§2.9Αἱ δὲ κινήσεις αἱ μὲν νωθραὶ μαλακὴν διάνοιαν, αἱ δὲ ὀξεῖαι ἔνθερμον.
また、運動については、緩慢な運動は軟弱な精神を、素早い運動は活発な精神を意味する。
Ἐπὶ δὲ τῆς φωνῆς ἡ μὲν βαρεῖα καὶ ἐπιτεινομένη ἀνδρεῖον, ἡ δὲ ὀξεῖα καὶ ἀνειμένη δειλόν.
声においては、低くて張りつめた声は勇敢さを、高くて緩んだ声は臆病さを意味する。
Τὰ δὲ σχήματα καὶ τὰ παθήματα τὰ ἐπιφαινόμενα ἐπὶ τῶν προσώπων κατὰ τὰς ὁμοιότητας λαμβάνεται τῷ πάθει.
また、顔に現れる形態や感情的な表情は、その受動との類似性に基づいて捉えられる。
§2.10Ὅταν γὰρ πάσχῃ τι, γίνεται οἷον εἰ τοιοῦτον ἔχει ὅταν τις ὀργίζηται, ὀργίλον τὸ σημεῖον τοῦ αὐτοῦ γένους.
というのも、人が何らかの受動を被るとき、その状態は例えばある人が怒っているときのようになるからであり、同じ種類の兆候は怒りっぽい性質を意味するからである。
Τὸ δὲ ἄρρεν τοῦ θήλεος μεῖζον καὶ ἰσχυρότερον, καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρότερα καὶ λιπαρώτερα καὶ εὐεκτικώτερα καὶ βελτίω κατὰ πάσας τὰς ἀρετάς.
また、オスはメスよりも大きく、より強靭であり、身体の四肢もより強靭で、なめらかで、健康であり、あらゆる卓越性においてより優れている。
§2.11Ἰσχυρότερα δὲ τῶν ἐπὶ τοῖς μέρεσι σημείων ἐστὶ τὰ ἐν τοῖς ἤθεσι τοῖς ἐν τοῖς ἐπιφαινομένοις λαμβανόμενα καὶ τὰ κατὰ τὰς κινήσεις καὶ τὰ σχήματα.
また、身体の諸部分に基づく兆候よりも、表情に現れる気質に基づくもの、および運動や形態に関する兆候の方が、より確実である。
Ὅλως δὲ τὸ ἑνὶ μὲν πιστεύειν τῶν σημείων εὔηθες·
一般に、兆候のただ一つだけを信じるのは愚かである。
ὅταν δὲ πλείω συμφωνοῦντα καθ’ ἑνὸς λάβῃ, μᾶλλον ἤδη κατὰ τὸ εἰκὸς ἄν τις ὑπολαμβάνοι ἀληθῆ εἶναι τὰ σημεῖα.
しかし、ある一つの対象に対して、調和する複数の兆候を得たときには、人はより確実かつ蓋然的に、それらの兆候が真実であると想定できるであろう。
§2.12Ἔστι δὲ ἄλλος τρόπος καθ’ ὃν ἄν τις φυσιογνωμονοίη· οὐδεὶς μέντοι ἐπικεχείρηκεν.
また、人が観相をなしうる別の方法があるが、誰もそれを企ててはいない。
Οἷον εἰ ἀνάγκη ἐστὶ τὸν ὀργίλον καὶ τὸν δυσάνιον καὶ μικρὸν τὸ ἦθος φθονερὸν εἶναι, εἰ καὶ μή ἐστι φθονεροῦσημεῖα, ἐξ ἐκείνων δὲ τῶν προτέρων ἐνδέχοιτο ἂν τῷ φυσιογνώμονι καὶ τὸν φθονερὸν εὑρίσκειν, μάλιστα μὲν ἂν ὁ τοιοῦτος ἴδιος τρόπος εἴη τοῦ πεφιλοσοφηκότος.
例えば、もし怒りっぽく、気むずかしく、心の狭い気質の者が、嫉妬深い者でもあることが必然であるならば、仮に嫉妬深さの兆候が直接には存在しないとしても、先のそれらの特徴から、観相家が嫉妬深い者を見出すことは可能であろう。 このような方法は、とりわけ哲学を修めた者に特有のものであろう。
§2.13Τὸ γὰρ δύνασθαι τινῶν ὄντων ἀναγκαῖον εἶναι, ἴδιον ὑπολαμβάνοιμεν φιλοσοφίας·
なぜなら、ある事柄が存在するときに別の事柄が必然的に存在することを可能にすることは、哲学に固有のものであると想定されるからである。
ὅπερ ἐστὶν ὅτε ἐναντιοῦται τούτῳ κατὰ τὰ πάθη φυσιογνωμονεῖν καὶ τὰ κακά.
そしてこのことは、受動や悪徳に従って観相することに、時に相反することがある。
§2.14Περὶ φωνῆς κατὰ μὲν τὸ πάθος ἐπισκοπῶν ὀξεῖαν οἰηθείη ἄν τις δυεῖν ἕνεκεν τιθέναι τοῦ θυμοειδοῦς.
声について、受動に従って考察するなら、人は高い声を二つの理由から気性の荒い性格に帰せられると考えるかもしれない。
Ὁ γὰρ ἀγανακτῶν καὶ ὀργιζόμενος ἐπιτείνειν εἴωθε τὸν φθόγγον καὶ ὀξὺ φθέγγεσθαι, ὁ δὲ ῥαθύμως διακείμενος τόν τε τόνον ἀνίησι καὶ βαρὺ φθέγγεται.
なぜなら、不満を抱き怒っている者は、声を張り上げて高く発声するのを常とするが、のんびりしている者は、緊張を緩めて低い声で語るからである。
§2.15Τῶν δ' αὖ ζῴων τὰ μὲν ἀνδρεῖα βαρύφωνά ἐστι, τὰ δὲ δειλὰ ὀξύφωνα, λέων μὲν καὶ ταῦρος, καὶ κύων ὑλακτικός, καὶ τῶν ἀλεκτρυόνων οἱ εὔψυχοι βαρύφωνοι φθέγγονται·
他方、動物について見れば、勇敢な動物は低い声を出し、臆病な動物は高い声を出す。
ἔλαφος δὲ καὶ λαγὼς ὀξύφωνά ἐστιν.
ライオンや雄牛、よく吠える犬、そして雄鶏のうち闘志のあるものは低い声で鳴き、鹿やウサギは高い声を出す。
§2.16Ἀλλ’ ἴσως καὶ ἐν τούτοις κρεῖσσόν ἐστι μὴ ἐν τῷ βαρεῖαν ἢ ὀξεῖαν εἶναι τὴν φωνὴν αὐτῶν ἀνδρεῖον ἢ δειλὸν τιθέναι, ἀλλ’ ἐν τῷ τὴν μὲν ἐρρωμένηνἀνδρείου τὴν δὲ ἀνειμένην καὶ ἀσθενῆ δειλοῦ ὑποληπτέον εἶναι.
しかしおそらく、これらのことにおいても、彼らの声が低いか高いかによって勇敢さや臆病さを規定するのではなく、むしろ力強い声を勇敢な者の、緩んで弱い声を臆病な者の特徴と想定する方がより良いであろう。
§2.17Ἔστι δὲ κράτιστον, ὅταν τὰ σημεῖα μὴ ὁμολογούμενα ἀλλ’ ὑπεναντιούμενα, μηδὲν τιθέναι, εἰ μή ἐστι τῶν διῃρημένων ποῖα ποίων πιστότερα, καὶ μάλιστα μὲν εἰς εἴδη ἀλλὰ μὴ εἰς ὅλα τὰ γένη ἀναφέρειν.
また、兆候が一致せず互いに矛盾しているときには、いかなる判断も下さないことが最善である。 ただし、区別された兆候のうちでどちらがより信頼できるかが分かっている場合はその限りではない。 そして、兆候を全体の類にではなく、できるだけ種に関連づけることが望ましい。
Ὁμοιότερα γάρ ἐστι τῷ ζητουμένῳ·
なぜなら、それらの方が、探究されているものにより類似しているからである。
οὐγὰρ ὅλον τὸ γένος τῶν ἀνθρώπων φυσιογνωμονοῦμεν, ἀλλά τινα τῶν ἐν τῷ γένει.
我々は人類という類全体を観相するのではなく、その類に含まれる特定の個人を観相するからである。