§3.1287aπερὶ δὲ τοῦ βασιλέως τοῦ κατὰ τὴν αὑτοῦ βούλησιν πάντα πράττοντος ὅ τε λόγος ἐφέστηκε νῦν καὶ ποιητέον τὴν σκέψιν.
自らの意志に従ってすべてを行う王については、いまや議論がそこに至っており、考察を行わなければならない。
ὁ μὲν γὰρ κατὰ νόμον λεγόμενος βασιλεὺς οὐκ ἔστιν εἶδος, καθάπερ εἴπομεν, πολιτείας (ἐν πάσαις γὰρ ὑπάρχειν ἐνδέχεται στρατηγίαν ἀίδιον, οἷον ἐν δημοκρατίᾳ καὶ ἀριστοκρατίᾳ, καὶ πολλοὶ ποιοῦσιν ἕνα κύριον τῆς διοικήσεως·
というのも、法に基づくと言われる王は、先に述べたように、国制の一種ではない(なぜなら、すべての国制において永久の将軍職が存在しうるからである。 例えば、民主制や貴族制においてそうであり、また多くの国制において、ある一人の者を管理の主権者とすることがある。
τοιαύτη γὰρ ἀρχή τις ἔστι καὶ περὶ Ἐπίδαμνον, καὶ περὶ Ὀποῦντα δὲ κατά τι μέρος ἔλαττον)·
そのような支配職はエピダムノスにも存在するし、オプースにもより小さな一部について存在する)。
περὶ δὲ τῆς παμβασιλείας καλουμένης (αὕτη δʼ ἐστὶ καθʼ ἣν ἄρχει πάντων κατὰ τὴν ἑαυτοῦ βούλησιν ὁ βασιλεύς) δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν, ὅπου συνέστηκεν ἐξ ὁμοίων ἡ πόλις·
しかし、いわゆる「全権王制」(これは、王が自らの意志に従ってすべてを支配する体制である)については、同等の人々から都市が構成されている場合、一人の者がすべての市民に対して主権を持つことは自然にも反すると一部の人々には思われている。
τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον καὶ τὴν αὐτὴν ἀξίαν κατὰ φύσιν εἶναι, ὥστʼ εἴπερ καὶ τὸ ἴσην ἔχειν τοὺς ἀνίσους τροφὴν ἢ ἐσθῆτα βλαβερὸν τοῖς σώμασιν, οὕτως ἔχειν καὶ τὰ περὶ τὰς τιμάς· ὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους·
というのも、自然において同等の人々にとっては、同一の正義と同一の価値が自然に従って不可欠であるからであり、したがって、もし不平等な人々が平等な食べ物や衣服を持つことが身体にとって有害であるとするなら、名誉に関する事柄についても同様であり、同様にそれゆえ、対等な人々が不平等なものを持つことも同様に有害だからである。
διόπερ οὐδένα μᾶλλον ἄρχειν ἢ ἄρχεσθαι δίκαιον, καὶ τὸ ἀνὰ μέρος τοίνυν ὡσαύτως.
それゆえ、誰も支配される以上に支配することが正当ではないのであり、したがって同様に、交代で支配することも正当なのである。
τοῦτο δʼ ἤδη νόμος·
そしてこれはすでに法である。
ἡ γὰρ τάξις νόμος.
なぜなら、秩序こそが法だからである。
τὸν ἄρα νόμον ἄρχειν αἱρετώτερον μᾶλλον ἢ τῶν πολιτῶν ἕνα τινά, κατὰ τὸν αὐτὸν δὲ λόγον τοῦτον, κἂν εἴ τινας ἄρχειν βέλτιον, τούτους καταστατέον νομοφύλακας καὶ ὑπηρέτας τοῖς νόμοις·
したがって、市民のうちの誰か一人よりも、法が支配するほうがより望ましく、まさにこれと同じ理路に従って、たとえ一部の者が支配するほうがよいとしても、彼らを法の守護者であり法の僕として任命すべきなのである。
ἀναγκαῖον γὰρ εἶναί τινας ἀρχάς, ἀλλʼ οὐχ ἕνα τοῦτον εἶναί φασι δίκαιον, ὁμοίων γε ὄντων πάντων.
というのも、いくつかの支配職が存在することは不可欠であるが、全員が同等である以上、この一人が支配者であることは正当ではないと彼らは言うからである。
ἀλλὰ μὴν ὅσα γε μὴ δοκεῖ δύνασθαι διορίζειν ὁ νόμος, οὐδʼ ἄνθρωπος ἂν δύναιτο γνωρίζειν.
だがしかし、法が規定することができないと思われるようなすべての事柄については、人間であっても知ることはできないであろう。
ἀλλʼ ἐπίτηδες παιδεύσας ὁ νόμος ἐφίστησι τὰ λοιπὰ τῇ δικαιοτάτῃ γνώμῃ κρίνειν καὶ διοικεῖν τοὺς ἄρχοντας.
むしろ、法は意図的に支配者たちを教育した上で、残りの事柄については最も正当な判断力をもって裁判し管理するよう支配者たちを任命するのである。
ἔτι δʼ ἐπανορθοῦσθαι δίδωσιν ὅ τι ἂν δόξῃ πειρωμένοις ἄμεινον εἶναι τῶν κειμένων.
さらに、実際に試みる中で、制定されている法よりも優れていると思われるようなことがあれば、それを修正することを許容している。
ὁ μὲν οὖν τὸν νόμον κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τὸν νοῦν μόνους, ὁ δʼ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρίον·
それゆえ、法が支配することを命じる者は、神と理性だけが支配することを命じているように思われるが、人間が支配することを命じる者は、野獣をも付け加えているのである。
ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον, καὶ ὁ θυμὸς ἄρχοντας διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας.
なぜなら、欲望とはそのようなものであり、また情念は、支配者たちを、いや最善の人々をも歪めるからである。
διόπερ ἄνευ ὀρέξεως νοῦς ὁ νόμος ἐστίν.
それゆえ、法とは欲求なき理性なのである。
τὸ δὲ τῶν τεχνῶν εἶναι δοκεῖ παράδειγμα ψεῦδος, ὅτι τὸ κατὰ γράμματα ἰατρεύεσθαι φαῦλον, ἀλλὰ αἱρετώτερον χρῆσθαι τοῖς ἔχουσι τὰς τέχνας.
しかし、技術の例は誤りであると思われる。 すなわち、書かれた規則に従って治療されるのは不首尾であり、むしろ技術を持つ人々を用いるほうが望ましいという主張である。
οἱ μὲν γὰρ οὐδὲν διὰ φιλίαν παρὰ τὸν λόγον ποιοῦσιν, ἀλλʼ ἄρνυνται τὸν μισθὸν τοὺς κάμνοντας ὑγιάσαντες·
というのも、医師たちは友情のゆえに理性に反することを何一つ行わず、病人を治癒させた上で報酬を受け取るだけであるのに対し、国政の支配職にある者たちは、悪意や好意から多くのことを行うのが常だからである。
οἱ δʼ ἐν ταῖς πολιτικαῖς ἀρχαῖς πολλὰ πρὸς ἐπήρειαν καὶ χάριν εἰώθασι πράττειν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ὅταν ὑποπτεύωσι πιστευθέντας τοῖς ἐχθροῖς διαφθείρειν διὰ κέρδος, τότε τὴν ἐκ τῶν γραμμάτων θεραπείαν ζητήσαιεν ἂν μᾶλλον.
実際、医師たちに対しても、彼らが利益のために敵に買収されて自分たちを破滅させようとしているのではないかと疑うときには、人々はむしろ書物に基づく治療を求めるであろう。