§3.1282bἡ δὲ πρώτη λεχθεῖσα ἀπορία ποιεῖ φανερὸν οὐδὲν οὕτως ἕτερον ὡς ὅτι δεῖ τοὺς νόμους εἶναι κυρίους κειμένους ὀρθῶς, τὸν ἄρχοντα δέ, ἄν τε εἷς ἄν τε πλείους ὦσι, περὶ τούτων εἶναι κυρίους περὶ ὅσων ἐξαδυνατοῦσιν οἱ νόμοι λέγειν ἀκριβῶς διὰ τὸ μὴ ῥᾴδιον εἶναι καθόλου διορίσαι περὶ πάντων.
最初に述べられた難問は、正しく制定された法律が主権(決定権)を持つべきであり、支配者は、一人であろうと複数であろうと、法律がすべてについて一般的に規定することが容易でないために正確に規定することができない事柄についてのみ主権を持つべきであるということほど、明確に示していることは他にない。
ὁποίους μέντοι τινὰς εἶναι δεῖ τοὺς ὀρθῶς κειμένους νόμους, οὐδέν πω δῆλον, ἀλλʼ ἔτι μένει τὸ πάλαι διαπορηθέν.
しかしながら、正しく制定された法律とはどのようなものであるべきかは、いまだ全く明らかではなく、以前からの難問が依然として残っている。
ἅμα γὰρ καὶ ὁμοίως ταῖς πολιτείαις ἀνάγκη καὶ τοὺς νόμους φαύλους ἢ σπουδαίους εἶναι, καὶ δικαίους ἢ ἀδίκους.
なぜなら、国制と同時に、かつ同様に、法律もまた劣ったものか優れたもの、そして正しいものか正しくないものにならざるを得ないからである。
πλὴν τοῦτό γε φανερόν, ὅτι δεῖ πρὸς τὴν πολιτείαν κεῖσθαι τοὺς νόμους.
ただし、少なくとも法律は国制に合わせて制定されねばならないということは明らかである。
ἀλλὰ μὴν εἰ τοῦτο, δῆλον ὅτι τοὺς μὲν κατὰ τὰς ὀρθὰς πολιτείας ἀναγκαῖον εἶναι δικαίους τοὺς δὲ κατὰ τὰς παρεκβεβηκυίας οὐ δικαίους.
そうであるならば、正しい国制に基づく法律は必然的に正しく、逸脱した国制に基づく法律は正しくないということは明らかである。
ἐπεὶ δʼ ἐν πάσαις μὲν ταῖς ἐπιστήμαις καὶ τέχναις ἀγαθὸν τὸ τέλος, μέγιστον δὲ καὶ μάλιστα ἐν τῇ κυριωτάτῃ πασῶν, αὕτη δʼ ἐστὶν ἡ πολιτικὴ δύναμις, ἔστι δὲ τὸ πολιτικὸν ἀγαθὸν τὸ δίκαιον, τοῦτο δʼ ἐστὶ τὸ κοινῇ συμφέρον, δοκεῖ δὴ πᾶσιν ἴσον τι τὸ δίκαιον εἶναι, καὶ μέχρι γέ τινος ὁμολογοῦσι τοῖς κατὰ φιλοσοφίαν λόγοις, ἐν οἷς διώρισται περὶ τῶν ἠθικῶν (τὶ γὰρ καὶ τισὶ τὸ δίκαιον, καὶ δεῖν τοῖς ἴσοις ἴσον εἶναι φασιν), ποίων δὴ ἰσότης ἐστὶ καὶ ποίων ἀνισότης, δεῖ μὴ λανθάνειν.
ところで、すべての学問や技術において、その目的は善であり、最も主要な、そしてすべてのうちで最も主権的なものにおいては最大かつ最上の善であるが、これが政治的な能力(権力)であり、そして政治的な善とは正義であり、これは共通の利益のことである。 そして、すべての人にとって正義とはある種の関係において平等なものであると考えられており、倫理的な事柄について規定された哲学的な議論(そこでは、何が、また誰にとって正義であるかが述べられ、等しい人々には等しいものが与えられるべきだと言われている)にも、ある程度までは同意している。 しかし、いかなるものにおける平等、またいかなるものにおける不平等であるかは、見落としてはならない。
ἔχει γὰρ τοῦτʼ ἀπορίαν καὶ φιλοσοφίαν πολιτικήν.
なぜなら、このことこそが難問を含んでおり、政治哲学を必要とするからである。
ἴσως γὰρ ἂν φαίη τις κατὰ παντὸς ὑπεροχὴν ἀγαθοῦ δεῖν ἀνίσως νενεμῆσθαι τὰς ἀρχάς, εἰ πάντα τὰ λοιπὰ μηδὲν διαφέροιεν ἀλλʼ ὅμοιοι τυγχάνοιεν ὄντες· τοῖς γὰρ διαφέρουσιν ἕτερον εἶναι τὸ δίκαιον καὶ τὸ κατʼ ἀξίαν.
なぜなら、ある人はおそらく、あらゆる善の優越に基づいて、官職は不均等に分配されるべきであり、たとえ他のすべての点において何ら違いがなく、同様であるとしても、異なっている人々にとっては正義と価値(値打ち)に応じた配分は異なるものであると言うかもしれないからである。
ἀλλὰ μὴν εἰ τοῦτʼ ἀληθές, ἔσται καὶ κατὰ χρῶμα καὶ κατὰ μέγεθος καὶ καθʼ ὁτιοῦν τῶν ἀγαθῶν πλεονεξία τις τῶν πολιτικῶν δικαίων τοῖς ὑπερέχουσιν.
しかし、もしこれが真実であるならば、肌の色や身長、あるいは何であれ善とされるものにおいて優れている人々が、政治的権利(正義)をより多く得ることになるだろう。
ἢ τοῦτο ἐπιπόλαιον τὸ ψεῦδος;
あるいは、この誤りは極めて明白(浅薄)なものだろうか。
φανερὸν δʼ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν καὶ δυνάμεων·
他の学問や能力において、そのことは明らかである。
τῶν γὰρ ὁμοίων αὐλητῶν τὴν τέχνην οὐ δοτέον πλεονεξίαν τῶν αὐλῶν τοῖς εὐγενεστέροις (οὐδὲν γὰρ αὐλήσουσι βέλτιον), δεῖ δὲ τῷ κατὰ τὸ ἔργον ὑπερέχοντι διδόναι καὶ τῶν ὀργάνων τὴν ὑπεροχήν.
すなわち、技術において同等なフルート奏者たちのうち、より高貴な生まれの者にフルート(の分配)においていかなる優位も与えてはならない(彼らの方がより良く演奏するわけではないからである)。 むしろ、仕事(演奏)において優れている者に、楽器の優越(より優れた楽器)を与えるべきなのである。
εἰ δὲ μήπω δῆλον τὸ λεγόμενον, ἔτι μᾶλλον αὐτὸ προαγαγοῦσιν ἔσται φανερόν.
もし述べられていることがまだ明らかでないならば、これをさらに推し進めてみれば一層明らかになるだろう。
εἰ γὰρ εἴη τις ὑπερέχων μὲν κατὰ τὴν αὐλητικήν, πολὺ δʼ ἐλλείπων κατʼ εὐγένειαν ἢ κάλλος, εἰ καὶ μεῖζον ἕκαστον ἐκείνων ἀγαθόν ἐστι τῆς αὐλητικῆς (λέγω δὲ τήν τʼ εὐγένειαν καὶ τὸ κάλλος), καὶ κατὰ τὴν ἀναλογίαν ὑπερέχουσι πλέον τῆς αὐλητικῆς ἢ ἐκεῖνος κατὰ τὴν αὐλητικήν, ὅμως τούτῳ δοτέον τοὺς διαφέροντας τῶν αὐλῶν.
すなわち、ある人がフルート演奏においては優れているが、門地や容姿においてはるかに劣っているとしよう。 たとえそれらのそれぞれ(門地や容姿)が、フルート演奏よりも大きな善であり、またフルート演奏に対するそれらの比例的(相対的)な優越が、彼のフルート演奏における優越よりも大きいとしても、やはりこの者に対して、より優れたフルートを与えるべきなのである。