Humanitext Reader

亚里士多德 · 相术 §5.1-5.12

雄性与雌性类型及狮与豹的特征

第 7 段,共 12 段 · 希腊语

内容简介

第5章探讨了动物的人相学分类,将动物分为雄性(勇敢、公正)和雌性(胆怯、不公正)两种形态,并详细对比了作为完美雄性典范的狮子,以及虽被认为勇敢却具有雌性形态的豹子的身体与灵魂特征。

§5.1Νυνὶ δὲ πρῶτον πειράσομαι τῶν ζῴων διελέσθαι, ὁποῖα αὐτῶν προσήκει διαλλάττειν πρὸς τὸ εἶναι ἀνδρεῖα καὶ δειλὰ καὶ δίκαια καὶ ἄδικα.
现在,首先我将尝试对动物进行区分,看看它们中哪些适合在勇敢与胆怯、公正与不公正方面进行鉴别。
Διαιρετέον δὲ τὸ τῶν ζῴων γένος εἰς δύο μορφάς, εἰς ἄρσεν καὶ θῆλυ, προσάπτοντα τὸ πρέπον ἑκατέρᾳ μορφῇ.
并且应当将动物的属分为两种形态,即雄性与雌性,将合适的内容赋予每种形态。
§5.2Ἔστι δὲ ὅμοια.
它们是相似的。
Ἐπιχειροῦμεν οὖν τρέφειν τῶν θηρίων προσηνέστερα καὶ μαλακώτερα τὰς ψυχὰς τὰ θήλεα τῶν ἀρρένων, ἧττόν τε ῥωμαλεούμενα, τάς τε τροφὰς καὶ τὰς χειροηθείας μᾶλλον προσδεχόμενα.
因此,我们试图驯养的野兽中,雌性比雄性在灵魂上更温和、更柔软,力气较小,且更容易接受食物和驯化。
Ὥστε τοιαῦτα ὄντα εἴη που ἂν ἀθυμότερα τῶν ἀρρένων.
因此,由于具有这些特征,它们大概比雄性更为怯懦。
§5.3Καταφανὲς δὲ τοῦτο ἐξ ἡμῶν πού ἐστιν, ὅτι ἐπὰν ὑπὸ θυμοῦ κρατηθῶμεν, δυσπαραπιστότεροί τε, καὶ μάλισταἐρρώμεθα πρὸς τὸ μηδαμῇ μηδὲν εἶξαι, ἐπὶ τὸ βιάζεσθαι δὲ καὶ πρᾶξαι φερόμεθα, πρὸς ὃ ἂν ὁ θυμὸς ὁρμήσῃ.
而这一点从我们自身中大概也是显而易见的:因为每当我们被愤怒所支配时,我们就变得更难被说服,并且极力使自己绝不做出任何妥协,而是被推向使用暴力和付诸行动,奔向愤怒所驱使的方向。
§5.4Δοκεῖ δέ μοι καὶ κακουργότερα γίνεσθαι τὰ θήλεα τῶν ἀρρένων, καὶ προπετέστερά τε καὶ ἀναλκέστερα.
在我看来,雌性也比雄性变得更奸诈、更鲁莽且更软弱。
Αἱ μὲν οὖν γυναῖκες καὶ τὰ περὶ ἡμᾶς τρεφόμενα καὶ πάνυ που φανερὰ ὄντα· τὰ δὲ περὶ τὴν ὕλην πάντες ὁμολογοῦσιν οἱ νομεῖς τε καὶ θηρευταὶ ὅτι τοιαῦτά ἐστιν οἷα προείρηται.
因此,女人以及在我们身边驯养的动物,大概是极其明显的例子;而至于野外的动物,所有的牧民和猎人都同意它们正如前文所述。
§5.5Ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὅτι ἕκαστον ἐν ἑκάστῳ γένει θῆλυ ἄρρενος μικροκεφαλώτερόν ἐστι καὶ στενοπροσωπότερον καὶ λεπτοτραχηλότερον, καὶ τὰ στήθη ἀσθενέστερα ἔχει, καὶ ἀπλευρότερά ἐστι, τά τε ἰσχία καὶ τοὺς μηροὺς περισαρκότερα τῶν ἀρρένων, γονύκροτα δὲ καὶ τὰς κνήμας λεπτὰς ἔχοντα, τούς τε πόδας κομψοτέρους, τήν τε τοῦ σώματος ὅλην μορφὴν ἡδίω μάλιστ’ ἂν ἢ γενναιοτέραν, ἀνευρότερα δὲ καὶ μαλακώτερα, ὑγροτέραις σαρξὶ κεχρημένα.
此外,下述情况也是显而易见的:在每个属中,雌性比雄性头更小、脸更窄、脖子更细,胸部更软弱,肋部更扁平,臀部和股部比雄性更多肉,膝盖内扣且小腿纤细,脚也更精致,整个身体的形态与其说是高贵,倒不如说是更显妩媚,且筋骨更弱、更柔软,具有更湿润的肌肉。
§5.6Τὰ δὲ ἄρρενα τούτοις ἅπασιν ἐναντία, τὴν φύσιν ἀνδρειοτέραν καὶ δικαιοτέραν εἶναι γένει, τὴν δὲ τοῦ θήλεος δειλοτέραν καὶ ἀδικωτέραν.
而雄性在所有这些方面都相反,其天性在属上更勇敢、更公正,而雌性的天性则更胆怯、更不公正。
Τούτων οὕτως ἐχόντων, φαίνεται τῶν ζῴων ἁπάντων λέων τελεώτατα μετειληφέναι τῆς τοῦ ἄρρενος ἰδέας.
既然这些情况如此,在所有动物中,狮子似乎最完美地分有了雄性的外形特征。
§5.7Ἔστι γὰρ ἔχων στόμα εὐμέγεθες, τὸ δὲ πρόσωπον τετραγωνότερον, οὐκ ἄγαν ὀστῶδες, τὴν ἄνω τε γένυν οὐ προεξεστηκυῖαν ἀλλὰ ἰσορροποῦσαν τῇ κάτω, ῥῖνα δὲ παχυτέραν ἢ λεπτοτέραν, χαροποὺς ὀφθαλμοὺς ἐγκοίλους, οὐ σφόδρα περιφερεῖς οὔτε ἄγαν προμήκεις, μέγεθος δὲ μέτριον, ὀφρύν εὐμεγέθη, μέτωπον τετράγωνον, ἐκ μέσου ὑποκοιλότερον, πρὸς δὲ τὰς ὀφρῦς καὶ τὴν ῥῖνα ὑπὸτοῦ μετώπου οἷον νέφος ἐπανεστηκός.
因为它有大口,脸呈方形,不过分骨感,上颌不突出而是与下颌对称平衡,鼻子偏厚而非偏薄,明亮且凹陷的眼睛,既不十分圆也不过分长,大小适中,眉毛宽大,额头呈方形,中间微凹,向着双眉和鼻子,额下仿佛升起一团乌云。
§5.8Ἄνωθεν δὲ τοῦ μετώπου κατὰ τὴν ῥῖνα ἔχει τρίχας ἐκκλινεῖς οἷον ἂν ἄσιλον, κεφαλὴν μετρίαν, τράχηλον εὐμήκη,πάχει σύμμετρον, θριξὶ ξανθαῖς κεχρημένον, οὐ φριξαῖς οὔτε ἄγαν ἀπεστραμμέναις· τὰ περὶ τὰς κλεῖδας εὐλυτώτερα μᾶλλον ἢ συμπεφραγμένα· ὤμους ῥωμαλέους, καὶ στῆθος νεανικόν, καὶ τὸ μετάφρενον πλατὺ καὶ εὔπλευρον καὶ εὔνωτον ἐπιεικῶς· ζῷον ἀσαρκότερον τὰ ἰσχία καὶ τοὺς μηρούς· σκέλη ἐρρωμένα καὶ νευρώδη, βάσιν τε νεανικήν, καὶ ὅλον τὸ σῶμα ἀρθρῶδες καὶ νευρῶδες, οὔτε λίαν σκληρὸν οὔτε λίαν ὑγρόν.
在额头上方沿着鼻子,它长有向外倾斜、如蓟花茸毛一般的毛发,头部适中,颈部足够长且粗细匀称,长着黄褐色的毛发,既不卷曲也不过分倒竖;锁骨周围较为宽松而非紧绷;肩膀强壮,胸部雄健,上背部宽阔,肋骨和背部相当完好;它是臀部和股部较少肉的动物;双腿强壮且多筋,步伐雄健,整个身体关节清晰且富有肌肉感,既非过分僵硬也非过分松软。
§5.9Βαδίζον δὲ βραδέως, καὶ μεγάλα διαβαῖνον, καὶ διασαλεῦον ἐν τοῖς ὤμοις, ὅταν πορεύηται.
它行走缓慢,步伐很大,行进时双肩摇摆。
Τὰ μὲν οὖν περὶ τὸ σῶμα τοιοῦτον· τὰ δὲ περὶ τὴν ψυχὴν δοτικὸν καὶ ἐλεύθερον, μεγαλόψυχον καὶ φιλόνικον, καὶ πραῢ καὶ δίκαιον καὶ φιλόστοργον πρὸς ἃ ἂν ὁμιλήσῃ.
身体方面的情况便是如此;而在灵魂方面,它慷慨而自由,心胸宽广且好胜,温和、公正,并对与之交往的对象富有深情。
§5.10Ἡ δὲ πάρδαλις τῶν ἀνδρείων εἶναι δοκούντων θηλυμορφότερόν ἐστιν, ὅτι μὴ κατὰ τὰ σκέλη· τούτοις δὲ συνεργεῖ καί τι ἔργον ῥώμης ἀπεργάζεται.
而豹子在被认为勇敢的动物中,除了腿部以外,具有更偏向雌性的形态;但它通过双腿来协助配合,并完成某种需要力量的工作。
§5.11Ἔστι γὰρ ἔχον πρόσωπον μικρόν, στόμα μέγα, ὁφθαλμοὐς μικρούς, ἐκλεύκους, ἐγκοίλους, αὐτοὺς δὲ περιπολαιοτέρους· μέτωπον προμηκέστερον, πρὸς τὰ ὦτα περιφερέστερον ἢ ἐπιπεδώτερον· τράχηλον μακρὸν ἄγαν καὶ λεπτόν, στῆθος ἄπλευρον, καὶ μακρὸν νῶτον, ἰσχία σαρκώδη καὶ μηρούς, τὰ δὲ περὶ τὰς λαγόνας καὶ γαστέρα ὁμαλὰ μᾶλλον· τὸ δὲ χρῶμα ποικίλον, καὶ ὅλον ἄναρθρόν τε καὶ ἀσύμμετρον.
因为它的脸较小,口部较大,眼睛较小、偏白且深陷,但眼睛本身又较为突出;额头偏长,朝向耳朵的部分较圆而非较平;颈部过长且纤细,胸部肋骨扁平,背部较长,臀部和股部多肉,而两胁和腹部周围较平;其颜色呈斑驳杂色,整体关节松散且不匀称。
§5.12Ἡ μὲν οὖν τοῦ σώματος ἰδέα τοιαύτη, τὰ δὲ περὶ τὴν ψυχὴν μικρὸν καὶ ἐπίκλοπον καὶ ὅλως εἰπεῖν δολερόν.
因此身体的外貌是如此;而在灵魂方面,它气量狭小、有偷盗癖,总的来说就是狡诈。
Τὰ μὲν οὖν ἐκπρεπέστερα μετειληφότα ζῷα τῶν δοκούντων ἀνδρείων εἶναι τῆς τε τοῦ ἄρρενος ἰδέας καὶ τῆς τοῦ θήλεος εἴρηται.
因此,在被认为勇敢的动物中,最显著地分有了雄性和雌性外形特征的动物已经阐明。
Τὰ δ' ἄλλα οἷα τυγχά· νει, ῥᾴδιον ἤδη μετιέναι.
至于其他动物是何种情况,现在也容易探究了。
Ὅσα δὲ πρὸς τὸ φυσιογνωμονῆσαι συνιδεῖν ἁρμόττει ἀπὸ τῶν ζῴων, ἐν τῇ τῶν σημείων ἐκλογῇ ῥηθήσεται.
至于从动物中适合看出来用于人相学研究所需要掌握的所有内容,将在特征的选择中予以阐明。

词汇与语法注释

  1. 5.1προσάπτοντα — 分词 `προσάπτοντα` 为阳性单数主格,在语法上与无人称动形容词 `διαιρετέον` 所暗示的一般行为主体相一致。
  2. 5.2Ἔστι δὲ ὅμοια — 在这个短句中,中性复数词 `ὅμοια` 指的是前一章中所讨论的“灵魂特征与身体形态相互一致”这一事实。
  3. 5.3δυσπαραπιστότεροί τε — 尽管主句动词为第一人称复数(`κρατηθῶμεν`、`ἐρρώμεθα`),但形容词 `δυσπαραπιστότεροι` 采用阳性复数形式,将人类(特别是男性)作为一般性主语加以代表。
  4. 5.5ἀνευρότερα — 该词由否定前缀 `α-` 和 `νεῦρον`(腱、韧带)构成,在古典及希腊化时期的生理学概念中,意为“肌腱软弱、肌肉缺乏张力”。不应与现代医学意义上的“没有神经”相混淆。
  5. 5.10ὅτι μὴ κατὰ τὰ σκέλη — `ὅτι μή` 是古典希腊语中的固定限制性表达,意为“除了……之外(except)”,在此处表示“除了腿部之外”。

引用这一段

亚里士多德, 相术 §5.1-5.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg032.humanitext-grc1:5.1-5.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。