§5.1Νυνὶ δὲ πρῶτον πειράσομαι τῶν ζῴων διελέσθαι, ὁποῖα αὐτῶν προσήκει διαλλάττειν πρὸς τὸ εἶναι ἀνδρεῖα καὶ δειλὰ καὶ δίκαια καὶ ἄδικα.
さて、今や私はまず、動物たちについて、それらのうちいかなるものが、勇敢であること、臆病であること、正義であること、不正であることに関して、区別されるのがふさわしいかを選り分けようと試みる。
Διαιρετέον δὲ τὸ τῶν ζῴων γένος εἰς δύο μορφάς, εἰς ἄρσεν καὶ θῆλυ, προσάπτοντα τὸ πρέπον ἑκατέρᾳ μορφῇ.
そして、動物の属を、それぞれの形態にふさわしいものを割り当てながら、雄と雌という2つの形態に分割しなければならない。
§5.2Ἔστι δὲ ὅμοια.
これらは類似している。
Ἐπιχειροῦμεν οὖν τρέφειν τῶν θηρίων προσηνέστερα καὶ μαλακώτερα τὰς ψυχὰς τὰ θήλεα τῶν ἀρρένων, ἧττόν τε ῥωμαλεούμενα, τάς τε τροφὰς καὶ τὰς χειροηθείας μᾶλλον προσδεχόμενα.
したがって、私たちは野獣のうち、雌は雄よりも魂がより穏やかでより柔軟であり、また力強さに欠け、食べ物や飼いならされることをより受け入れやすいものとして飼育しようとする。
Ὥστε τοιαῦτα ὄντα εἴη που ἂν ἀθυμότερα τῶν ἀρρένων.
したがって、そのような性質であるため、おそらく雄よりも気概に欠けるものであろう。
§5.3Καταφανὲς δὲ τοῦτο ἐξ ἡμῶν πού ἐστιν, ὅτι ἐπὰν ὑπὸ θυμοῦ κρατηθῶμεν, δυσπαραπιστότεροί τε, καὶ μάλισταἐρρώμεθα πρὸς τὸ μηδαμῇ μηδὲν εἶξαι, ἐπὶ τὸ βιάζεσθαι δὲ καὶ πρᾶξαι φερόμεθα, πρὸς ὃ ἂν ὁ θυμὸς ὁρμήσῃ.
そして、このことはおそらく私たち自身からも明らかである。 すなわち、私たちが怒りに支配されるとき、私たちはより説得しにくくなり、いかなる点でも決して譲歩しないように強く心がけ、怒りが駆り立てるものへと、暴力を行使し実行することへと押し流されるからである。
§5.4Δοκεῖ δέ μοι καὶ κακουργότερα γίνεσθαι τὰ θήλεα τῶν ἀρρένων, καὶ προπετέστερά τε καὶ ἀναλκέστερα.
また、私には、雌は雄よりも悪賢くなり、また無鉄砲で、かつ無気力にもなると思われる。
Αἱ μὲν οὖν γυναῖκες καὶ τὰ περὶ ἡμᾶς τρεφόμενα καὶ πάνυ που φανερὰ ὄντα·
さて、女性や私たちの周りで飼育されている動物たちは、おそらく極めて明白な例である。
τὰ δὲ περὶ τὴν ὕλην πάντες ὁμολογοῦσιν οἱ νομεῖς τε καὶ θηρευταὶ ὅτι τοιαῦτά ἐστιν οἷα προείρηται.
また、森にいる野生動物についても、すべての牧人や猟師たちが、それらは先に述べられた通りであると合意している。
§5.5Ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὅτι ἕκαστον ἐν ἑκάστῳ γένει θῆλυ ἄρρενος μικροκεφαλώτερόν ἐστι καὶ στενοπροσωπότερον καὶ λεπτοτραχηλότερον, καὶ τὰ στήθη ἀσθενέστερα ἔχει, καὶ ἀπλευρότερά ἐστι, τά τε ἰσχία καὶ τοὺς μηροὺς περισαρκότερα τῶν ἀρρένων, γονύκροτα δὲ καὶ τὰς κνήμας λεπτὰς ἔχοντα, τούς τε πόδας κομψοτέρους, τήν τε τοῦ σώματος ὅλην μορφὴν ἡδίω μάλιστ’ ἂν ἢ γενναιοτέραν, ἀνευρότερα δὲ καὶ μαλακώτερα, ὑγροτέραις σαρξὶ κεχρημένα.
さらに、次のことも明らかである。 すなわち、それぞれの属において、雌は雄よりも頭が小さく、顔が狭く、首が細く、胸がより弱く、あばらの張りがなく、腰や太ももは雄よりも肉厚であり、膝はぶつかり合ってすねは細く、足はより華奢であり、身体全体の形態は、高貴であるというよりはむしろ愛らしく、腱が弱く、より柔らかく、より水分を含んだ肉質を持っている。
§5.6Τὰ δὲ ἄρρενα τούτοις ἅπασιν ἐναντία, τὴν φύσιν ἀνδρειοτέραν καὶ δικαιοτέραν εἶναι γένει, τὴν δὲ τοῦ θήλεος δειλοτέραν καὶ ἀδικωτέραν.
一方、雄はこれらすべてと反対であり、その本性は属においてより勇敢でより正義にかなっており、雌の本性はより臆病でより不正である。
Τούτων οὕτως ἐχόντων, φαίνεται τῶν ζῴων ἁπάντων λέων τελεώτατα μετειληφέναι τῆς τοῦ ἄρρενος ἰδέας.
これらの事情がこのようであるため、すべての動物のうちで、ライオンが最も完全に雄のタイプを分け持っているように思われる。
§5.7Ἔστι γὰρ ἔχων στόμα εὐμέγεθες, τὸ δὲ πρόσωπον τετραγωνότερον, οὐκ ἄγαν ὀστῶδες, τὴν ἄνω τε γένυν οὐ προεξεστηκυῖαν ἀλλὰ ἰσορροποῦσαν τῇ κάτω, ῥῖνα δὲ παχυτέραν ἢ λεπτοτέραν, χαροποὺς ὀφθαλμοὺς ἐγκοίλους, οὐ σφόδρα περιφερεῖς οὔτε ἄγαν προμήκεις, μέγεθος δὲ μέτριον, ὀφρύν εὐμεγέθη, μέτωπον τετράγωνον, ἐκ μέσου ὑποκοιλότερον, πρὸς δὲ τὰς ὀφρῦς καὶ τὴν ῥῖνα ὑπὸτοῦ μετώπου οἷον νέφος ἐπανεστηκός.
実際、それは大きな口を持ち、顔はどちらかと言えば四角く、骨ばりすぎておらず、上顎は突出せず下顎と釣り合っており、鼻は細いというよりは太く、輝く目は窪んでおり、あまりに丸くも長すぎもせず、大きさは中程度で、眉は大きく、額は四角く、中央がやや窪んでおり、眉と鼻に向けて額の下からあたかも雲が立ち込めているかのようである。
§5.8Ἄνωθεν δὲ τοῦ μετώπου κατὰ τὴν ῥῖνα ἔχει τρίχας ἐκκλινεῖς οἷον ἂν ἄσιλον, κεφαλὴν μετρίαν, τράχηλον εὐμήκη,πάχει σύμμετρον, θριξὶ ξανθαῖς κεχρημένον, οὐ φριξαῖς οὔτε ἄγαν ἀπεστραμμέναις·
そして額の上部、鼻に沿って、アザミの毛のように外側に傾いた毛があり、頭は適度な大きさで、首は十分に長く太さは釣り合っており、黄褐色の毛で覆われ、その毛は縮れてもおらず、あまりに外に逆立ってもいない。
τὰ περὶ τὰς κλεῖδας εὐλυτώτερα μᾶλλον ἢ συμπεφραγμένα·
鎖骨の周りは詰まっているというよりはむしろゆとりがある。
ὤμους ῥωμαλέους, καὶ στῆθος νεανικόν, καὶ τὸ μετάφρενον πλατὺ καὶ εὔπλευρον καὶ εὔνωτον ἐπιεικῶς·
肩は強靭で、胸はたくましく、背中の上部は広く、肋骨の張りも背中の張りもかなり良好である。
ζῷον ἀσαρκότερον τὰ ἰσχία καὶ τοὺς μηρούς·
腰や太ももは肉があまりついていない動物である。
σκέλη ἐρρωμένα καὶ νευρώδη, βάσιν τε νεανικήν, καὶ ὅλον τὸ σῶμα ἀρθρῶδες καὶ νευρῶδες, οὔτε λίαν σκληρὸν οὔτε λίαν ὑγρόν.
脚は強靭で筋張っており、足取りは力強く、身体全体は関節が引き締まり筋張っており、過度に硬くもなく過度に柔らかくもない。
§5.9Βαδίζον δὲ βραδέως, καὶ μεγάλα διαβαῖνον, καὶ διασαλεῦον ἐν τοῖς ὤμοις, ὅταν πορεύηται.
そして歩くときはゆっくりと、大股で進み、歩むときには両肩を揺らす。
Τὰ μὲν οὖν περὶ τὸ σῶμα τοιοῦτον·
身体に関する特徴は以上のようである。
τὰ δὲ περὶ τὴν ψυχὴν δοτικὸν καὶ ἐλεύθερον, μεγαλόψυχον καὶ φιλόνικον, καὶ πραῢ καὶ δίκαιον καὶ φιλόστοργον πρὸς ἃ ἂν ὁμιλήσῃ.
一方、魂に関する特徴は、寛大で自由であり、度量が大きく、勝利を求め、穏やかで正義にかない、交わるものたちに対して深い愛情を持つ。
§5.10Ἡ δὲ πάρδαλις τῶν ἀνδρείων εἶναι δοκούντων θηλυμορφότερόν ἐστιν, ὅτι μὴ κατὰ τὰ σκέλη·
これに対して、ヒョウは、勇敢であると思われる動物たちのうちで、脚の点を除いては、より雌に近い形態を持っている。
τούτοις δὲ συνεργεῖ καί τι ἔργον ῥώμης ἀπεργάζεται.
しかし、この脚において協力して働き、力のいる働きをある程度成し遂げる。
§5.11Ἔστι γὰρ ἔχον πρόσωπον μικρόν, στόμα μέγα, ὁφθαλμοὐς μικρούς, ἐκλεύκους, ἐγκοίλους, αὐτοὺς δὲ περιπολαιοτέρους·
実際、それは顔が小さく、口が大きく、目が小さくて白っぽく窪んでおり、またそれらはどちらかと言えば飛び出している。
μέτωπον προμηκέστερον, πρὸς τὰ ὦτα περιφερέστερον ἢ ἐπιπεδώτερον·
額は長めで、耳のあたりにかけて平らというよりは丸みを帯びている。
τράχηλον μακρὸν ἄγαν καὶ λεπτόν, στῆθος ἄπλευρον, καὶ μακρὸν νῶτον, ἰσχία σαρκώδη καὶ μηρούς, τὰ δὲ περὶ τὰς λαγόνας καὶ γαστέρα ὁμαλὰ μᾶλλον·
首は非常に長く細く、胸はあばらの張りがなく、背中は長く、腰や太ももは肉厚であり、脇腹や腹のあたりはどちらかと言えば平らである。
τὸ δὲ χρῶμα ποικίλον, καὶ ὅλον ἄναρθρόν τε καὶ ἀσύμμετρον.
そして、毛色はまだらであり、全体として関節の締まりがなく不釣り合いである。
§5.12Ἡ μὲν οὖν τοῦ σώματος ἰδέα τοιαύτη, τὰ δὲ περὶ τὴν ψυχὴν μικρὸν καὶ ἐπίκλοπον καὶ ὅλως εἰπεῖν δολερόν.
さて、身体のタイプはこのようである。 他方、魂に関する特徴は、卑小で、盗み癖があり、一言で言えば狡猾である。
Τὰ μὲν οὖν ἐκπρεπέστερα μετειληφότα ζῷα τῶν δοκούντων ἀνδρείων εἶναι τῆς τε τοῦ ἄρρενος ἰδέας καὶ τῆς τοῦ θήλεος εἴρηται.
それゆえ、勇敢であると思われる動物のうち、雄のタイプと雌のタイプを際立って分け持っているものは述べられた。
Τὰ δ' ἄλλα οἷα τυγχά· νει, ῥᾴδιον ἤδη μετιέναι.
その他の動物がどのようなものであるかは、今や追究することが容易である。
Ὅσα δὲ πρὸς τὸ φυσιογνωμονῆσαι συνιδεῖν ἁρμόττει ἀπὸ τῶν ζῴων, ἐν τῇ τῶν σημείων ἐκλογῇ ῥηθήσεται.
また、動物から人相学を行うために見極めるのがふさわしい事柄はすべて、徴候の選定において語られるであろう。