§3.1Ἀνδρείου σημεῖα τρίχωμα σκληρόν, τὸ σχῆμα τοῦ σώματος ὀρθόν, ὀστᾶ καὶ πλευραὶ καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρὰ καὶ μεγάλα, καὶ κοιλία πλατεῖα καὶ προσεσταλμένη· ὠμοπλάται πλατεῖαι καὶ διεστηκυῖαι, οὔτε λίαν συνδεδεμέναι οὔτε παντάπασιν ἀπολελυμέναι· τράχηλος ἐρρωμένος, οὐ σφόδρα σαρκώδης· τὸ στῆθος σαρκῶδές τε καὶ πλατύ, ἰσχίον προσεσταλμένον, γαστροκνημίαι κάτω προσεσπασμέναι· ὄμμα χαροπόν, οὔτε λίαν ἀνεπτυγμένον οὔτε παντάπασι συμμύον· αύχμηρότερον τὸ χρῶμα τὸ ἐπὶ τοῦ σώματος· ὀξὺ μέτωπον, εὐθύ, οὐ μέγα, ἰσχνόν, οὔτε λεῖον οὔτε παντάπασι ῥυτιδῶδες.
勇敢者的特征是:毛发坚硬;身体姿态挺拔;骨骼、肋骨和身体四肢强壮而巨大;腹部宽阔且紧缩;肩甲骨宽阔且相互分离,既不结合得过紧也不完全松脱;颈部强健而不十分肉厚;胸部肉厚且宽阔;臀部紧缩;腓肠肌向下紧缩;眼睛明亮,既不睁得过大也不完全闭合;身体肤色较为干燥;额头尖锐、平直、不大、薄,既不光滑也不完全多皱。
§3.2Δειλοῦ σημεῖα τριχωμάτιον μαλακόν, τὸ σῶμα συγκεκαθικός, οὐκ ἐπισπερχής· αἱ δὲ γαστροκνημίαι ἄνω ἀνεσπασμέναι· περὶ τὸ πρόσωπον ὕπωχρος· ὄμματα ἀσθενῆ καὶ σκαρδαμύττοντα, καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἀσθενῆ, καὶ μικρὰ σκέλη, καὶ χεῖρες λεπταὶ καὶ μακραί· ὀσφὺς δὲ μικρὰ καὶ ἀσθενής· τὸ σχῆμα σύντονον ἐν ταῖς κινήσεσιν· οὐκ ἰταμὸς ἀλλ’ ὕπτιος καὶ τεθαμβηκώς· τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου εὐμετάβολον,κατηφής.
胆怯者的特征是:毛发柔细;身体蜷缩且不敏捷;腓肠肌向上收缩;面色发青;双眼无力且频繁闪烁;身体四肢软弱;腿部纤小;双手纤细且长;腰部狭小而无力;运动中的姿态紧绷;不粗暴而是仰卧且惊惶失措;脸上显露的性格易变、沮丧。
§3.3Εὐφυοῦς σημεῖα σὰρξ ὑγροτέρα καὶ ἁπαλωτέρα, οὐκ εὐεκτικὴ οὐδὲ πιμελώδης σφόδρα· τὰ περὶ τὰς ὠμοπλάτας καὶ τράχηλον ἰσχνότερα, καὶ τὰ περὶ τὸ πρόσωπον, καὶ σύνδετα τὰ περὶ τὰς ὠμοπλάτας, καὶ τὰ κάτω ἀφειμένα· εὔλυτα τὰ περὶ τὰς πλευράς· καὶ τὸν νῶτον ἀσαρκότερος· τὸ σῶμα λευκέρυθρον καὶ καθαρόν· τὸ δερμάτιον λεπτόν, τριχωμάτιονμὴ λίαν σκληρὸν μηδὲ λίαν μέλαν, ὄμμα χαροπόν, ὑγρόν.
聪明者的特征是:肌肉较湿润且柔软,不十分健壮也不过度肥胖;肩甲骨、颈部以及面部周围较为纤细;肩甲骨周围紧凑而下部松弛;肋骨周围灵活;背部肉较少;身体洁净,白里透红;皮肤薄;毛发不太硬也不太黑;眼睛明亮且湿润。
§3.4Ἀναισθήτου σημεῖα τὰ περὶ τὸν αὐχένα καὶ τὰ σκέλη σαρκώδη καὶ συμπεπλεγμένα καὶ συνδεδεμένα, κοτύλη στρογγύλη, ὠμοπλάται ἄνω ἀνεσπασμέναι, μέτωπον μέγα περιφερὲς σαρκῶδες, ὄμμα χλωρὸν κωφόν, κνῆμαι περὶ σφυρὸν παχεῖαι σαρκώδεις στρογγύλαι, σιαγόνες μεγάλαι σαρκώδεις, ὀσφὺς σαρκώδης, σκέλη μακρά, τράχηλος παχύς, πρόσωπον σαρκῶδες, ὑπόμακρον ἱκανῶς.
愚钝者的特征是:颈部和腿部周围肉厚、交错且紧密结合;髋关节圆大;肩甲骨向上收缩;额头巨大、圆且肉厚;眼睛暗淡无神;踝部周围的胫骨粗大、肉厚且圆;双颌巨大而肉厚;腰部肉厚;腿长;颈部粗;脸部肉厚且相当长。
Τὰς δὲ κινήσεις καὶ τὸ σχῆμα καὶ τὸ ἦθος τὸ ἐπὶ τοῦ προσώπου ἐπιφαινόμενον κατὰ τὰς ὁμοιότητας ἀναλαμβάνει.
至于运动、姿态以及脸上显露出的性格,则是根据相似性来把握的。
§3.5Ἀναιδοῦς σημεῖα ὀμμάτιον ἀνεπτυγμένον καὶ λαμπρόν, βλέφαρα ὕφαιμα καὶ παχέα· μικρὸν ἔγκυρτος· ὠμοπλάται ἄνω ἐπῃρμέναι· τῷ σχήματι μὴ ὀρθὸς ἀλλὰ μικρῷ προπετέστερος, ἐν ταῖς κινήσεσιν ὀξύς, ἐπίπυρρος τὸ σῶμα· τὸ χρῶμα ὕφαιμον· στρογγυλοπρόσωπος· τὸ στῆθος ἀνεσπασμένον.
无耻者的特征是:眼睛睁大且明亮;眼睑充血且厚;轻微驼背;肩甲骨向上耸起;姿态不直而稍向前倾;运动敏捷;身体微红;肤色充血;圆脸;胸部耸起。
Κοσμίου σημεῖα.
端庄者的特征。
§3.6Ἐν ταῖς κινήσεσι βραδύς, καὶ διάλεκτος βραδεῖα καὶ φωνὴ πνευματώδης καὶ ἀσμενής, ὀμμάτιον ἀλαμπὲς μέλαν καὶ μήτε λίαν ἀνεπτυγμένον μήτε παντάπασι συμμεμυκός, σκαρδαμυκτικὸν βραδέως· τὰ μὲν γὰρ ταχέως σκαρδαμύττοντα τῶν ὀμμάτων τὰ μὲν δειλὸν τὰ δὲ θερμὸν σημαίνει.
运动迟缓,谈吐缓慢,声音带气且温和;眼睛暗淡呈黑色,既不睁得过大也不完全闭合,眨眼缓慢;因为快速眨动的眼睛,有的表明胆怯,有的表明性情急躁。
§3.7Εὐθύμου σημεῖα μέτωπον εὐμέγεθες καὶ σαρκῶδες καὶ λεῖον, τὰ περὶ τὰ ὄμματα ταπεινότερα.
乐观者的特征是:额头相当大、肉厚且平滑;眼睛周围较低。
Καὶ ὑπνωδέστερον τὸ πρόσωπον φαίνεται, μήτε δεδορκὸς μὴτε σύννουν.
脸庞显得较有睡意,既不凝视也不沉思。
Ἔν τε ταῖς κινήσεσι βραδὺς ἔστω καὶ ἀνειμένος· τῷ σχήματι καὶ τῷ ἤθει τῷ ἐπὶ τοῦ προσώπου μὴ ἐπισπερχὴς ἀλλὰ ἀγαθὸς φαινέσθω.
在运动中应当迟缓且放松;在姿态以及脸上显露的性格上,不显得急躁而显得温和。
§3.8Ἀθύμου σημεῖα. Τὰ ῥυτιδώδη τῶν προσώπων καὶ ἰσχνὰ ὄμματα κατακεκλασμένα, ἅμα δὲ καὶ τὰ κεκλασμένα τῶν ὀμμάτων, δύο σημαίνει, τὸ μὲν μαλακὸν καὶ θῆλυ, τὸ δὲ κατηφὲς καὶ ἄθυμον.
忧郁者的特征:脸上多皱,且细小的双眼向下垂;同时,下垂的眼光意味着两件事:一是软弱和女性化,二是沮丧和忧郁。
Ἐν τῷ σχήματι ταπεινὸς καὶ ταῖς κινήσεσιν ἀπηγορευκώς.
在姿态上卑微,在运动中疲惫不堪。
§3.9Κιναίδου σημεῖα ὄμμα κατακεκλασμένον, γονύκροτος· ἐγκλίσεις τῆς κεφαλῆς εἰς τὰ δεξιά· αἱ φοραὶ τῶν χειρῶν ὕπτιαι καὶ ἔκλυτοι, καὶ βαδίσεις διτταί, ἡ μὲν περινεύοντος, ἡ δὲ κρατοῦντος τὴν ὀσφύν· καὶ τῶν ὀμμάτων περιβλέψεις, οἷος ἂν εἴη Διονύσιος ὁ σοφιστής.
阴阳人的特征是:眼神低垂;膝部碰撞;头部向右倾斜;双手的摆动掌心向上且松弛;有两种步行方式,一种是扭动身体,另一种是托着腰部;以及眼睛环顾四周,正如诡辩家狄奥尼修斯那样。
§3.10Πικροῦ σημεῖα τὸ πρόσωπον σεσηρός· μελανόχρως, ἰσχνός· τὰ περὶ τὸ πρόσωπον διεξυσμένα, τὸ πρόσωπον ῥυτιδώδες ἄσαρκον· εὐθύθριξ καὶ μελάνθριξ.
刻薄者的特征是:脸上带着讥笑;肤色黝黑、消瘦;面部周围削瘦;脸部多皱且无肉;直发且黑发。
§3.11Θυμώδους σημεῖα. Ὀρθὸς τὸ σῶμα, τῷ σχήματι εὔπλευρος, εὔθυμος, ἐπίπυρρος· ὠμοπλάται διεστηκυῖαι καὶ μεγάλαι καὶ πλατεῖαι· ἀκρωτήρια μεγάλα καὶ ἐγκρατῆ· λεῖος καὶ περὶ τὰ στήθη καὶ περὶ βουβῶνας, εὐπώγων· εὐαυξὴς ὁ περίδρομος τῶν τριχῶν, κάτω κατεληλυθώς.
易怒者的特征:身体挺拔;姿态中侧肋匀称;乐观,微红;肩甲骨分离、巨大且宽阔;四肢巨大且强有力;胸部和腹股沟周围光滑;胡须美观;发际线生长茂盛,向下延伸。
§3.12Πραέος σημεῖα. Ἰσχυρὸς τὸ εἶδος, εὔσαρκος· ὑγρὰ σὰρξ καὶ πολλή· εὐμεγέθης καὶ σύμμετρος· ὕπτιος τῷ σχήματι· ὁ περίδρομος τῶν τριχῶν ἀνεσπασμένος.
温和者的特征:外表强壮,肉厚;肌肉柔润且丰满;体型巨大且匀称;姿态仰卧;发际线上收。
Εἴρωνος σημεῖα πίονα τὰ περὶ τὸ πρόσωπον, καὶ τὰ περὶ τὰ ὄμματα ῥυτιδώδη· ὑπνῶδες τὸ πρόσωπον τῷ ἤθεῖ φαίνεται.
皮肉客的特征是:面部周围肥胖,眼睛周围多皱;脸庞显出有睡意的神态。
§3.13Μικροψύχου σημεῖα. Μικρομελής, μικρογλάφυρος,ἰσχνός, μικρόμματος καὶ μικροπρόσωπος, οἷος ἂν εἴη Κορίνθιος ἢ Λευκάδιος, Φιλόκυβοι γαλεαγκῶνες καὶ ὀρχησταί.
心胸狭隘者的特征:肢体狭小、容貌精细而小、消瘦、眼睛小且脸小,正如科林斯人或莱夫卡斯人那样。 喜好骰子戏的人、手弯曲如鼬者以及舞者。
Φιλολοίδοροι οἷς τὸ ἄνω χεῖλος μετέωρον· καὶ τὰ εἴδη προπετεῖς, ἐπίπυρροι.
好谩骂者是那些上唇翘起的人;他们的外貌突出,微红。
§3.14Ἐλεήμονες ὅσοι γλαφυροὶ καὶ λευκόχροοι καὶ λιπαρόμματοι καὶ τὰ ῥινία ἄνωθεν διεξυσμένοι, καὶ ἀεὶ δακρύουσιν.
慈悲怜悯的是那些容貌精细、肤色白皙、眼睛温润、鼻梁上部削瘦、并且总是流泪的人。
Οἱ αὐτοὶ οὗτοι καὶ φιλογύναιοι καὶ θηλυγόνοι καὶ περὶ τὰ ἤθη ἐρωτικοὶ καὶ ἀειμνήμονες καὶ εὐφυεῖς καὶ ἕνθερμοι.
这些人同样也喜好女人、多生女儿、性格多情、记性好、有才气且热情。
Τούτων δὲ σημεῖα εἴρηται.
这些人的特征已经阐明。
Ἐλεήμων ὁ σοφὸς καὶ δειλὸς καὶ κόσμιος, ἀνελέητος ἀμαθὴς καὶ ἀναιδής.
贤明者、胆怯者和端庄者是慈悲的,而愚昧者和无耻者是无慈悲的。
§3.15Ἀγαθοὶ φαγεῖν οἷς τὸ ἀπὸ τοῦ ὀμφαλοῦ πρὸς στῆθος μεῖζόν ἐστιν ἢ τὸ ἐντεῦθεν πρὸς τὸν αὐχένα.
大食量者是那些从脐部到胸部的距离大于从该处到颈部距离的人。
Λάγνου σημεῖα. Λευκόχρως καὶ δασὺς εὐθείαις θριξὶ καὶ παχείαις καὶ μελαίναις· καὶ οἱ κρόταφοι δασεῖς εὐθείαις θριξί· λιπαρὸν τὸ ὀμμάτιον καὶ μάργον.
好色者的特征:肤色白皙,多毛且带有直、粗、黑的毛发;太阳穴也多直发;眼睛温润且贪婪。
§3.16Φίλυπνοι οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ γυπώδεις καὶ θερμοί, εὐεκτικὴν σάρκα ἔχοντες, καὶ γλαφυροὶ τὰ εἴδη, καὶ δασεῖς τὰ περὶ τὴν κοιλίαν.
嗜睡者是那些身体上部较大、像秃鹰且身体温热、肌肉健壮、外貌精细、腹部周围多毛的人。
Μνήμονες οἱ τὰ ἄνω ἐλάττονα ἔχοντες καὶ γλαφυρὰ καὶ σαρκωδέστερα.
记性好的是那些身体上部较小、精细且较肉厚的人。