§3.1Ἀνδρείου σημεῖα τρίχωμα σκληρόν, τὸ σχῆμα τοῦ σώματος ὀρθόν, ὀστᾶ καὶ πλευραὶ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρὰ καὶ μεγάλα, καὶ κοιλία πλατεῖα καὶ προσεσταλμένη· ὠμοπλάται πλατεῖαι καὶ διεστηκυῖαι, οὔτε λίαν συνδεδεμέναι οὔτε παντάπασιν ἀπολελυμέναι· τράχηλος ἐρρωμένος, οὐ σφόδρα σαρκώδης· τὸ στῆθος σαρκῶδές τε καὶ πλατύ, ἰσχίον προσεσταλμένον, γαστροκνημίαι κάτω προσεσπασμέναι· ὄμμα χαροπόν, οὔτε λίαν ἀνεπτυγμένον οὔτε παντάπασι συμμύον· αύχμηρότερον τὸ χρῶμα τὸ ἐπὶ τοῦ σώματος· ὀξὺ μέτωπον, εὐθύ, οὐ μέγα, ἰσχνόν, οὔτε λεῖον οὔτε παντάπασι ῥυτιδῶδες.
勇敢な者の兆候は、固い毛、真っ直ぐな身体の姿勢、強靭で大きな骨、肋骨、および身体の四肢、そして平らで引き締まった腹、広く互いに離れていて、きつく結びつきすぎず完全に離れてもいない肩甲骨、肉づきがあまりよくない強健な首、肉厚で広い胸、引き締まった腰、下の方へ引き下がっているふくらはぎ、開きすぎず完全に閉じてもいない輝く目、どちらかといえば乾燥した身体の皮膚の色、鋭く真っ直ぐで、大きくなく、薄く、滑らかすぎず完全に皺だらけでもない額である。
§3.2Δειλοῦ σημεῖα τριχωμάτιον μαλακόν, τὸ σῶμα συγκεκαθικός, οὐκ ἐπισπερχής· αἱ δὲ γαστροκνημίαι ἄνω ἀνεσπασμέναι· περὶ τὸ πρόσωπον ὕπωχρος· ὄμματα ἀσθενῆ καὶ σκαρδαμύττοντα, καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἀσθενῆ, καὶ μικρὰ σκέλη, καὶ χεῖρες λεπταὶ καὶ μακραί· ὀσφὺς δὲ μικρὰ καὶ ἀσθενής· τὸ σχῆμα σύντονον ἐν ταῖς κινήσεσιν· οὐκ ἰταμὸς ἀλλ’ ὕπτιος καὶ τεθαμβηκώς· τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου εὐμετάβολον,κατηφής.
臆病な者の兆候は、柔らかい毛、うなだれて機敏でない身体、上の方へ引き上がっているふくらはぎ、顔のあたりが青白いこと、弱々しくしばたたく目、身体の弱い四肢、小さな脚、細くて長い手、小さくて弱い腰、動作において緊張した姿勢、無鉄砲ではなく、仰向けで驚き呆気にとられていること、顔に現れる気質は変化しやすく、うつむき加減であることである。
§3.3Εὐφυοῦς σημεῖα σὰρξ ὑγροτέρα καὶ ἁπαλωτέρα, οὐκ εὐεκτικὴ οὐδὲ πιμελώδης σφόδρα· τὰ περὶ τὰς ὠμοπλάτας καὶ τράχηλον ἰσχνότερα, καὶ τὰ περὶ τὸ πρόσωπον, καὶ σύνδετα τὰ περὶ τὰς ὠμοπλάτας, καὶ τὰ κάτω ἀφειμένα· εὔλυτα τὰ περὶ τὰς πλευράς· καὶ τὸν νῶτον ἀσαρκότερος· τὸ σῶμα λευκέρυθρον καὶ καθαρόν· τὸ δερμάτιον λεπτόν, τριχωμάτιονμὴ λίαν σκληρὸν μηδὲ λίαν μέλαν, ὄμμα χαροπόν, ὑγρόν.
聡明な者の兆候は、肉づきが比較的湿り気を帯びて柔らかく、極端に健康であったり過度に脂肪がついたりしていないこと、肩甲骨や首のまわり、および顔のまわりがどちらかと言えばほっそりしていること、肩甲骨のまわりは引き締まっており、下部は緩んでいること、肋骨のまわりが柔軟であること、背中にあまり肉がないこと、身体が白みがかった赤色で清潔であること、皮膚が薄いこと、毛が硬すぎず黒すぎないこと、目は輝いており、潤んでいることである。
§3.4Ἀναισθήτου σημεῖα τὰ περὶ τὸν αὐχένα καὶ τὰ σκέλη σαρκώδη καὶ συμπεπλεγμένα καὶ συνδεδεμένα, κοτύλη στρογγύλη, ὠμοπλάται ἄνω ἀνεσπασμέναι, μέτωπον μέγα περιφερὲς σαρκῶδες, ὄμμα χλωρὸν κωφόν, κνῆμαι περὶ σφυρὸν παχεῖαι σαρκώδεις στρογγύλαι, σιαγόνες μεγάλαι σαρκώδεις, ὀσφὺς σαρκώδης, σκέλη μακρά, τράχηλος παχύς, πρόσωπον σαρκῶδες, ὑπόμακρον ἱκανῶς.
愚鈍な者の兆候は、首のまわりや脚が肉厚で、複雑に絡み合い、結びついていること、丸い股関節、上の方へ引き上がっている肩甲骨、大きくて丸く肉厚な額、濁って生気のない目、足首のまわりの肉厚で丸く太いすね、大きくて肉厚な顎、肉厚な腰、長い脚、太い首、かなり面長で肉厚な顔である。
Τὰς δὲ κινήσεις καὶ τὸ σχῆμα καὶ τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου ἐπιφαινόμενον κατὰ τὰς ὁμοιότητας ἀναλαμβάνει.
また、顔に現れる運動や形態、気質については、類似性に従って解釈する。
§3.5Ἀναιδοῦς σημεῖα ὀμμάτιον ἀνεπτυγμένον καὶ λαμπρόν, βλέφαρα ὕφαιμα καὶ παχέα· μικρὸν ἔγκυρτος· ὠμοπλάται ἄνω ἐπῃρμέναι· τῷ σχήματι μὴ ὀρθὸς ἀλλὰ μικρῷ προπετέστερος, ἐν ταῖς κινήσεσιν ὀξύς, ἐπίπυρρος τὸ σῶμα· τὸ χρῶμα ὕφαιμον· στρογγυλοπρόσωπος· τὸ στῆθος ἀνεσπασμένον.
破廉恥な者の兆候は、大きく開いて輝いている目、充血して厚いまぶた、わずかに前かがみであること、上の方に持ち上がっている肩甲骨、姿勢において真っ直ぐではなく、わずかに前傾していること、動作がすばやいこと、身体が赤みを帯びていること、皮膚の色が血走っていること、丸顔であること、胸が張っていることである。
Κοσμίου σημεῖα.
つつましい者の兆候。
§3.6Ἐν ταῖς κινήσεσι βραδύς, καὶ διάλεκτος βραδεῖα καὶ φωνὴ πνευματώδης καὶ ἀσμενής, ὀμμάτιον ἀλαμπὲς μέλαν καὶ μήτε λίαν ἀνεπτυγμένον μήτε παντάπασι συμμεμυκός, σκαρδαμυκτικὸν βραδέως·
動作が遅く、話し方も遅く、声は息交じりで穏やかであること、輝きがなく黒い目であり、開きすぎず完全に閉じてもいないこと、ゆっくりとしばたたくこと。
τὰ μὲν γὰρ ταχέως σκαρδαμύττοντα τῶν ὀμμάτων τὰ μὲν δειλὸν τὰ δὲ θερμὸν σημαίνει.
なぜなら、素早くしばたたく目は、あるものは臆病を、あるものは激しい気性を意味するからである。
§3.7Εὐθύμου σημεῖα μέτωπον εὐμέγεθες καὶ σαρκῶδες καὶ λεῖον, τὰ περὶ τὰ ὄμματα ταπεινότερα.
陽気な者の兆候は、かなり大きく肉厚で滑らかな額、目のまわりが低くなっていることである。
Καὶ ὑπνωδέστερον τὸ πρόσωπον φαίνεται, μήτε δεδορκὸς μὴτε σύννουν.
また、顔はどちらかと言えば眠たげに見え、凝視する風でも、考え込んでいる風でもない。
Ἔν τε ταῖς κινήσεσι βραδὺς ἔστω καὶ ἀνειμένος·
動きにおいては、遅くリラックスしていること。
τῷ σχήματι καὶ τῷ ἤθει τῷ ἐπὶ τοῦ προσώπου μὴ ἐπισπερχὴς ἀλλὰ ἀγαθὸς φαινέσθω.
姿勢および顔に現れる気質において、性急ではなく、温和に見えることである。
§3.8Ἀθύμου σημεῖα.
憂鬱な者の兆候。
Τὰ ῥυτιδώδη τῶν προσώπων καὶ ἰσχνὰ ὄμματα κατακεκλασμένα, ἅμα δὲ καὶ τὰ κεκλασμένα τῶν ὀμμάτων, δύο σημαίνει, τὸ μὲν μαλακὸν καὶ θῆλυ, τὸ δὲ κατηφὲς καὶ ἄθυμον.
顔の皺が寄った部分、および細まった目がうなだれていること。 同時に、目の伏せられた表情は、二つのことを意味する。 一方は柔弱さと女性っぽさであり、他方はうつむきがちな憂鬱さである。
Ἐν τῷ σχήματι ταπεινὸς καὶ ταῖς κινήσεσιν ἀπηγορευκώς.
姿勢においては卑屈であり、動作においては疲れ果てていること。
§3.9Κιναίδου σημεῖα ὄμμα κατακεκλασμένον, γονύκροτος· ἐγκλίσεις τῆς κεφαλῆς εἰς τὰ δεξιά· αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι, καὶ βαδίσεις διτταί, ἡ μὲν περινεύοντος, ἡ δὲ κρατοῦντος τὴν ὀσφύν· καὶ τῶν ὀμμάτων περιβλέψεις, οἷος ἂν εἴη Διονύσιος ὁ σοφιστής.
女性化した男の兆候は、伏し目がちで、膝を打ち合わせるように歩くこと、頭を右へ傾けること、手の動かし方が手のひらを上に向け、だらしがないこと、そして歩き方に二種類あり、一方は体をくねらせるもの、他方は腰を抑えながら歩くものであること、そして目をあちこち見回すこと、ソフィストのディオニュシオスがそのような者であっただろう。
§3.10Πικροῦ σημεῖα τὸ πρόσωπον σεσηρός· μελανόχρως, ἰσχνός· τὰ περὶ τὸ πρόσωπον διεξυσμένα, τὸ πρόσωπον ῥυτιδώδες ἄσαρκον· εὐθύθριξ καὶ μελάνθριξ.
辛辣な者の兆候は、にやにや笑った顔、色黒で痩せていること、顔のまわりが削げ落ちていること、顔は皺だらけで肉がないこと、直毛で黒髪であることである。
§3.11Θυμώδους σημεῖα.
怒りっぽい者の兆候。
Ὀρθὸς τὸ σῶμα, τῷ σχήματι εὔπλευρος, εὔθυμος, ἐπίπυρρος· ὠμοπλάται διεστηκυῖαι καὶ μεγάλαι καὶ πλατεῖαι· ἀκρωτήρια μεγάλα καὶ ἐγκρατῆ· λεῖος καὶ περὶ τὰ στήθη καὶ περὶ βουβῶνας, εὐπώγων· εὐαυξὴς ὁ περίδρομος τῶν τριχῶν, κάτω κατεληλυθώς.
身体が真っ直ぐで、姿勢においては均整の取れた体格をし、快活で、赤みを帯びていること、肩甲骨が互いに離れており、大きく広いこと、四肢が大きく力強いこと、胸のまわりやそけい部のまわりが滑らかで、立派な髭を生やしていること、髪の生え際が豊かに伸びており、下の方まで下がっていることである。
§3.12Πραέος σημεῖα.
温和な者の兆候。
Ἰσχυρὸς τὸ εἶδος, εὔσαρκος· ὑγρὰ σὰρξ καὶ πολλή· εὐμεγέθης καὶ σύμμετρος· ὕπτιος τῷ σχήματι· ὁ περίδρομος τῶν τριχῶν ἀνεσπασμένος.
外見が強靭で肉づきが良いこと、肉が柔らかく豊かであること、体格が大きく均整が取れていること、姿勢が仰向けであること、髪の生え際が上の方へ引き上がっていること。
Εἴρωνος σημεῖα πίονα τὰ περὶ τὸ πρόσωπον, καὶ τὰ περὶ τὰ ὄμματα ῥυτιδώδη· ὑπνῶδες τὸ πρόσωπον τῷ ἤθεῖ φαίνεται.
皮肉屋の兆候は、顔のまわりが肥えており、目のまわりが皺だらけであること、顔の表情は眠たげに見えることである。
§3.13Μικροψύχου σημεῖα.
心の狭い者の兆候。
Μικρομελής, μικρογλάφυρος,ἰσχνός, μικρόμματος καὶ μικροπρόσωπος, οἷος ἂν εἴη Κορίνθιος ἢ Λευκάδιος, Φιλόκυβοι γαλεαγκῶνες καὶ ὀρχησταί.
身体の部位が小さく、きめが細かくて小さく、痩せており、目が小さく顔が小さいこと、コリントス人やレウカス人がそのような者であっただろう。 さいころ遊びを好む者、腕の曲がった者、そして踊り手。
Φιλολοίδοροι οἷς τὸ ἄνω χεῖλος μετέωρον· καὶ τὰ εἴδη προπετεῖς, ἐπίπυρροι.
他人を罵るのを好む者は、上唇がそり上がっており、外見が突き出ており、赤みを帯びている。
§3.14Ἐλεήμονες ὅσοι γλαφυροὶ καὶ λευκόχροοι καὶ λιπαρόμματοι καὶ τὰ ῥινία ἄνωθεν διεξυσμένοι, καὶ ἀεὶ δακρύουσιν.
慈悲深いのは、きめが細かく、皮膚が白く、目が潤んでおり、鼻の上部が削げている者たちで、常に涙を流している。
Οἱ αὐτοὶ οὗτοι καὶ φιλογύναιοι καὶ θηλυγόνοι καὶ περὶ τὰ ἤθη ἐρωτικοὶ καὶ ἀειμνήμονες καὶ εὐφυεῖς καὶ ἕνθερμοι.
これらの同じ人々は、女好きで、女の子を多く産み、性格が情熱的で、記憶力が良く、才気があり、情熱的である。
Τούτων δὲ σημεῖα εἴρηται.
これらについての兆候は述べられた。
Ἐλεήμων ὁ σοφὸς καὶ δειλὸς καὶ κόσμιος, ἀνελέητος ἀμαθὴς καὶ ἀναιδής.
賢者、臆病者、規律正しい者は慈悲深く、無知な者、破廉恥な者は無慈悲である。
§3.15Ἀγαθοὶ φαγεῖν οἷς τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς στῆθος μεῖζόν ἐστιν ἢ τὸ ἐντεῦθεν πρὸς τὸν αὐχένα.
大食いの者は、へそから胸までの距離が、そこから首までの距離よりも大きい。
Λάγνου σημεῖα.
好色な者の兆候。
Λευκόχρως καὶ δασὺς εὐθείαις θριξὶ καὶ παχείαις καὶ μελαίναις· καὶ οἱ κρόταφοι δασεῖς εὐθείαις θριξί· λιπαρὸν τὸ ὀμμάτιον καὶ μάργον.
皮膚が白く、直毛で太く黒い毛がふさふさ生えており、こめかみに直毛がふさふさ生えていること、目が潤んでおり淫らであること。
§3.16Φίλυπνοι οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γυπώδεις καὶ θερμοί, εὐεκτικὴν σάρκα ἔχοντες, καὶ γλαφυροὶ τὰ εἴδη, καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν.
眠るのを好む者は、身体の上部がより大きく、禿ワシに似ており、体温が高く、健康な肉体を持ち、外見が上品で、腹のまわりに毛がふさふさ生えている者たちである。
Μνήμονες οἱ τὰ ἄνω ἐλάττονα ἔχοντες καὶ γλαφυρὰ καὶ σαρκωδέστερα.
記憶力が良いのは、身体の上部がより小さく、きめが細かく、より肉厚な者たちである。