§4.1299bἐν δὲ ταῖς μικραῖς ἀνάγκη συνάγειν εἰς ὀλίγους πολλὰς ἀρχάς (διὰ γὰρ ὀλιγανθρωπίαν οὐ ῥᾴδιόν ἐστι πολλοὺς ἐν ταῖς ἀρχαῖς εἶναι· τίνες γὰρ οἱ τούτοις ἔσονται διαδεξόμενοι πάλιν;
但在小城邦中,必然要把许多官职合并到少数人手中(因为人口稀少,让许多人担任官职并不容易;因为谁来轮流接替他们呢?
).
)。
δέονται δʼ ἐνίοτε τῶν αὐτῶν ἀρχῶν καὶ νόμων αἱ μικραὶ ταῖς μεγάλαις· πλὴν αἱ μὲν δέονται πολλάκις τῶν αὐτῶν, ταῖς δʼ ἐν πολλῷ χρόνῳ τοῦτο συμβαίνει, διόπερ οὐθὲν κωλύει πολλὰς ἐπιμελείας ἅμα προστάττειν (οὐ γὰρ ἐμποδιοῦσιν ἀλλήλαις), καὶ πρὸς τὴν ὀλιγανθρωπίαν ἀναγκαῖον τὰ ἀρχεῖα οἷον ὀβελισκολύχνια ποιεῖν.
而且,小城邦有时需要与大城邦相同的官职和法律;只不过,前者经常需要它们,而对于后者,这种情况要在很长一段时间内才会发生,因此,不妨碍同时把许多监管职务指派给同一个人(因为它们不会互相妨碍),而且为了适应人口稀少,必然要把官署做成类似 “串形灯台”的东西。
ἐὰν οὖν ἔχωμεν λέγειν πόσας ἀναγκαῖον ὑπάρχειν πάσῃ πόλει, καὶ πόσας οὐκ ἀναγκαῖον μὲν δεῖ δʼ ὑπάρχειν, ῥᾷον ἄν τις εἰδὼς ταῦτα συνίδοι ποίας ἁρμόττει συνάγειν ἀρχὰς εἰς μίαν ἀρχήν.
因此,如果我们能够说出,每一个城邦中必不可少的官职有多少,以及并非必不可少但应当存在的官职有多少,那么知道了这些,人们就能更容易地看出适合将哪些官职合并为一个官职。
ἁρμόττει δὲ καὶ τοῦτο μὴ λεληθέναι, ποίων δεῖ κατὰ τόπον ἀρχεῖα πολλὰ ἐπιμελεῖσθαι καὶ ποίων πανταχοῦ μίαν ἀρχὴν εἶναι κυρίαν, οἷον εὐκοσμίας πότερον ἐν ἀγορᾷ μὲν ἀγορανόμον, ἄλλον δὲ κατʼ ἄλλον τόπον, ἢ πανταχοῦ τὸν αὐτόν· καὶ πότερον κατὰ τὸ πρᾶγμα δεῖ διαιρεῖν ἢ κατὰ τοὺς ἀνθρώπους, λέγω δʼ οἷον ἕνα τῆς εὐκοσμίας, ἢ παίδων ἄλλον καὶ γυναικῶν· καὶ κατὰ τὰς πολιτείας δέ, πότερον διαφέρει καθʼ ἑκάστην καὶ τὸ τῶν ἀρχῶν γένος ἢ οὐθέν, οἷον ἐν δημοκρατίᾳ καὶ ὀλιγαρχίᾳ καὶ ἀριστοκρατίᾳ καὶ μοναρχίᾳ πότερον αἱ αὐταὶ μέν εἰσιν ἀρχαὶ κύριαι, οὐκ ἐξ ἴσων δʼ οὐδʼ ἐξ ὁμοίων, ἀλλʼ ἑτέρων ἐν ἑτέραις, οἷον ἐν μὲν ταῖς ἀριστοκρατίαις ἐκ πεπαιδευμένων, ἐν δὲ ταῖς ὀλιγαρχίαις ἐκ τῶν πλουσίων, ἐν δὲ ταῖς δημοκρατίαις ἐκ τῶν ἐλευθέρων, ἢ τυγχάνουσι μέν τινες οὖσαι καὶ κατʼ αὐτὰς τὰς διαφορὰς τῶν ἀρχῶν, ἔστι δʼ ὅπου συμφέρουσιν αἱ αὐταὶ καὶ ὅπου διαφέρουσαι (ἔνθα μὲν γὰρ ἁρμόττει μεγάλας ἔνθα δʼ εἶναι μικρὰς τὰς αὐτάς).
此外,也不应忽略这一点:哪些事务应当由不同地方的许多官署分别监督,哪些事务应当在所有地方都由一个统一的官职来主管,例如关于秩序维护,是应当在市场由市场监督官负责,在其他地方由其他人负责,还是在所有地方都由同一个人负责;以及应当按照事务划分,还是按照人来划分——我的意思是,例如,是只设一个通管秩序维护的官职,还是为儿童设一个,为妇女设另一个;此外,结合不同的国制,是每种国制中官职的类型也有所不同,还是毫无区别,例如,在民主政、寡头政、贵族政和君主政中,是否相同的官职拥有决定权,但并不是从同等或相似的人中选出,而是在不同的国制中由不同的人担任,例如在贵族政中由受过教育的人担任,在寡头政中由富人担任,在民主政中由自由人担任;或者,是否由于官职本身的区别,也存在着某些特定的官职,在有些地方相同的官职是有益的,而在另一些地方则不同的官职是有益的(因为在有些地方相同的官职适合规模很大,而在另一些地方则适合规模很小)。
οὐ μὴν ἀλλὰ καὶ ἴδιαί τινες εἰσίν, οἷον ἡ τῶν προβούλων· αὕτη γὰρ οὐ δημοκρατική.
不过,也有一些是某些国制特有的,例如预备审议官;因为这一官职不是民主政的。
βουλὴ δὲ δημοτικόν·
而议事会则是平民性质的。
δεῖ μὲν γὰρ εἶναί τι τοιοῦτον ᾧ ἐπιμελὲς ἔσται τοῦ δήμου προβουλεύειν, ὅπως ἀσχολῶν ἔσται, τοῦτο δʼ, ἐὰν ὀλίγοι τὸν ἀριθμὸν ὦσιν, ὀλιγαρχικόν·
因为必须有某种这样的机构,负责为平民预先审议,以便平民能专心于日常事务;但这个机构如果人数很少,就是寡头政性质的。
τοὺς δὲ προβούλους ὀλίγους ἀναγκαῖον εἶναι τὸ πλῆθος, ὥστʼ ὀλιγαρχικόν.
而预备审议官在人数上必然是少数,因此是寡头政性质的。
ἀλλʼ ὅπου ἄμφω αὗται αἱ ἀρχαί, οἱ πρόβουλοι καθεστᾶσιν ἐπὶ τοῖς βουλευταῖς· ὁ μὲν γὰρ βουλευτὴς δημοτικόν, ὁ δὲ πρόβουλος ὀλιγαρχικόν.
但在同时存在这两种官职的地方,预备审议官是置于议事会成员之上的;因为议事会成员是平民性质的,而预备审议官是寡头性质的。
καταλύεται δὲ καὶ τῆς βουλῆς ἡ δύναμις ἐν ταῖς τοιαύταις δημοκρατίαις ἐν αἷς αὐτὸς συνιὼν ὁ δῆμος χρηματίζει περὶ πάντων.
而且,在平民亲自集会并对所有事务进行决议的那些民主政体中,议事会的权力也随之被削弱。