτὲ δὲ διʼ ἀπάτης, διὰ βίας μὲν ἢ εὐθὺς ἐξ ἀρχῆς ἢ ὕστερον ἀναγκάζοντες.
人们有时通过暴力,有时通过欺骗来动摇政体,通过暴力则是指在开始时直接强制,或者在以后进行强制。
καὶ γὰρ ἡ ἀπάτη διττή.
因为欺骗也是双重的。
ὁτὲ μὲν γὰρ ἐξαπατήσαντες τὸ πρῶτον ἑκόντων μεταβάλλουσι τὴν πολιτείαν, εἶθʼ ὕστερον βίᾳ κατέχουσιν ἀκόντων, οἷον ἐπὶ τῶν Τετρακοσίων τὸν δῆμον ἐξηπάτησαν φάσκοντες τὸν βασιλέα χρήματα παρέξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, ψευσάμενοι δὲ κατέχειν ἐπειρῶντο τὴν πολιτείαν· ὁτὲ δὲ ἐξ ἀρχῆς τε πείσαντες καὶ ὕστερον πάλιν πεισθέντων ἑκόντων ἄρχουσιν αὐτῶν.
有时他们首先通过欺骗,在人们同意的情况下改变政体,随后再通过暴力在人们违背意愿的情况下维持统治,就像在“四百人”时期,他们欺骗平民说波斯国王将为对抗拉刻代蒙人的战争提供资金,但在谎言败露后,他们仍企图维持该政体;而另一些时候,他们从一开始就进行说服,随后在人们再次被说服并自愿的情况下统治他们。
ἁπλῶς μὲν οὖν περὶ πάσας τὰς πολιτείας ἐκ τῶν εἰρημένων συμβέβηκε γίνεσθαι τὰς μεταβολάς.
因此,简单来说,在所有政体中,变革都是由上述原因引起的。
καθʼ ἕκαστον δʼ εἶδος πολιτείας ἐκ τούτων μερίζοντας τὰ συμβαίνοντα δεῖ θεωρεῖν.
但根据每种政体形式,将发生的事情从这些原因中细分出来进行考察是必要的。
αἱ μὲν οὖν δημοκρατίαι μάλιστα μεταβάλλουσι διὰ τὴν τῶν δημαγωγῶν ἀσέλγειαν·
民主政体最常因煽动者的放肆而发生变革。
τὰ μὲν γὰρ ἰδίᾳ συκοφαντοῦντες τοὺς τὰς οὐσίας ἔχοντας συστρέφουσιν αὐτούς (συνάγει γὰρ καὶ τοὺς ἐχθίστους ὁ κοινὸς φόβος), τὰ δὲ κοινῇ τὸ πλῆθος ἐπάγοντες.
因为他们一方面通过在私下里诽谤财产占有者,迫使他们联合起来(因为共同的恐惧会使最敌对的人也结合在一起),另一方面在公职上引导群众。
καὶ τοῦτο ἐπὶ πολλῶν ἄν τις ἴδοι γιγνόμενον οὕτω.
这一点在许多情况下都可以看到是这样发生的。
καὶ γὰρ ἐν Κῷ ἡ δημοκρατία μετέβαλε πονηρῶν ἐγγενομένων δημαγωγῶν (οἱ γὰρ γνώριμοι συνέστησαν)· καὶ ἐν Ῥόδῳ· μισθοφοράν τε γὰρ οἱ δημαγωγοὶ ἐπόριζον, καὶ ἐκώλυον ἀποδιδόναι τὰ ὀφειλόμενα τοῖς τριηράρχοις, οἱ δὲ διὰ τὰς ἐπιφερομένας δίκας ἠναγκάσθησαν συστάντες καταλῦσαι τὸν δῆμον.
实际上,在科斯,由于出现了恶劣的煽动者,民主制发生了变革(因为名门显贵联合了起来);在罗多斯也是如此,因为煽动者提供津贴,并阻碍偿还应给三列桨战船装备官的款项,而后者因面临诉讼,被迫联合起来推翻了民主制。
κατελύθη δὲ καὶ ἐν Ἡρακλείᾳ ὁ δῆμος μετὰ τὸν ἀποικισμὸν εὐθὺς διὰ τοὺς δημαγωγούς· ἀδικούμενοι γὰρ ὑπʼ αὐτῶν οἱ γνώριμοι ἐξέπιπτον, ἔπειτα ἀθροισθέντες οἱ ἐκπίπτοντες καὶ κατελθόντες κατέλυσαν τὸν δῆμον.
在赫拉克利亚,殖民后不久民主制也因煽动者而被推翻;因为名门显贵受到他们的不公正对待而被驱逐,随后被驱逐者聚集并返回,推翻了民主制。
παραπλησίως δὲ καὶ ἡ ἐν Μεγάροις κατελύθη δημοκρατία· οἱ γὰρ δημαγωγοί, ἵνα χρήματα ἔχωσι δημεύειν, ἐξέβαλον πολλοὺς τῶν γνωρίμων, ἕως πολλοὺς ἐποίησαν τοὺς φεύγοντας, οἱ δὲ κατιόντες ἐνίκησαν μαχόμενοι τὸν δῆμον καὶ κατέστησαν τὴν ὀλιγαρχίαν.
同样地,麦加拉的民主制也被推翻了;因为煽动者为了有财产可以没收,驱逐了许多名门显贵,直到使流亡者人数众多,而后者返回并经过战斗击败了平民,建立了寡头政体。