§3.1278bπότερον μὲν οὖν ἑτέραν ἢ τὴν αὐτὴν θετέον, καθʼ ἣν ἀνὴρ ἀγαθός ἐστι καὶ πολίτης σπουδαῖος, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τινὸς μὲν πόλεως ὁ αὐτὸς τινὸς δʼ ἕτερος, κἀκεῖνος οὐ πᾶς ἀλλʼ ὁ πολιτικὸς καὶ κύριος ἢ δυνάμενος εἶναι κύριος, ἢ καθʼ αὑτὸν ἢ μετʼ ἄλλων, τῆς τῶν κοινῶν ἐπιμελείας.
したがって、良き人である基準と優れた市民である基準とが、異なるものとされるべきか、それとも同じものとされるべきかは、これまでに述べられたことから明らかである。 すなわち、ある国家においては同一の人物がその両方であり、別の国家においては異なる人物がそうなのであって、しかも同一である場合もその者はすべての市民ではなく、単独で、または他の人々とともに、共同の事柄の管理について主権を握っているか、あるいは主権を握りうる政治家だけがそうなのである。
ἐπεὶ δὲ ταῦτα διώρισται, τὸ μετὰ ταῦτα σκεπτέον, πότερον μίαν θετέον πολιτείαν ἢ πλείους, κἂν εἰ πλείους, τίνες καὶ πόσαι, καὶ διαφοραὶ τίνες αὐτῶν εἰσιν.
これらが規定されたので、次に検討すべきことは、国制を一つとみなすべきか、それとも複数とみなすべきか、そしてもし複数であるなら、それらは何であり、いくつあり、それらの違いはいかなるものであるかである。
ἔστι δὲ πολιτεία πόλεως τάξις τῶν τε ἄλλων ἀρχῶν καὶ μάλιστα τῆς κυρίας πάντων.
国制とは、国家における諸官職の、特にすべてを支配する主権的な官職の配置のことである。
κύριον μὲν γὰρ πανταχοῦ τὸ πολίτευμα τῆς πόλεως, πολίτευμα δʼ ἐστὶν ἡ πολιτεία.
なぜなら、いたるところで国家の支配権者が主権を持ち、支配権者とは国制そのものだからである。
λέγω δʼ οἷον ἐν μὲν ταῖς δημοκρατίαις κύριος ὁ δῆμος, οἱ δʼ ὀλίγοι τοὐναντίον ἐν ταῖς ὀλιγαρχίαις, φαμὲν δὲ καὶ πολιτείαν ἑτέραν εἶναι τούτων.
私の言おうとしているのは、例えば民主政においては民衆が主権を持ち、これに対して寡頭政においては少数の者たちがそうであるということであり、私たちはこれらは互いに異なる国制であると言う。
τὸν αὐτὸν δὲ τοῦτον ἐροῦμεν λόγον καὶ περὶ τῶν ἄλλων.
そして、これと同じ議論を他の国制についても適用することにする。
ὑποθετέον δὴ πρῶτον τίνος χάριν συνέστηκε πόλις, καὶ τῆς ἀρχῆς εἴδη πόσα τῆς περὶ ἄνθρωπον καὶ τὴν κοινωνίαν τῆς ζωῆς.
それゆえ、まず第一に、国家がいかなる目的のために構成されているか、また人間に関わる、そして生の共同体に関わる支配の種類がいくつあるかという前提を置かねばならない。
εἴρηται δὴ κατὰ τοὺς πρώτους λόγους, ἐν οἷς περὶ οἰκονομίας διωρίσθη καὶ δεσποτείας, καὶ ὅτι φύσει μέν ἐστιν ἄνθρωπος ζῷον πολιτικόν.
最初の議論において、家政と主奴支配について規定された際に、人間は自然本性的に政治的動物であるということも既に述べられた。
διὸ καὶ μηδὲν δεόμενοι τῆς παρὰ ἀλλήλων βοηθείας οὐκ ἔλαττον ὀρέγονται τοῦ συζῆν·
それゆえ、互いの助けを全く必要としていない場合であっても、彼らは共同して生きることをそれ以上に熱望するのである。
οὐ μὴν ἀλλὰ καὶ τὸ κοινῇ συμφέρον συνάγει, καθʼ ὅσον ἐπιβάλλει μέρος ἑκάστῳ τοῦ ζῆν καλῶς.
とはいえ、共同の利益もまた人々を一つに集めるのであり、それは美しく生きることの分け前が各人にどれだけ割り当てられるかに応じている。
μάλιστα μὲν οὖν τοῦτʼ ἐστὶ τέλος, καὶ κοινῇ πᾶσι καὶ χωρίς·
したがって、これこそが、共同にとっても個々人にとっても、最大の目的なのである。
συνέρχονται δὲ καὶ τοῦ ζῆν ἕνεκεν αὐτοῦ καὶ συνέχουσι τὴν πολιτικὴν κοινωνίαν, ἴσως γὰρ ἔνεστί τι τοῦ καλοῦ μόριον καὶ κατὰ τὸ ζῆν αὐτὸ μόνον·
しかし、人々はただ生きることそのもののためにさえも集まり、政治的共同体を維持する。 というのも、おそらく、生きることそれ自体の中にも、美しきものの一部が含まれているからである。
ἂν μὴ τοῖς χαλεποῖς κατὰ τὸν βίον ὑπερβάλῃ λίαν, δῆλον δʼ ὡς καρτεροῦσι πολλὴν κακοπάθειαν οἱ πολλοὶ τῶν ἀνθρώπων γλιχόμενοι τοῦ ζῆν, ὡς ἐνούσης τινὸς εὐημερίας ἐν αὐτῷ καὶ γλυκύτητος φυσικῆς.
生活上の困難があまりに過度にならない限りは。 また、大半の人間は生存を渇望し、その生存自体の中に何らかの幸福と自然な甘美さが存在しているかのように、多くの苦難を耐え忍んでいることは明らかである。
ἀλλὰ μὴν καὶ τῆς ἀρχῆς γε τοὺς λεγομένους τρόπους ῥᾴδιον διελεῖν·
だがそれだけでなく、支配のいわゆる諸方式を区別することも容易である。
καὶ γὰρ ἐν τοῖς ἐξωτερικοῖς λόγοις διοριζόμεθα περὶ αὐτῶν πολλάκις.
なぜなら、私たちは外的な議論においても、それらについてしばしば規定しているからである。
ἡ μὲν γὰρ δεσποτεία, καίπερ ὄντος κατʼ ἀλήθειαν τῷ τε φύσει δούλῳ καὶ τῷ φύσει δεσπότῃ ταὐτοῦ συμφέροντος, ὅμως ἄρχει πρὸς τὸ τοῦ δεσπότου συμφέρον οὐδὲν ἧττον, πρὸς δὲ τὸ τοῦ δούλου κατὰ συμβεβηκός, οὐ γὰρ ἐνδέχεται φθειρομένου τοῦ δούλου σῴζεσθαι τὴν δεσποτείαν.
すなわち、主奴支配は、実際には自然本性的な奴隷にとっても自然本性的な主人にとっても同一の利益が存在するにもかかわらず、それでもやはり、主人の利益のために支配するのであり、奴隷の利益のためには付随的に支配するにすぎない。 というのも、奴隷が滅びてしまえば主奴支配が維持されることはあり得ないからである。
ἡ δὲ τέκνων ἀρχὴ καὶ γυναικὸς ἤτοι τῶν ἀρχομένων χάριν ἐστὶν ἢ κοινοῦ τινὸς ἀμφοῖν, καθʼ αὑτὸ μὲν τῶν ἀρχομένων, ὥσπερ ὁρῶμεν καὶ τὰς ἄλλας τέχνας,
他方、子供たちや妻に対する支配は、支配される者のため、あるいは両者の共通の何らかの目的のためであり、本質的には支配される者のためである。 それは、私たちが他の諸々の技術についても目にしているのと同様である。