§4.1299bἐν δὲ ταῖς μικραῖς ἀνάγκη συνάγειν εἰς ὀλίγους πολλὰς ἀρχάς (διὰ γὰρ ὀλιγανθρωπίαν οὐ ῥᾴδιόν ἐστι πολλοὺς ἐν ταῖς ἀρχαῖς εἶναι·
他方、小国家においては、多くの官職を少数の人々に統合することが不可欠である(人口が少ないために、多くの人々が官職に就くことは容易ではないからである。
τίνες γὰρ οἱ τούτοις ἔσονται διαδεξόμενοι πάλιν; ).
というのも、彼らに代わって次に官職を継承する者が誰になるというのだろうか)。
δέονται δʼ ἐνίοτε τῶν αὐτῶν ἀρχῶν καὶ νόμων αἱ μικραὶ ταῖς μεγάλαις·
また時には、小国家も大国家と同じ官職や法律を必要とすることがある。
πλὴν αἱ μὲν δέονται πολλάκις τῶν αὐτῶν, ταῖς δʼ ἐν πολλῷ χρόνῳ τοῦτο συμβαίνει, διόπερ οὐθὲν κωλύει πολλὰς ἐπιμελείας ἅμα προστάττειν (οὐ γὰρ ἐμποδιοῦσιν ἀλλήλαις), καὶ πρὸς τὴν ὀλιγανθρωπίαν ἀναγκαῖον τὰ ἀρχεῖα οἷον ὀβελισκολύχνια ποιεῖν.
ただし、大国家はそれらを頻繁に必要とするが、小国家にとっては長い時間のうちにそれが生じる(=たまにしか必要としない)のである。 それゆえ、多くの管理業務を同時に課すことを妨げるものは何もない(それらは互いに邪魔し合わないからである)。 そして人口の少なさに対応して、官職をいわば『串付きランプ台』のように作ることが不可欠である。
ἐὰν οὖν ἔχωμεν λέγειν πόσας ἀναγκαῖον ὑπάρχειν πάσῃ πόλει, καὶ πόσας οὐκ ἀναγκαῖον μὲν δεῖ δʼ ὑπάρχειν, ῥᾷον ἄν τις εἰδὼς ταῦτα συνίδοι ποίας ἁρμόττει συνάγειν ἀρχὰς εἰς μίαν ἀρχήν.
したがって、すべての国家に不可欠な官職がいくつか、また、不可欠ではないにせよ存在すべき官職がいくつか、を語ることができるならば、これを知ることで、どのような官職を一に統合することが適しているかを、より容易に見極めることができるであろう。
ἁρμόττει δὲ καὶ τοῦτο μὴ λεληθέναι, ποίων δεῖ κατὰ τόπον ἀρχεῖα πολλὰ ἐπιμελεῖσθαι καὶ ποίων πανταχοῦ μίαν ἀρχὴν εἶναι κυρίαν, οἷον εὐκοσμίας πότερον ἐν ἀγορᾷ μὲν ἀγορανόμον, ἄλλον δὲ κατʼ ἄλλον τόπον, ἢ πανταχοῦ τὸν αὐτόν·
また、次のような点を見落とさないことも肝要である。 すなわち、どのような事柄について地域ごとに多くの官署が管理すべきであり、またどのような事柄については、あらゆる場所において一つの官職が決定権を持つべきか。 例えば秩序維持に関して、市場においては市場監督官が、別の場所では別の官が担当すべきか、あるいは至る所で同一の官が担当すべきか。
καὶ πότερον κατὰ τὸ πρᾶγμα δεῖ διαιρεῖν ἢ κατὰ τοὺς ἀνθρώπους, λέγω δʼ οἷον ἕνα τῆς εὐκοσμίας, ἢ παίδων ἄλλον καὶ γυναικῶν·
また、職務によって区分すべきか、あるいは対象とする人々によって区分すべきか、すなわち、例えば秩序維持のために一人を置くべきか、あるいは子供のために別の官を、女性のためにまた別の官を置くべきか。
καὶ κατὰ τὰς πολιτείας δέ, πότερον διαφέρει καθʼ ἑκάστην καὶ τὸ τῶν ἀρχῶν γένος ἢ οὐθέν, οἷον ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ καὶ ἀριστοκρατίᾳ καὶ μοναρχίᾳ πότερον αἱ αὐταὶ μέν εἰσιν ἀρχαὶ κύριαι, οὐκ ἐξ ἴσων δʼ οὐδʼ ἐξ ὁμοίων, ἀλλʼ ἑτέρων ἐν ἑτέραις, οἷον ἐν μὲν ταῖς ἀριστοκρατίαις ἐκ πεπαιδευμένων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν πλουσίων, ἐν δὲ ταῖς δημοκρατίαις ἐκ τῶν ἐλευθέρων, ἢ τυγχάνουσι μέν τινες οὖσαι καὶ κατʼ αὐτὰς τὰς διαφορὰς τῶν ἀρχῶν, ἔστι δʼ ὅπου συμφέρουσιν αἱ αὐταὶ καὶ ὅπου διαφέρουσαι (ἔνθα μὲν γὰρ ἁρμόττει μεγάλας ἔνθα δʼ εἶναι μικρὰς τὰς αὐτάς).
そして国制との関連においても、それぞれの国制において官職の種類もまた異なるのか、それとも何の違いもないのか。 例えば、民主政、寡頭政、貴族政、君主政において、同一の官職が主権を持つものの、それらが同等の人々からでも同様の人々からでもなく、異なる国制においては異なる人々から選ばれるのか。 例えば貴族政においては教養ある者たちから、寡頭政においては富裕な者たちから、民主政においては自由人たちから選ばれるのか、あるいは、官職自体の違いによってもある種の官職が存在し、同一の官職が有益な場合もあれば、異なる官職が有益な場合もあるのか(というのも、同じ官職がある場所では大きく、別の場所では小さくあることが適しているからである)。
οὐ μὴν ἀλλὰ καὶ ἴδιαί τινες εἰσίν, οἷον ἡ τῶν προβούλων·
さらに、特定の国制に固有の官職も存在する。 例えば、予備審議官の職がそうである。
αὕτη γὰρ οὐ δημοκρατική.
というのも、この官職は民主政的ではないからである。
βουλὴ δὲ δημοτικόν·
他方、評議会は民主政的なものである。
δεῖ μὲν γὰρ εἶναί τι τοιοῦτον ᾧ ἐπιμελὲς ἔσται τοῦ δήμου προβουλεύειν, ὅπως ἀσχολῶν ἔσται, τοῦτο δʼ, ἐὰν ὀλίγοι τὸν ἀριθμὸν ὦσιν, ὀλιγαρχικόν·
というのも、民衆が自分の仕事に専念できるよう予備審議することを任務とする、そのような機関が存在しなければならないからであるが、これがもし人数において少数であるならば、それは寡頭政的となる。
τοὺς δὲ προβούλους ὀλίγους ἀναγκαῖον εἶναι τὸ πλῆθος, ὥστʼ ὀλιγαρχικόν.
そして、予備審議官は必然的にその人数が少数であるため、それゆえに寡頭政的である。
ἀλλʼ ὅπου ἄμφω αὗται αἱ ἀρχαί, οἱ πρόβουλοι καθεστᾶσιν ἐπὶ τοῖς βουλευταῖς·
しかし、これら双方の官職が存在する場所では、予備審議官は評議員たちの上に置かれる。
ὁ μὲν γὰρ βουλευτὴς δημοτικόν, ὁ δὲ πρόβουλος ὀλιγαρχικόν.
というのも、評議員は民主政的であり、予備審議官は寡頭政的だからである。
καταλύεται δὲ καὶ τῆς βουλῆς ἡ δύναμις ἐν ταῖς τοιαύταις δημοκρατίαις ἐν αἷς αὐτὸς συνιὼν ὁ δῆμος χρηματίζει περὶ πάντων.
また、民衆自らが集会を開いてすべての事柄について議事を行う、そのような民主政においては、評議会の権能もまた無効にされるのである。