Humanitext Reader

亚里士多德 · 政治学 §3.1287a

批判全权王制与法治优于人治

第 65 段,共 155 段 · 希腊语

内容简介

亚里士多德探讨了君王依个人意愿统治的“全权王制”,并论证在由平等公民组成的城邦中,法律的统治比单一绝对君主的统治更合乎自然且更值得选择。他强调法律的统治代表着神与理性的统治,而人的统治则掺杂了野兽般的欲望,并批驳了用技术类比来为绝对君主制辩护的观点。

§3.1287aπερὶ δὲ τοῦ βασιλέως τοῦ κατὰ τὴν αὑτοῦ βούλησιν πάντα πράττοντος ὅ τε λόγος ἐφέστηκε νῦν καὶ ποιητέον τὴν σκέψιν.
关于按照自己的意愿处理一切事务的君王,我们现在的讨论已经到了这里,并且必须对此进行考察。
ὁ μὲν γὰρ κατὰ νόμον λεγόμενος βασιλεὺς οὐκ ἔστιν εἶδος, καθάπερ εἴπομεν, πολιτείας (ἐν πάσαις γὰρ ὑπάρχειν ἐνδέχεται στρατηγίαν ἀίδιον, οἷον ἐν δημοκρατίᾳ καὶ ἀριστοκρατίᾳ, καὶ πολλοὶ ποιοῦσιν ἕνα κύριον τῆς διοικήσεως· τοιαύτη γὰρ ἀρχή τις ἔστι καὶ περὶ Ἐπίδαμνον, καὶ περὶ Ὀποῦντα δὲ κατά τι μέρος ἔλαττον)· περὶ δὲ τῆς παμβασιλείας καλουμένης (αὕτη δʼ ἐστὶ καθʼ ἣν ἄρχει πάντων κατὰ τὴν ἑαυτοῦ βούλησιν ὁ βασιλεύς) δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν, ὅπου συνέστηκεν ἐξ ὁμοίων ἡ πόλις·
因为,正如我们所说,所谓依法统治的君王并不是一种国制(因为在所有的国制中都可能存在终身将领职,例如在民主制和贵族制中,而且许多国制都让一个人成为行政的主权者;因为在埃皮达姆诺斯也有某种类似的官职,而在奥普斯也有某种范围较小的官职);但是,关于所谓的全权王制(这是指君王按照自己的意愿统治一切的体制),有人认为,在由平等的人组成的城邦中,让一个人对所有市民拥有主权甚至是不合乎自然的。
τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον καὶ τὴν αὐτὴν ἀξίαν κατὰ φύσιν εἶναι, ὥστʼ εἴπερ καὶ τὸ ἴσην ἔχειν τοὺς ἀνίσους τροφὴν ἢ ἐσθῆτα βλαβερὸν τοῖς σώμασιν, οὕτως ἔχειν καὶ τὰ περὶ τὰς τιμάς· ὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους·
因为对于自然地同等的人们来说,自然的相同正义和相同价值是必不可少的,因此,如果让不平等的人拥有平等的食物或衣服对身体是有害的,那么关于荣誉的事情也是如此;因此同样地,让平等的人拥有不平等的东西也是有害的。
διόπερ οὐδένα μᾶλλον ἄρχειν ἢ ἄρχεσθαι δίκαιον, καὶ τὸ ἀνὰ μέρος τοίνυν ὡσαύτως.
所以,任何人都不应当比别人更倾向于统治或被统治,因此同样地,轮流统治才是公正的。
τοῦτο δʼ ἤδη νόμος· ἡ γὰρ τάξις νόμος.
而这已经是法律了;因为秩序就是法律。
τὸν ἄρα νόμον ἄρχειν αἱρετώτερον μᾶλλον ἢ τῶν πολιτῶν ἕνα τινά, κατὰ τὸν αὐτὸν δὲ λόγον τοῦτον, κἂν εἴ τινας ἄρχειν βέλτιον, τούτους καταστατέον νομοφύλακας καὶ ὑπηρέτας τοῖς νόμοις· ἀναγκαῖον γὰρ εἶναί τινας ἀρχάς, ἀλλʼ οὐχ ἕνα τοῦτον εἶναί φασι δίκαιον, ὁμοίων γε ὄντων πάντων.
因此,由法律统治比由市民中的任何一个人统治更值得选择,而根据这同样的道理,即使让某些人进行统治更好,也应当将他们确立为法律的守护者和法律的仆人;因为设立某些官职是必不可少的,但他们说,在所有人都是平等的情况下,让这一个人拥有特权是不公正的。
ἀλλὰ μὴν ὅσα γε μὴ δοκεῖ δύνασθαι διορίζειν ὁ νόμος, οὐδʼ ἄνθρωπος ἂν δύναιτο γνωρίζειν.
然而,对于法律似乎无法界定的那些事情,即使是人也无法知晓。
ἀλλʼ ἐπίτηδες παιδεύσας ὁ νόμος ἐφίστησι τὰ λοιπὰ τῇ δικαιοτάτῃ γνώμῃ κρίνειν καὶ διοικεῖν τοὺς ἄρχοντας.
相反,法律在特意对他们进行教育之后,委派统治者们以最公正的心灵来裁决和管理其余的事情。
ἔτι δʼ ἐπανορθοῦσθαι δίδωσιν ὅ τι ἂν δόξῃ πειρωμένοις ἄμεινον εἶναι τῶν κειμένων.
此外,法律还允许他们去修正任何在实践中被证明比现行法律更好的东西。
ὁ μὲν οὖν τὸν νόμον κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τὸν νοῦν μόνους, ὁ δʼ ἄνθρωπον κελεύων προστίθησι καὶ θηρίον· ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον, καὶ ὁ θυμὸς ἄρχοντας διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας.
因此,要求法律统治的人,似乎就是要求神和理性唯独进行统治,而要求人统治的人,则在其中加入了野兽;因为欲望就是这样的东西,而激情也会使统治者甚至是最优秀的人走上歧途。
διόπερ ἄνευ ὀρέξεως νοῦς ὁ νόμος ἐστίν.
因此,法律就是没有欲望的理性。
τὸ δὲ τῶν τεχνῶν εἶναι δοκεῖ παράδειγμα ψεῦδος, ὅτι τὸ κατὰ γράμματα ἰατρεύεσθαι φαῦλον, ἀλλὰ αἱρετώτερον χρῆσθαι τοῖς ἔχουσι τὰς τέχνας.
然而,技术方面的例证似乎是错误的,即认为按照书面规则进行治疗是糟糕的,而求助于拥有技术的人则更值得选择。
οἱ μὲν γὰρ οὐδὲν διὰ φιλίαν παρὰ τὸν λόγον ποιοῦσιν, ἀλλʼ ἄρνυνται τὸν μισθὸν τοὺς κάμνοντας ὑγιάσαντες· οἱ δʼ ἐν ταῖς πολιτικαῖς ἀρχαῖς πολλὰ πρὸς ἐπήρειαν καὶ χάριν εἰώθασι πράττειν, ἐπεὶ καὶ τοὺς ἰατροὺς ὅταν ὑποπτεύωσι πιστευθέντας τοῖς ἐχθροῖς διαφθείρειν διὰ κέρδος, τότε τὴν ἐκ τῶν γραμμάτων θεραπείαν ζητήσαιεν ἂν μᾶλλον.
因为前者绝不会因为私人交情而做出违背理性的事情,而是在治好病人后赚取报酬;相反,身处政治官职中的人则习惯于出于恶意或偏袒做很多事情,因为即使对于医生,当人们怀疑他们被敌人收买而为了利益谋害自己时,那时人们就会宁愿寻求按照书面规则进行的治疗。

词汇与语法注释

  1. 1287aὁμοίως τοίνυν καὶ τὸ ἄνισον τοὺς ἴσους — 此处与前文的 `τὸ ἴσην ἔχειν τοὺς ἀνίσους... βλαβερὸν [εἶναι]` 相对比,同样省略了 `βλαβερὸν εἶναι`(是有害的)。主语是对格不定式短语 `τὸ ἄνισον [ἔχειν] τοὺς ἴσους`,意为“平等的人拥有不平等的东西”。
  2. 1287aτὸ δὲ τῶν τεχνῶν εἶναι δοκεῖ παράδειγμα ψεῦδος — 不定式 `εἶναι` 与主动词 `δοκεῖ` 以及表语 `ψεῦδος` 连用。其结构是 `τὸ τῶν τεχνῶν παράδειγμα δοκεῖ ψεῦδος εἶναι`(技术方面的例证似乎是错误的)由于词序倒置(hyperbaton)而发生的变化。随后的 `ὅ提` 从句解释了这一“技术的例证”的具体内容(即主张求助于技术人员比按照书面规则治疗更好)。

引用这一段

亚里士多德, 政治学 §3.1287a. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1287a

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。