§2.1267bἔτι δʼ ἡ πονηρία τῶν ἀνθρώπων ἄπληστον, καὶ τὸ πρῶτον μὲν ἱκανὸν διωβελία μόνον, ὅταν δʼ ἤδη τοῦτʼ ᾖ πάτριον, ἀεὶ δέονται τοῦ πλείονος, ἕως εἰς ἄπειρον ἔλθωσιν.
さらに、人間の邪悪さは飽くことを知らず、最初は2オボロス(の配給)だけで十分であるが、これが一度慣習となると、彼らは常にさらなるものを要求し、ついに無限に達する。
ἄπειρος γὰρ ἡ τῆς ἐπιθυμίας φύσις, ἧς πρὸς τὴν ἀναπλήρωσιν οἱ πολλοὶ ζῶσιν.
なぜなら、欲望の性質は無限であり、多くの人々はそれを満たすために生きているからである。
τῶν οὖν τοιούτων ἀρχή, μᾶλλον τοῦ τὰς οὐσίας ὁμαλίζειν, τὸ τοὺς μὲν ἐπιεικεῖς τῇ φύσει τοιούτους παρασκευάζειν ὥστε μὴ βούλεσθαι πλεονεκτεῖν, τοὺς δὲ φαύλους ὥστε μὴ δύνασθαι·
したがって、これらに対する是正策は、財産を均等にすることよりもむしろ、本性において優れた人々を、より多くを貪ることを望まないように整え、卑しい人々を、そうすることができないようにすることである。
τοῦτο δʼ ἐστίν, ἂν ἥττους τε ὦσι καὶ μὴ ἀδικῶνται.
そして、これは彼らが劣った立場にあり、かつ不正に扱われない場合に達成される。
οὐ καλῶς δὲ οὐδὲ τὴν ἰσότητα τῆς οὐσίας εἴρηκεν.
また、彼は財産の平等についても、うまく語っていない。
περὶ γὰρ τὴν τῆς γῆς κτῆσιν ἰσάζει μόνον, ἔστι δὲ καὶ δούλων καὶ βοσκημάτων πλοῦτος καὶ νομίσματος, καὶ κατασκευὴ πολλὴ τῶν καλουμένων ἐπίπλων·
なぜなら、彼は土地の所有についてのみ均等にしているが、奴隷、家畜、貨幣の富、そしていわゆる動産の多くの備品も存在しているからである。
ἢ πάντων οὖν τούτων ἰσότητα ζητητέον ἢ τάξιν τινὰ μετρίαν, ἢ πάντα ἐατέον.
それゆえ、これらすべてについて平等を追求すべきか、あるいはある程度の控えめな規定を設けるべきか、あるいはすべてをそのままにしておくべきかのいずれかである。
φαίνεται δʼ ἐκ τῆς νομοθεσίας κατασκευάζων τὴν πόλιν μικράν, εἴ γʼ οἱ τεχνῖται πάντες δημόσιοι ἔσονται καὶ μὴ πλήρωμά τι παρέξονται τῆς πόλεως.
しかし、彼の立法からすると、もし職人がすべて公有となり、城邦を構成する一部を提供しないとすれば、彼は城邦を小さなものとして建設しているように見える。
ἀλλʼ εἴπερ δεῖ δημοσίους εἶναι τοὺς τὰ κοινὰ ἐργαζομένους, δεῖ (καθάπερ ἐν Ἐπιδάμνῳ τε καὶ ὡς Διόφαντός ποτε κατεσκεύαζεν Ἀθήνησι) τοῦτον ἔχειν τὸν τρόπον.
しかし、もし共同の仕事に従事する者たちを公有にすべきであるならば、(エピダムノスにおけるように、またかつてディオファントスがアテナイで制度化したように)このような方法をとるべきである。
περὶ μὲν οὖν τῆς Φαλέου πολιτείας σχεδὸν ἐκ τούτων ἄν τις θεωρήσειεν, εἴ τι τυγχάνει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς.
さて、ファレアスの国制については、彼が何かうまく語っているか、あるいはそうでないか、およそこれらの点から検討することができるだろう。
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δέ, οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος) πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης.
ミレトスのエウリュフォンの子ヒッポダモス(彼は諸都市の区画整理を発明し、ペイライエウスを区画し、他の生活全般においても、名誉欲のゆえに非常に風変わりであり、ある人々には、豊かな髪と贅沢な装飾、さらには、冬だけでなく夏の時期にも、安価ではあるが暖かい衣類を身にまとって、過剰に凝った生活を送っていると思われたほどであり、また、自然全体についても博識であろうと望んでいた)は、国政に携わっていない者の中で、最善の国制について何事かを語ることに最初に着手した。
κατεσκεύαζε δὲ τὴν πόλιν τῷ πλήθει μὲν μυρίανδρον, εἰς τρία δὲ μέρη διῃρημένην·
彼は城邦を、人口においては1万人とし、3つの部分に分割されたものとして構成した。
ἐποίει γὰρ ἓν μὲν μέρος τεχνίτας, ἓν δὲ γεωργούς, τρίτον δὲ τὸ προπολεμοῦν καὶ τὰ ὅπλα ἔχον.
というのも、彼は一つの部分を職人、他の一つを農民、第三を戦争を戦い武器を持つ者としたからである。
διῄρει δʼ εἰς τρία μέρη τὴν χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δʼ ἰδίαν·
彼はまた、土地を聖域、公有地、私有地の3つの部分に分割した。
ὅθεν μὲν τὰ νομιζόμενα ποιήσουσι πρὸς τοὺς θεούς, ἱεράν, ἀφʼ ὧν δʼ οἱ προπολεμοῦντες βιώσονται, κοινήν, τὴν δὲ τῶν γεωργῶν ἰδίαν.
すなわち、神々に対する慣習の儀礼を執り行うための土地を聖域とし、戦争を戦う者たちが生活するための土地を共同地(公有地)とし、農民たちのための土地を私有地とした。
ᾤετο δʼ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον·
彼はまた、法律の種類も3つだけであると考えた。
περὶ ὧν γὰρ αἱ δίκαι γίνονται, τρία ταῦτʼ εἶναι τὸν ἀριθμόν, ὕβριν βλάβην θάνατον.
なぜなら、訴訟が起こされる事柄は、その数において、侮辱、損害、死の3つだからである。
ἐνομοθέτει δὲ καὶ δικαστήριον ἓν τὸ κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρίσθαι δοκούσας δίκας·
彼はまた、最高決定権を持つ一つの裁判所を制定し、正しく判決が下されなかったと思われるすべての訴訟はそこに控訴されるべきであるとした。
τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γερόντων αἱρετῶν.
そして彼は、これを数名の選出された長老たちから構成した。