§2.9Αἱ δὲ κινήσεις αἱ μὲν νωθραὶ μαλακὴν διάνοιαν, αἱ δὲ ὀξεῖαι ἔνθερμον.
至于运动,迟缓的运动表明精神软弱,而敏捷的运动则表明性情急躁。
Ἐπὶ δὲ τῆς φωνῆς ἡ μὲν βαρεῖα καὶ ἐπιτεινομένη ἀνδρεῖον, ἡ δὲ ὀξεῖα καὶ ἀνειμένη δειλόν.
至于声音,低沉而紧绷的声音表明勇敢,而尖锐且松弛的声音表明胆怯。
Τὰ δὲ σχήματα καὶ τὰ παθήματα τὰ ἐπιφαινόμενα ἐπὶ τῶν προσώπων κατὰ τὰς ὁμοιότητας λαμβάνεται τῷ πάθει.
在脸上显露的形态和受动,是根据它们与该受动的相似性而被把握的。
§2.10Ὅταν γὰρ πάσχῃ τι, γίνεται οἷον εἰ τοιοῦτον ἔχει ὅταν τις ὀργίζηται, ὀργίλον τὸ σημεῖον τοῦ αὐτοῦ γένους.
因为当某人遭受某种受动时,其状态就会变得像某人发怒时的状态那样,而同一类别的特征则表明易怒的性格。
Τὸ δὲ ἄρρεν τοῦ θήλεος μεῖζον καὶ ἰσχυρότερον, καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἰσχυρότερα καὶ λιπαρώτερα καὶ εὐεκτικώτερα καὶ βελτίω κατὰ πάσας τὰς ἀρετάς.
雄性比雌性更大、更强壮,且身体的四肢也更强壮、更丰满、更健康,在所有德性方面都更优秀。
§2.11Ἰσχυρότερα δὲ τῶν ἐπὶ τοῖς μέρεσι σημείων ἐστὶ τὰ ἐν τοῖς ἤθεσι τοῖς ἐν τοῖς ἐπιφαινομένοις λαμβανόμενα καὶ τὰ κατὰ τὰς κινήσεις καὶ τὰ σχήματα.
而比身体部位上的特征更强有力的,是从显露出来的神态中所取得的特征,以及关于运动和形态的特征。
Ὅλως δὲ τὸ ἑνὶ μὲν πιστεύειν τῶν σημείων εὔηθες· ὅταν δὲ πλείω συμφωνοῦντα καθ’ ἑνὸς λάβῃ, μᾶλλον ἤδη κατὰ τὸ εἰκὸς ἄν τις ὑπολαμβάνοι ἀληθῆ εἶναι τὰ σημεῖα.
总的来说,仅凭单一的特征就予以相信是愚蠢的;但当人们针对同一个对象获得多个相互一致的特征时,就更容易根据合理推测认为这些特征是真实的。
§2.12Ἔστι δὲ ἄλλος τρόπος καθ’ ὃν ἄν τις φυσιογνωμονοίη· οὐδεὶς μέντοι ἐπικεχείρηκεν.
还有另一种人们可以据以进行观相的方法;然而,至今还没有人尝试过。
Οἷον εἰ ἀνάγκη ἐστὶ τὸν ὀργίλον καὶ τὸν δυσάνιον καὶ μικρὸν τὸ ἦθος φθονερὸν εἶναι, εἰ καὶ μή ἐστι φθονεροῦσημεῖα, ἐξ ἐκείνων δὲ τῶν προτέρων ἐνδέχοιτο ἂν τῷ φυσιογνώμονι καὶ τὸν φθονερὸν εὑρίσκειν, μάλιστα μὲν ἂν ὁ τοιοῦτος ἴδιος τρόπος εἴη τοῦ πεφιλοσοφηκότος.
例如,如果一个易怒、脾气乖戾且心胸狭隘的人必然是嫉妒的,那么即使没有关于嫉妒者的直接特征,观相家也可能从先前的那些特征中找出嫉妒者;这种方法尤其属于精通哲学的人。
§2.13Τὸ γὰρ δύνασθαι τινῶν ὄντων ἀναγκαῖον εἶναι, ἴδιον ὑπολαμβάνοιμεν φιλοσοφίας· ὅπερ ἐστὶν ὅτε ἐναντιοῦται τούτῳ κατὰ τὰ πάθη φυσιογνωμονεῖν καὶ τὰ κακά.
因为我们应该认为,在某些事物存在时能够确定另一事物的必然性,是哲学所独有的特征;而这在有些时候,与根据受动和恶德来进行观相是相冲突的。
§2.14Περὶ φωνῆς κατὰ μὲν τὸ πάθος ἐπισκοπῶν ὀξεῖαν οἰηθείη ἄν τις δυεῖν ἕνεκεν τιθέναι τοῦ θυμοειδοῦς.
关于声音,如果根据受动来考察,有人可能会出于两个原因,认为应该将尖锐的声音归于暴躁的性格。
Ὁ γὰρ ἀγανακτῶν καὶ ὀργιζόμενος ἐπιτείνειν εἴωθε τὸν φθόγγον καὶ ὀξὺ φθέγγεσθαι, ὁ δὲ ῥαθύμως διακείμενος τόν τε τόνον ἀνίησι καὶ βαρὺ φθέγγεται.
因为感到不满和愤怒的人往往会拉高嗓门并发出尖锐的声音,而处于慵懒状态的人则会放松声调并发出低沉的声音。
§2.15Τῶν δ' αὖ ζῴων τὰ μὲν ἀνδρεῖα βαρύφωνά ἐστι, τὰ δὲ δειλὰ ὀξύφωνα, λέων μὲν καὶ ταῦρος, καὶ κύων ὑλακτικός, καὶ τῶν ἀλεκτρυόνων οἱ εὔψυχοι βαρύφωνοι φθέγγονται· ἔλαφος δὲ καὶ λαγὼς ὀξύφωνά ἐστιν.
反之,在动物中,勇敢的动物声音低沉,而胆怯的声音尖锐:狮子、公牛、善吠的狗,以及公鸡中那些斗志旺盛的,都以低沉的声音啼鸣;而鹿和兔子则是尖叫的。
§2.16Ἀλλ’ ἴσως καὶ ἐν τούτοις κρεῖσσόν ἐστι μὴ ἐν τῷ βαρεῖαν ἢ ὀξεῖαν εἶναι τὴν φωνὴν αὐτῶν ἀνδρεῖον ἢ δειλὸν τιθέναι, ἀλλ’ ἐν τῷ τὴν μὲν ἐρρωμένηνἀνδρείου τὴν δὲ ἀνειμένην καὶ ἀσθενῆ δειλοῦ ὑποληπτέον εἶναι.
但也许在这些情况下,最好不要因为它们的声音低沉或尖锐就断定其勇敢或胆怯,而应该认为,强健的声音属于勇敢者,而松弛且微弱的声音则属于胆怯者。
§2.17Ἔστι δὲ κράτιστον, ὅταν τὰ σημεῖα μὴ ὁμολογούμενα ἀλλ’ ὑπεναντιούμενα, μηδὲν τιθέναι, εἰ μή ἐστι τῶν διῃρημένων ποῖα ποίων πιστότερα, καὶ μάλιστα μὲν εἰς εἴδη ἀλλὰ μὴ εἰς ὅλα τὰ γένη ἀναφέρειν.
最妥当的做法是,当特征不一致而是相互矛盾时,不要做出任何断定,除非知道在那些分门别类的特征中,哪些比哪些更可靠,而且尤其应该将它们归于具体的种,而不是整个属。
Ὁμοιότερα γάρ ἐστι τῷ ζητουμένῳ· οὐγὰρ ὅλον τὸ γένος τῶν ἀνθρώπων φυσιογνωμονοῦμεν, ἀλλά τινα τῶν ἐν τῷ γένει.
因为它们与被探讨的对象更为相似;毕竟我们并不是对整个人类属进行观相,而是对该属中的某些特定个体进行观相。