§2.1267bἔτι δʼ ἡ πονηρία τῶν ἀνθρώπων ἄπληστον, καὶ τὸ πρῶτον μὲν ἱκανὸν διωβελία μόνον, ὅταν δʼ ἤδη τοῦτʼ ᾖ πάτριον, ἀεὶ δέονται τοῦ πλείονος, ἕως εἰς ἄπειρον ἔλθωσιν.
此外,人类的贪欲是无止境的,起初仅有两奥博尔便足够,但当这已成为传统时,他们便总是需要更多,直到走向无限。
ἄπειρος γὰρ ἡ τῆς ἐπιθυμίας φύσις, ἧς πρὸς τὴν ἀναπλήρωσιν οἱ πολλοὶ ζῶσιν.
因为欲望的本性是无限的,而大众正是为了满足欲望而生活。
τῶν οὖν τοιούτων ἀρχή, μᾶλλον τοῦ τὰς οὐσίας ὁμαλίζειν, τὸ τοὺς μὲν ἐπιεικεῖς τῇ φύσει τοιούτους παρασκευάζειν ὥστε μὴ βούλεσθαι πλεονεκτεῖν, τοὺς δὲ φαύλους ὥστε μὴ δύνασθαι· τοῦτο δʼ ἐστίν, ἂν ἥττους τε ὦσι καὶ μὴ ἀδικῶνται.
因此,解决此类问题的起点,与其说是均等财产,不如说是使本性贤良的人受到熏陶,从而不愿多占,并使卑劣的人无力多占;而做到这一点的前提是,使他们处于较弱的地位且不受到不公对待。
οὐ καλῶς δὲ οὐδὲ τὴν ἰσότητα τῆς οὐσίας εἴρηκεν.
此外,关于财产的平等,他的说法也并不妥当。
περὶ γὰρ τὴν τῆς γῆς κτῆσιν ἰσάζει μόνον, ἔστι δὲ καὶ δούλων καὶ βοσκημάτων πλοῦτος καὶ νομίσματος, καὶ κατασκευὴ πολλὴ τῶν καλουμένων ἐπίπλων·
因为他仅在土地的占有上进行了均等,然而财富还包括奴隶、牲畜、货币,以及大量被称为动产的设施。
ἢ πάντων οὖν τούτων ἰσότητα ζητητέον ἢ τάξιν τινὰ μετρίαν, ἢ πάντα ἐατέον.
因此,要么必须在这所有事物上寻求平等,要么制定某种温和的规范,要么就任其自然。
φαίνεται δʼ ἐκ τῆς νομοθεσίας κατασκευάζων τὴν πόλιν μικράν, εἴ γʼ οἱ τεχνῖται πάντες δημόσιοι ἔσονται καὶ μὴ πλήρωμά τι παρέξονται τῆς πόλεως.
然而,从他的立法来看,他似乎将城邦建设得很小,因为如果所有的手工业者都将成为公有奴隶,而不构成城邦的充实部分的话。
ἀλλʼ εἴπερ δεῖ δημοσίους εἶναι τοὺς τὰ κοινὰ ἐργαζομένους, δεῖ (καθάπερ ἐν Ἐπιδάμνῳ τε καὶ ὡς Διόφαντός ποτε κατεσκεύαζεν Ἀθήνησι) τοῦτον ἔχειν τὸν τρόπον.
但是,如果为公共事务劳作的人确实应当是公有的,那就应当采取这种方式(正如在埃皮达姆诺斯,以及昔日狄奥凡托斯在雅典所确立的那样)。
περὶ μὲν οὖν τῆς Φαλέου πολιτείας σχεδὸν ἐκ τούτων ἄν τις θεωρήσειεν, εἴ τι τυγχάνει καλῶς εἰρηκὼς ἢ μὴ καλῶς.
因此,关于斐利亚的国制,人们大致可以从这些方面来考察他究竟说得妥当与否。
Ἱππόδαμος δὲ Εὐρυφῶντος Μιλήσιος (ὃς καὶ τὴν τῶν πόλεων διαίρεσιν εὗρε καὶ τὸν Πειραιᾶ κατέτεμεν, γενόμενος καὶ περὶ τὸν ἄλλον βίον περιττότερος διὰ φιλοτιμίαν οὕτως ὥστε δοκεῖν ἐνίοις ζῆν περιεργότερον τριχῶν τε πλήθει καὶ κόσμῳ πολυτελεῖ, ἔτι δὲ ἐσθῆτος εὐτελοῦς μὲν ἀλεεινῆς δέ, οὐκ ἐν τῷ χειμῶνι μόνον ἀλλὰ καὶ περὶ τοὺς θερινοὺς χρόνους, λόγιος δὲ καὶ περὶ τὴν ὅλην φύσιν εἶναι βουλόμενος) πρῶτος τῶν μὴ πολιτευομένων ἐνεχείρησέ τι περὶ πολιτείας εἰπεῖν τῆς ἀρίστης.
米利都的希波达摩斯,埃乌里丰之子(他不仅发明了城市的区画整理并规划了比雷埃夫斯港,而且由于好名声,在其他生活方式上也显得颇为奇特,以至于在某些人看来,他的生活过于考究,蓄着浓密的头发,佩戴昂贵的饰物,此外在冬天和夏天都穿着廉价却保暖的衣服,并希望自己在整个自然知识方面都博学多才),他是非参政者中第一个尝试对最善国制发表意见的人。
κατεσκεύαζε δὲ τὴν πόλιν τῷ πλήθει μὲν μυρίανδρον, εἰς τρία δὲ μέρη διῃρημένην· ἐποίει γὰρ ἓν μὲν μέρος τεχνίτας, ἓν δὲ γεωργούς, τρίτον δὲ τὸ προπολεμοῦν καὶ τὰ ὅπλα ἔχον.
他所设计的城邦在人口上是一万人,并被划分为三个部分:他使一部分为手工业者,一部分为农夫,第三部分为保家卫国并持有武器的战士。
διῄρει δʼ εἰς τρία μέρη τὴν χώραν, τὴν μὲν ἱερὰν τὴν δὲ δημοσίαν τὴν δʼ ἰδίαν·
他将土地也划分为三个部分:神圣地、公有地和私有地。
ὅθεν μὲν τὰ νομιζόμενα ποιήσουσι πρὸς τοὺς θεούς, ἱεράν, ἀφʼ ὧν δʼ οἱ προπολεμοῦντες βιώσονται, κοινήν, τὴν δὲ τῶν γεωργῶν ἰδίαν.
其中,用以履行对神明祭祀惯例的土地为神圣地,用以供养战士生活的土地为公有地,而农夫的土地则为私有地。
ᾤετο δʼ εἴδη καὶ τῶν νόμων εἶναι τρία μόνον· περὶ ὧν γὰρ αἱ δίκαι γίνονται, τρία ταῦτʼ εἶναι τὸν ἀριθμόν, ὕβριν βλάβην θάνατον.
他认为法律的种类也只有三种,因为提起诉讼的事项在数量上只有这三种:侮辱、损害和死亡。
ἐνομοθέτει δὲ καὶ δικαστήριον ἓν τὸ κύριον, εἰς ὃ πάσας ἀνάγεσθαι δεῖν τὰς μὴ καλῶς κεκρίσθαι δοκούσας δίκας· τοῦτο δὲ κατεσκεύαζεν ἐκ τινῶν γερόντων αἱρετῶν.
他还立法设立了一个最高裁判所,所有被认为判决不公的诉讼都必须呈递到这里;而这个裁判所是由若干选拔出来的长老组成的。