§3.1278bπότερον μὲν οὖν ἑτέραν ἢ τὴν αὐτὴν θετέον, καθʼ ἣν ἀνὴρ ἀγαθός ἐστι καὶ πολίτης σπουδαῖος, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τινὸς μὲν πόλεως ὁ αὐτὸς τινὸς δʼ ἕτερος, κἀκεῖνος οὐ πᾶς ἀλλʼ ὁ πολιτικὸς καὶ κύριος ἢ δυνάμενος εἶναι κύριος, ἢ καθʼ αὑτὸν ἢ μετʼ ἄλλων, τῆς τῶν κοινῶν ἐπιμελείας.
因此,凭以使人成为善人与使市民成为杰出市民的德性,究竟应该定为不同还是相同,从前述内容中已很清楚:即在某些城邦中两者为同一人,而在另一些城邦中则为不同的人,而且即使在前者中,也不是指所有的市民,而只是指那些单独地或与他人共同地、对公共事务的管理拥有或能够拥有主权的政治家。
ἐπεὶ δὲ ταῦτα διώρισται, τὸ μετὰ ταῦτα σκεπτέον, πότερον μίαν θετέον πολιτείαν ἢ πλείους, κἂν εἰ πλείους, τίνες καὶ πόσαι, καὶ διαφοραὶ τίνες αὐτῶν εἰσιν.
既然这些已经规定清楚,接下来应当考察的是,应该将政体定为一种还是多种,如果是多种,它们是什么,有多少种,以及它们之间的区别是什么。
ἔστι δὲ πολιτεία πόλεως τάξις τῶν τε ἄλλων ἀρχῶν καὶ μάλιστα τῆς κυρίας πάντων.
国政(政体)系统是城邦中其他官职的、尤其是掌握一切的最高(主权)官职的统筹安排。
κύριον μὲν γὰρ πανταχοῦ τὸ πολίτευμα τῆς πόλεως, πολίτευμα δʼ ἐστὶν ἡ πολιτεία.
因为在任何地方,城邦的主政者(统治团体)都是拥有主权的,而主政者就是政体本身。
λέγω δʼ οἷον ἐν μὲν ταῖς δημοκρατίαις κύριος ὁ δῆμος, οἱ δʼ ὀλίγοι τοὐναντίον ἐν ταῖς ὀλιγαρχίαις, φαμὲν δὲ καὶ πολιτείαν ἑτέραν εἶναι τούτων.
我的意思是,例如在民主政体中,平民(大众)拥有主权,相反地,在寡头政体中,少数人拥有主权,而我们说这些是不同的政体。
τὸν αὐτὸν δὲ τοῦτον ἐροῦμεν λόγον καὶ περὶ τῶν ἄλλων.
对于其他的政体,我们也将采用这同样的说法。
ὑποθετέον δὴ πρῶτον τίνος χάριν συνέστηκε πόλις, καὶ τῆς ἀρχῆς εἴδη πόσα τῆς περὶ ἄνθρωπον καὶ τὴν κοινωνίαν τῆς ζωῆς.
因此,必须首先假定,城邦是为了什么目的而建立的,以及关于人及生命的共同体的统治,其形式有多少种。
εἴρηται δὴ κατὰ τοὺς πρώτους λόγους, ἐν οἷς περὶ οἰκονομίας διωρίσθη καὶ δεσποτείας, καὶ ὅτι φύσει μέν ἐστιν ἄνθρωπος ζῷον πολιτικόν.
在我们最初的论述中(其中对家政和主奴统治进行了界定),已经说过人天生是政治动物。
διὸ καὶ μηδὲν δεόμενοι τῆς παρὰ ἀλλήλων βοηθείας οὐκ ἔλαττον ὀρέγονται τοῦ συζῆν·
因此,即使不需要彼此的协助,他们也同样渴望共同生活。
οὐ μὴν ἀλλὰ καὶ τὸ κοινῇ συμφέρον συνάγει, καθʼ ὅσον ἐπιβάλλει μέρος ἑκάστῳ τοῦ ζῆν καλῶς.
然而,共同的利益也把人们聚集在一起,这取决于每个人在过上美好生活中所占的分量。
μάλιστα μὲν οὖν τοῦτʼ ἐστὶ τέλος, καὶ κοινῇ πᾶσι καὶ χωρίς·
因此,这无论对所有人共同还是对每个人单独而言,都是最大的目的。
συνέρχονται δὲ καὶ τοῦ ζῆν ἕνεκεν αὐτοῦ καὶ συνέχουσι τὴν πολιτικὴν κοινωνίαν, ἴσως γὰρ ἔνεστί τι τοῦ καλοῦ μόριον καὶ κατὰ τὸ ζῆν αὐτὸ μόνον· ἂν μὴ τοῖς χαλεποῖς κατὰ τὸν βίον ὑπερβάλῃ λίαν, δῆλον δʼ ὡς καρτεροῦσι πολλὴν κακοπάθειαν οἱ πολλοὶ τῶν ἀνθρώπων γλιχόμενοι τοῦ ζῆν, ὡς ἐνούσης τινὸς εὐημερίας ἐν αὐτῷ καὶ γλυκύτητος φυσικῆς.
但他们也是为了生存本身而聚集在一起,并维系着政治共同体,因为或许即使在生存本身中也包含着某种美妙的成分,只要它没有被生活中的种种艰辛过度压倒;而且显然,大多数人出于对生存的渴望而忍受着巨大的痛苦,仿佛在生存本身中就蕴含着某种安乐和天生的甘美。
ἀλλὰ μὴν καὶ τῆς ἀρχῆς γε τοὺς λεγομένους τρόπους ῥᾴδιον διελεῖν· καὶ γὰρ ἐν τοῖς ἐξωτερικοῖς λόγοις διοριζόμεθα περὶ αὐτῶν πολλάκις.
此外,要区分所谓的统治方式也并非难事;因为我们在外部著作(公开论著)中也经常对它们做出规定。
ἡ μὲν γὰρ δεσποτεία, καίπερ ὄντος κατʼ ἀλήθειαν τῷ τε φύσει δούλῳ καὶ τῷ φύσει δεσπότῃ ταὐτοῦ συμφέροντος, ὅμως ἄρχει πρὸς τὸ τοῦ δεσπότου συμφέρον οὐδὲν ἧττον, πρὸς δὲ τὸ τοῦ δούλου κατὰ συμβεβηκός, οὐ γὰρ ἐνδέχεται φθειρομένου τοῦ δούλου σῴζεσθαι τὴν δεσποτείαν.
因为主奴统治,尽管实际上对于天生的奴隶和天生的主人来说利益是相同的,但它依然主要是为了主人的利益而统治,而为了奴隶的利益只是偶然的,因为如果奴隶灭亡了,主奴统治关系也不可能保存。
ἡ δὲ τέκνων ἀρχὴ καὶ γυναικὸς ἤτοι τῶν ἀρχομένων χάριν ἐστὶν ἢ κοινοῦ τινὸς ἀμφοῖν, καθʼ αὑτὸ μὲν τῶν ἀρχομένων, ὥσπερ ὁρῶμεν καὶ τὰς ἄλλας τέχνας,
而对妻子和孩子的统治,或者是为了被统治者的利益,或者是为了双方共同的某种利益,但本质上是为了被统治者,正如我们在其他技艺中看到的那样。