Humanitext Reader

亚里士多德 · 政治学 §3.1282b

法律的主权与政治分配中的平等标准

第 56 段,共 155 段 · 希腊语

内容简介

阐明了应当由正确制定的法律拥有最高权力的原则,以及法律依归于政体的难题,并通过笛手的比喻讨论了在政治分配中应当考虑何种“平等”或“优越”的尺度。

§3.1282bἡ δὲ πρώτη λεχθεῖσα ἀπορία ποιεῖ φανερὸν οὐδὲν οὕτως ἕτερον ὡς ὅτι δεῖ τοὺς νόμους εἶναι κυρίους κειμένους ὀρθῶς, τὸν ἄρχοντα δέ, ἄν τε εἷς ἄν τε πλείους ὦσι, περὶ τούτων εἶναι κυρίους περὶ ὅσων ἐξαδυνατοῦσιν οἱ νόμοι λέγειν ἀκριβῶς διὰ τὸ μὴ ῥᾴδιον εἶναι καθόλου διορίσαι περὶ πάντων.
最初提到的难题再清楚不过地表明,应当由正确制定的法律拥有最高权力,而统治者——无论是一个人还是多个人——应当只在法律因无法对所有事物做出普遍规定而不能精确阐明的事情上拥有最高权力。
ὁποίους μέντοι τινὰς εἶναι δεῖ τοὺς ὀρθῶς κειμένους νόμους, οὐδέν πω δῆλον, ἀλλʼ ἔτι μένει τὸ πάλαι διαπορηθέν.
然而,正确制定的法律究竟应当是怎样的,目前还不清楚,从前探讨过的难题依然存在。
ἅμα γὰρ καὶ ὁμοίως ταῖς πολιτείαις ἀνάγκη καὶ τοὺς νόμους φαύλους ἢ σπουδαίους εἶναι, καὶ δικαίους ἢ ἀδίκους.
因为法律必然与政体同时且同样地,或是劣等或是优良,或是公正或是偏私。
πλὴν τοῦτό γε φανερόν, ὅτι δεῖ πρὸς τὴν πολιτείαν κεῖσθαι τοὺς νόμους.
至少有一点是显而易见的,即法律必须根据政体来制定。
ἀλλὰ μὴν εἰ τοῦτο, δῆλον ὅτι τοὺς μὲν κατὰ τὰς ὀρθὰς πολιτείας ἀναγκαῖον εἶναι δικαίους τοὺς δὲ κατὰ τὰς παρεκβεβηκυίας οὐ δικαίους.
如果是这样,显然,符合正确政体的法律必然是公正的,而符合偏差政体的法律则是不公正的。
ἐπεὶ δʼ ἐν πάσαις μὲν ταῖς ἐπιστήμαις καὶ τέχναις ἀγαθὸν τὸ τέλος, μέγιστον δὲ καὶ μάλιστα ἐν τῇ κυριωτάτῃ πασῶν, αὕτη δʼ ἐστὶν ἡ πολιτικὴ δύναμις, ἔστι δὲ τὸ πολιτικὸν ἀγαθὸν τὸ δίκαιον, τοῦτο δʼ ἐστὶ τὸ κοινῇ συμφέρον, δοκεῖ δὴ πᾶσιν ἴσον τι τὸ δίκαιον εἶναι, καὶ μέχρι γέ τινος ὁμολογοῦσι τοῖς κατὰ φιλοσοφίαν λόγοις, ἐν οἷς διώρισται περὶ τῶν ἠθικῶν (τὶ γὰρ καὶ τισὶ τὸ δίκαιον, καὶ δεῖν τοῖς ἴσοις ἴσον εἶναι φασιν), ποίων δὴ ἰσότης ἐστὶ καὶ ποίων ἀνισότης, δεῖ μὴ λανθάνειν.
既然在一切科学和技术中,目的都是一种善,而在一切科学中最具最高权力(支配地位)的科学中,善最大且最明显,这便是政治能力,而政治的善就是公正,即共同的利益。 所有人都认为公正是一种平等,而且在某种程度上,他们同意关于伦理学定义的哲学讨论(因为他们说,公正是针对某些事物和某些人的,且对于平等的人应当平等);但是,在哪些事物上存在平等,在哪些事物上存在不平等,这是不容忽视的。
ἔχει γὰρ τοῦτʼ ἀπορίαν καὶ φιλοσοφίαν πολιτικήν.
因为这包含着难题和政治哲学。
ἴσως γὰρ ἂν φαίη τις κατὰ παντὸς ὑπεροχὴν ἀγαθοῦ δεῖν ἀνίσως νενεμῆσθαι τὰς ἀρχάς, εἰ πάντα τὰ λοιπὰ μηδὲν διαφέροιεν ἀλλʼ ὅμοιοι τυγχάνοιεν ὄντες· τοῖς γὰρ διαφέρουσιν ἕτερον εἶναι τὸ δίκαιον καὶ τὸ κατʼ ἀξίαν.
因为也许有人会说,应当根据任何一种善的优越性来不平等地分配官职,即使人们在其他所有方面没有任何区别而是彼此相似;因为对于不同的人,公正和按价值分配是不同的。
ἀλλὰ μὴν εἰ τοῦτʼ ἀληθές, ἔσται καὶ κατὰ χρῶμα καὶ κατὰ μέγεθος καὶ καθʼ ὁτιοῦν τῶν ἀγαθῶν πλεονεξία τις τῶν πολιτικῶν δικαίων τοῖς ὑπερέχουσιν.
然而,如果这是真的,那么在肤色、身材或任何善上表现优越的人,就将在政治权利上获得某种优待。
ἢ τοῦτο ἐπιπόλαιον τὸ ψεῦδος;
或者,这种错误是显而易见的?
φανερὸν δʼ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν καὶ δυνάμεων· τῶν γὰρ ὁμοίων αὐλητῶν τὴν τέχνην οὐ δοτέον πλεονεξίαν τῶν αὐλῶν τοῖς εὐγενεστέροις (οὐδὲν γὰρ αὐλήσουσι βέλτιον), δεῖ δὲ τῷ κατὰ τὸ ἔργον ὑπερέχοντι διδόναι καὶ τῶν ὀργάνων τὴν ὑπεροχήν.
这在其他科学和能力中是清楚的:因为在技术同等的笛手中间,不应当把更优越的笛子分给出身更高贵的人(因为他们并不会因此吹得更好),而应当把更优越的乐器分给在演奏工作上更优秀的人。
εἰ δὲ μήπω δῆλον τὸ λεγόμενον, ἔτι μᾶλλον αὐτὸ προαγαγοῦσιν ἔσται φανερόν.
如果所说的话还不清楚,那么通过进一步推进这一论点,它就会变得更加明白。
εἰ γὰρ εἴη τις ὑπερέχων μὲν κατὰ τὴν αὐλητικήν, πολὺ δʼ ἐλλείπων κατʼ εὐγένειαν ἢ κάλλος, εἰ καὶ μεῖζον ἕκαστον ἐκείνων ἀγαθόν ἐστι τῆς αὐλητικῆς (λέγω δὲ τήν τʼ εὐγένειαν καὶ τὸ κάλλος), καὶ κατὰ τὴν ἀναλογίαν ὑπερέχουσι πλέον τῆς αὐλητικῆς ἢ ἐκεῖνος κατὰ τὴν αὐλητικήν, ὅμως τούτῳ δοτέον τοὺς διαφέροντας τῶν αὐλῶν.
因为,假如有个人虽然在吹笛技术上很优秀,但在出身或美貌上却差得多,即使那两项(出身和美貌)中的每一项都是比吹笛技术更大的善,而且它们超出吹笛技术的比例,也大于那个人在吹笛技术上超出他人的比例,但仍然应当把那些更优秀的笛子分给这个人。

词汇与语法注释

  1. 1282b1οὐδὲν οὕτως ἕτερον ὡς ὅτι — 采用比较结构的强调句式,字面意思是“没有其他事物像……这样清楚地表明”,实际上等同于“最清楚地表明……”。
  2. 1282b24κατὰ παντὸς ὑπεροχὴν ἀγαθοῦ — 介词 κατά 支配宾格名词 ὑπεροχήν(“优越”),而属格形容词 παντός 修饰同为属格的名词 ἀγαθοῦ(“任何善”)。属格短语包围了其所修饰的支配名词,形成了语序倒置(hyperbaton)。
  3. 1282b38καὶ κατὰ τὴν ἀναλογίαν ὑπερέχουσι πλέον τῆς αὐλητικῆς ἢ ἐκεῖνος κατὰ τὴν αὐλητικήν — 复数动词 ὑπερέχουσι 的语法主语是前句中的单数 ἕκαστον ἐκείνων(“那两项中的每一项”),此处基于复数概念采用了意义一致(ad sensum)的配。πλέον 作副词,其比较对象由 ἤ 引导的从句给出。

引用这一段

亚里士多德, 政治学 §3.1282b. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1282b

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。