§4.1298bκατὰ νόμον δʼ ἄρχωσιν ὥσπερ καὶ πρότερον, ὀλιγαρχικόν·
そして以前と同様に法律に従って支配するならば、それは寡頭政的である。
ὅταν δὲ καὶ αἱρῶνται αὐτοὶ αὑτοὺς οἱ κύριοι τοῦ βουλεύεσθαι, καὶ ὅταν παῖς ἀντὶ πατρὸς εἰσίῃ καὶ κύριοι τῶν νόμων ὦσιν, ὀλιγαρχικὴν ἀναγκαῖον εἶναι τὴν τάξιν ταύτην.
しかし、審議に権限を持つ者たち自身が自分たちを選出し、また子が父に代わって世襲し、かつ彼らが法律をも支配する場合には、この体制(秩序)は必然的に寡頭政的である。
ὅταν δὲ τινῶν τινές, οἷον πολέμου μὲν καὶ εἰρήνης καὶ εὐθυνῶν πάντες, τῶν δὲ ἄλλων ἄρχοντες, καὶ οὗτοι αἱρετοί, μὴ κληρωτοί, ἀριστοκρατία ἡ πολιτεία.
他方、ある事柄についてはある人々が審議するとき、例えば戦争と平和、および監査については全員が審議し、その他の事柄については政務官たちが審議し、しかもこれら(の政務官)が抽選ではなく選挙される場合、その国制は貴族政である。
ἐὰν δʼ ἐνίων μὲν αἱρετοὶ ἐνίων δὲ κληρωτοί, καὶ κληρωτοὶ ἢ ἁπλῶς ἢ ἐκ προκρίτων, ἢ κοινῇ αἱρετοὶ καὶ κληρωτοί, τὰ μὲν πολιτείας ἀριστοκρατικῆς ἐστι τούτων, τὰ δὲ πολιτείας αὐτῆς.
また、ある事柄については選挙され、他の事柄については抽選され、しかも抽選が無条件にか、あるいは予め選ばれた者から行われるか、あるいは選挙された者と抽選された者の共同である場合、これらの一方の特徴は貴族政的国制に属し、他方の特徴は(狭義の)国制自体に属する。
διῄρηται μὲν οὖν τὸ βουλευόμενον πρὸς τὰς πολιτείας τοῦτον τὸν τρόπον, καὶ διοικεῖ ἑκάστη πολιτεία κατὰ τὸν εἰρημένον διορισμόν·
このようにして、審議する部分は国制に対応して区分されており、それぞれの国制は上述の規定に従って運営されている。
συμφέρει δὲ δημοκρατίᾳ τῇ μάλιστʼ εἶναι δοκούσῃ δημοκρατίᾳ νῦν (λέγω δὲ τοιαύτην ἐν ᾗ κύριος ὁ δῆμος καὶ τῶν νόμων ἐστίν) πρὸς τὸ βουλεύεσθαι βέλτιον τὸ αὐτὸ ποιεῖν ὅπερ ἐπὶ τῶν δικαστηρίων ἐν ταῖς ὀλιγαρχίαις (τάττουσι γὰρ ζημίαν τούτοις οὓς βούλονται δικάζειν, ἵνα δικάζωσιν, οἱ δὲ δημοτικοὶ μισθὸν τοῖς ἀπόροις), τοῦτο δὴ καὶ περὶ τὰς ἐκκλησίας ποιεῖν (βουλεύσονται γὰρ βέλτιον κοινῇ βουλευόμενοι πάντες, ὁ μὲν δῆμος μετὰ τῶν γνωρίμων, οὗτοι δὲ μετὰ τοῦ πλήθους), συμφέρει δὲ καὶ τὸ αἱρετοὺς εἶναι τοὺς βουλευομένους, ἢ κληρωτοὺς ἴσους ἐκ τῶν μορίων, συμφέρει δέ, κἂν ὑπερβάλλωσι πολὺ κατὰ τὸ πλῆθος οἱ δημοτικοὶ τῶν πολιτικῶν ἢ μὴ πᾶσι διδόναι μισθόν, ἀλλʼ ὅσοι σύμμετροι πρὸς τὸ τῶν γνωρίμων πλῆθος, ἢ ἀποκληροῦν τοὺς πλείους·
しかし、現在最も民主政であるとみなされている民主政(私が言うのは、民衆が法律に対しても主権を持つようなもののことである)にとって、より良く審議するためには、寡頭政において裁判所に対して行われているのとまさに同じことを行うのが有益である。 (なぜなら、彼らは裁判をさせたいと思う者たちに、裁判をさせるために罰金を課すが、民主政派は貧困層に手当を支給するからである。 )これと同じことを民会についても行うことである(なぜなら、全員が共同で審議すれば、民衆は著名な市民たちとともに、著名な市民たちは民衆とともに審議することになり、より良く審議するからである)。 また、審議する者たちが選挙されるか、あるいは各区分から同数ずつ抽選されることも有益である。 また、もし民主政派が政治的市民の数を大幅に上回る場合であっても、すべての人に手当を与えるのではなく、著名な人々の数と不釣り合いにならない程度の人々にのみ手当を与えるか、あるいは多数の者を抽選によって排除することが有益である。
ἐν δὲ ταῖς ὀλιγαρχίαις ἢ προσαιρεῖσθαί τινας ἐκ τοῦ πλήθους, ἢ κατασκευάσαντας ἀρχεῖον οἷον ἐν ἐνίαις πολιτείαις ἐστὶν οὓς καλοῦσι προβούλους καὶ νομοφύλακας, περὶ τούτων χρηματίζειν περὶ ὧν ἂν οὗτοι προβουλεύσωσιν (οὕτω γὰρ μεθέξει ὁ δῆμος τοῦ βουλεύεσθαι, καὶ λύειν οὐθὲν δυνήσεται τῶν περὶ τὴν πολιτείαν), ἔτι ἢ ταὐτὰ ψηφίζεσθαι τὸν δῆμον ἢ μηθὲν ἐναντίον τοῖς εἰσφερομένοις, ἢ τῆς συμβουλῆς μὲν μεταδιδόναι πᾶσι, βουλεύεσθαι δὲ τοὺς ἄρχοντας.
他方、寡頭政においては、民衆から一部の者を共同で選出するか、あるいは、いくつかの国制に存在するような「予備審議官」や「法律守護官」と呼ばれる官署を設立して、彼らが事前に審議した事柄についてのみ民会で議事を行うことが(有益である)。 (なぜなら、そうすれば民衆は審議に参加できつつも、国制に関するいかなる事柄も覆すことができなくなるからである。 )さらに、民衆が提出された提案と同じものを議決するか、あるいは提案に反対しないものを議決するか、あるいは勧告の機会は全員に与えつつも、実際の審議は政務官たちが行うようにすることが有益である。
καὶ τὸ ἀντικείμενον δὲ τοῦ ἐν ταῖς πολιτείαις γιγνομένου δεῖ ποιεῖν.
また、諸国制において行われていることと反対のことをすべきである。
ἀποψηφιζόμενον μὲν γὰρ κύριον δεῖ ποιεῖν τὸ πλῆθος, καταψηφιζόμενον δὲ μὴ κύριον, ἀλλʼ ἐπαναγέσθω πάλιν ἐπὶ τοὺς ἄρχοντας.
すなわち、否決する場合には民衆に決定権を持たせるべきであるが、可決する場合には決定権を持たせず、政務官たちに差し戻すべきである。
ἐν γὰρ ταῖς πολιτείαις ἀνεστραμμένως ποιοῦσιν·
なぜなら、実際の諸国制においては逆のことが行われているからである。
οἱ γὰρ ὀλίγοι ἀποψηφισάμενοι μὲν κύριοι, καταψηφισάμενοι δὲ οὐ κύριοι, ἀλλʼ ἐπανάγεται εἰς τοὺς πλείους αἰεί.
すなわち、少数者は、否決する場合には決定権を持つが、可決する場合には決定権を持たず、常に多数派に差し戻されるのである。
§4.1299aπερὶ μὲν οὖν τοῦ βουλευομένου καὶ τοῦ κυρίου τῆς πολιτείας τοῦτον διωρίσθω τὸν τρόπον.
さて、国制において審議し、また主権を持つ部分については、このように規定されたものとしよう。
ἐχομένη δὲ τούτων ἐστὶν ἡ περὶ τὰς ἀρχὰς διαίρεσις.
これらに続くのは、官職に関する区分である。
ἔχει γὰρ καὶ τοῦτο τὸ μόριον τῆς πολιτείας πολλὰς διαφοράς, πόσαι τε ἀρχαί, καὶ κύριαι τίνων, καὶ περὶ χρόνου, πόσος ἑκάστης ἀρχῆς (οἱ μὲν γὰρ ἑξαμήνους, οἱ δὲ διʼ ἐλάττονος, οἱ δʼ ἐνιαυσίας, οἱ δὲ πολυχρονιωτέρας ποιοῦσι τὰς ἀρχάς), καὶ πότερον εἶναι δεῖ τὰς ἀρχὰς ἀιδίους ἢ πολυχρονίους ἢ μηδέτερον ἀλλὰ πλεονάκις τοὺς αὐτούς, ἢ μὴ τὸν αὐτὸν δὶς ἀλλʼ ἅπαξ μόνον, ἔτι δὲ περὶ τὴν κατάστασιν τῶν ἀρχῶν, ἐκ τίνων δεῖ γίνεσθαι καὶ ὑπὸ τίνων καὶ πῶς.
というのも、国制のこの部分もまた多くの相違を持っているからである。 すなわち、官職の数はいくつか、それらは何に対して権限を持つのか、また任期について、各官職の任期はどのくらいか(ある人々は6ヶ月、ある人々はそれより短い期間、ある人々は1年、またある人々はより長期の任期を官職に定めている)、また、官職は終身であるべきか、長期であるべきか、あるいはそのいずれでもなく、同じ者が何度も就くべきか、それとも同じ者が2度就くのではなく1度だけにすべきか、さらに、官職の設置について、誰から、誰によって、どのようにして行われるべきか。
περὶ πάντων γὰρ τούτων δεῖ δύνασθαι διελεῖν κατὰ πόσους ἐνδέχεται γενέσθαι τρόπους, κἄπειτα προσαρμόσαι ποίαις ποῖοι πολιτείαις συμφέρουσιν.
これらすべての事柄について、それがいくつの方法で生じうるのかを区分し、次いで、どのような官職がどのような国制に適しているかを適合させることができなければならないからである。
ἔστι δὲ οὐδὲ τοῦτο διορίσαι ῥᾴδιον, ποίας δεῖ καλεῖν ἀρχάς·
しかし、どのようなものを官職と呼べきかを規定することも容易ではない。
πολλῶν γὰρ ἐπιστατῶν ἡ πολιτικὴ κοινωνία δεῖται, διόπερ οὐ πάντας οὔτε τοὺς αἱρετοὺς οὔτε τοὺς κληρωτοὺς ἄρχοντας θετέον, οἷον τοὺς ἱερεῖς πρῶτον (τοῦτο γὰρ ἕτερόν τι παρὰ τὰς πολιτικὰς ἀρχὰς θετέον)·
なぜなら、国家は多くの監督者を必要とするからであり、それゆえ、選挙された者や抽選された者をすべて政務官とみなすべきではないからである。 例えば、第一に祭司たちがそうである(これは政治的な官職とは異なるものとみなすべきである)。
ἔτι δὲ καὶ χορηγοὶ καὶ κήρυκες αἱροῦνται καὶ πρεσβευταί.
さらにまた、合唱隊支配人や伝令官、使節なども選出される。
εἰσὶ δὲ αἱ μὲν πολιτικαὶ τῶν ἐπιμελειῶν, ἢ πάντων τῶν πολιτῶν πρός τινα πρᾶξιν, οἷον στρατηγὸς στρατευομένων, ἢ κατὰ μέρος, οἷον ὁ γυναικονόμος ἢ παιδονόμος·
そして、管理業務のうちであるものは政治的なものであり、それはすべての市民を何らかの行動へと導くもの(例えば軍隊を率いる将軍)か、あるいは部分的なもの(例えば婦人取締役や児童取締役)である。
αἱ δʼ οἰκονομικαί (πολλάκις γὰρ αἱροῦνται σιτομέτρας)· αἱ δʼ ὑπηρετικαὶ καὶ πρὸς ἅς, ἂν εὐπορῶσι, τάττουσι δούλους.
また、あるものは財政的なものであり(しばしば穀物測定官などが選ばれる)、またあるものは奉仕的なものであって、国家が裕福であれば奴隷をこれに充てるようなものである。
μάλιστα δʼ ὡς ἁπλῶς εἰπεῖν ἀρχὰς λεκτέον ταύτας ὅσαις ἀποδέδοται βουλεύσασθαί τε περὶ τινῶν καὶ κρῖναι καὶ ἐπιτάξαι, καὶ μάλιστα τοῦτο·
しかし、極めて端的に言うならば、ある事柄について審議し、判断し、命令を下す権限を与えられているものをこそ官職と呼ぶべきであり、とりわけ命令を下すことにおいてそうである。
τὸ γὰρ ἐπιτάττειν ἀρχικώτερόν ἐστιν.
なぜなら、命令を下すことこそが、より支配にふさわしいことだからである。
ἀλλὰ ταῦτα διαφέρει πρὸς μὲν τὰς χρήσεις οὐδὲν ὡς εἰπεῖν (οὐ γάρ πω κρίσις γέγονεν ἀμφισβητούντων περὶ τοῦ ὀνόματος), ἔχει δέ τινʼ ἄλλην διανοητικὴν πραγματείαν.
とはいえ、これらの違いは、実用的な観点からは事実上どうでもよいことである(というのも、その名称を巡って争う人々の間で裁判沙汰になったことなど、未だかつてないからである)。 しかし、それは別の理論的な探究のテーマを含んでいる。
ποῖαι δʼ ἀρχαὶ καὶ πόσαι ἀναγκαῖαι εἰ ἔσται πόλις, καὶ ποῖαι ἀναγκαῖαι μὲν οὔ, χρήσιμοι δὲ πρὸς σπουδαίαν πολιτείαν, μᾶλλον ἄν τις ἀπορήσειε πρὸς ἅπασάν τε δὴ πολιτείαν καὶ δὴ καὶ τὰς μικρὰς πόλεις.
国家が存在するためにどのような官職がいくつ不可欠であるか、また、どのような官職が不可欠ではないにせよ、優れた国制のために有用であるかについては、すべての国制一般、とりわけ小国家との関連においてこそ、より疑義が生じやすいであろう。
ἐν μὲν γὰρ δὴ ταῖς μεγάλαις ἐνδέχεταί τε καὶ δεῖ μίαν τετάχθαι πρὸς ἓν ἔργον (πολλούς τε γὰρ εἰς τὰ ἀρχεῖα ἐνδέχεται βαδίζειν διὰ τὸ πολλοὺς εἶναι τοὺς πολίτας, ὥστε τὰς μὲν διαλείπειν πολὺν χρόνον τὰς δʼ ἅπαξ ἄρχειν, καὶ βέλτιον ἕκαστον ἔργον τυγχάνει τῆς ἐπιμελείας μονοπραγματούσης ἢ πολυπραγματούσης)·
なぜなら、大国家においては、一つの職務に対して一つの官職を割り当てることが可能であり、かつそうすべきだからである(市民の数が多いために、多くの人々が官職に就くことが可能であり、その結果、ある官職を長期間空席にしたり、またある者が一生に一度だけ官職を務めるようにすることができ、さらに、一つの職務に専念するほうが、多くの職務を兼任するよりも、個々の職務はより良く管理されるからである)。