§7.3#1Ὅτι δὲ τὸ ἀλλοιούμενον ἅπαν ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν, καὶ ἐν μόνοις ὑπάρχει τούτοις ἀλλοίωσις ὅσα καθʼ αὑτὰ λέγεται πάσχειν ὑπὸ τῶν αἰσθητῶν, ἐκ τῶνδε θεωρητέον.
性質変化させられるものはすべて感覚されるものによって性質変化させられ、また、それ自体において感覚されるものによって作用を受けると言われるものにおいてのみ性質変化が存在する、ということは、以下のことから考察されねばならない。
τῶν γὰρ ἄλλων μάλιστʼ ἄν τις ὑπολάβοι ἔν τε τοῖς σχήμασι καὶ ταῖς μορφαῖς καὶ ἐν ταῖς ἕξεσι καὶ ταῖς τούτων λήψεσι καὶ ἀποβολαῖς ἀλλοίωσιν ὑπάρχειν· ἐν οὐδετέροις δʼ ἔστιν.
なぜなら、他のもののうちで、形や形態において、また状態(ヘクシス)やそれらの獲得と喪失において、性質変化が存在すると最も考えられるかもしれないが、そのどちらにおいても存在しないからである。
τὸ μὲν γὰρ σχηματιζόμενον καὶ ῥυθμιζόμενον ὅταν ἐπιτελεσθῇ, οὐ λέγομεν ἐκεῖνο ἐξ οὗ ἐστιν, οἷον τὸν ἀνδριάντα χαλκὸν ἢ τὴν πυραμίδα κηρὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρωνυμιμμάζοντες τὸ μὲν χαλκοῦν, τὸ δὲ κήρινον, τὸ δὲ ξύλινον.
すなわち、形づくられ秩序づけられるものが完成したとき、私たちはそれを、それが作られている素材そのものの名では呼ばず、例えば、銅像を「銅」、ピラミッドを「蝋」、寝台を「木」とは呼ばずに、派生語を用いて、一方は「銅製のもの」、他方は「蝋製のもの」、あるいは「木製のもの」と呼ぶからである。
τὸ δὲ πεπονθὸς καὶ ἠλλοιωμένον προσαγορεύομεν·
しかし、作用を受け、性質変化したものについては、その名で呼びかける。
ὑγρὸν γὰρ καὶ θερμὸν καὶ σκληρὸν τὸν χαλκὸν λέγομεν καὶ τὸν κηρόν (καὶ οὐ μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκὸν λέγομεν), ὁμωνύμως τῷ πάθει προσαγορεύοντες τὴν ὕλην.
なぜなら、私たちは銅や蝋を「液体の」「温かい」「硬い」と呼び(そしてそれだけでなく、液体や温かいものを「銅」とも呼ぶ)、受動的状態と同名義的に(ホモーニュモース)素材を呼ぶからである。
ὥστʼ εἰ κατὰ μὲν τὸ σχῆμα καὶ τὴν μορφὴν οὐ λέγεται τὸ γεγονὸς ἐν ᾧ ἐστι τὸ σχῆμα, κατὰ δὲ τὰ πάθη καὶ τὰς ἀλλοιώσεις λέγεται, φανερὸν ὅτι οὐκ ἂν εἶεν αἱ γενέσεις ἀλλοιώσεις.
したがって、もし形や形態に関しては、完成したものが、その形がそこにあるところの素材の名で呼ばれないのに対して、受動的状態や性質変化に関しては呼ばれるのだとすれば、生成は性質変化ではないことは明らかである。
ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἂν δόξειεν, ἠλλοιῶσθαι τὸν ἄνθρωπον ἢ τὴν οἰκίαν ἢ ἄλλο ὁτιοῦν τῶν γεγενημένων·
さらにまた、このように、すなわち人間や家、あるいは生成された他の何かが「性質変化した」と言うことも奇妙に思われるであろう。
ἀλλὰ γίγνεσθαι μὲν ἴσως ἕκαστον ἀναγκαῖον ἀλλοιουμένου τινός, οἶον τῆς ὕλης πυκνουμένης ἢ μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γιγνόμενά γε ἀλλοιοῦται, οὐδʼ ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν.
むしろ、おそらく素材が濃密になったり希薄になったり、あるいは暖められたり冷やされたりというように、何らかのものが性質変化することによって個々のものが生成することは必然であるとしても、生成されるもの自体が性質変化するわけではなく、それらの生成が性質変化なのでもない。
ἀλλὰ μὴν οὐδʼ αἱ ἕξεις οὔθʼ αἱ τοῦ σώματος οὔθʼ αἱ τῆς ψυχῆς ἀλλοιώσεις.
さらに、身体の状態(ヘクシス)も魂の状態も性質変化ではない。
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων·
なぜなら、あるものは徳(アレテー)であり、他は悪徳(カキアー)であって、これらは状態に属するが、徳も悪徳も性質変化ではなく、徳はある種の完成(テレイオーシス)だからである(というのも、各々のものが自己の徳を獲得したとき、そのときはじめて完成していると言われるのであり――なぜなら、そのとき最も自然(ピュシス)に従っているからである。
οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλʼ ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβη) τὴν αὐτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον—τότε γὰρ ἔστι μάλιστα κατὰ φύσιν—ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος, ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις·
例えば円が最も円らしくなり、最も良い状態になったときに完成した円と言われるように――)、悪徳はこれの消滅であり、これからの逸脱(エクスタシス)だからである。
ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείαωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλλοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων·
したがって、私たちが家の完成を性質変化とは言わないように(なぜなら、コーピング(軒蛇腹)や瓦葺きが性質変化であるとしたり、コーピングを施され瓦を葺かれることで家が性質変化するのであって、完成するのではないとしたりするのは奇妙だからである)、それと同じように、徳や悪徳についても、またそれらを持っている者や獲得する者についても同様である。
αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστʼ οὐκ ἀλλοιώσεις.
なぜなら、一方は完成であり、他方は逸脱であって、したがって性質変化ではないからである。
ἔτι δὲ καί φαμεν ἁπάσας εἶναι τὰς ἀρετὰς ἐν τῷ
πρός τι πῶς ἔχειν. τὰς μὲν γὰρ τοῦ σώματος, οἷον ὑγίειαν καὶ εὐεξίαν, ἐν κράσει καὶ συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν τίθεμεν, ἢ αὐτῶν πρὸς αὐτὰ τῶν ἐντὸς ἢ πρὸς τὸ περιυέχον·
さらにまた、私たちはすべての徳があるものに対して特定の関係にあることのうちに存在すると言う。なぜなら、身体の徳、例えば健康や体調の良さは、温かいものと冷たいものの調和(クラシス)と釣り合い(シュンメトリア)にあるとするからであり、それは内部の構成要素同士において、あるいはそれらを取り巻く環境に対する関係においてである。
ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ τὴν ἰσχὺν καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας.
同様に、美や強さ、その他の徳や悪徳についてもそうである。
ἑκάστη γάρ ἐστι τῷ πρός τι πὼς ἔχειν, καὶ περὶ τὰ οἰκεῖα πάθη εὖ ἢ κακῶς διατίθησι τὸ ἔχον· οἰκεῖα δʼ ὑφ’ ὧν γίγνεσθαι καὶ φθείρεσθαι πέφυκεν.
なぜなら、各々は特定のものとの関係にあることによって存在し、それを有するものをその固有の受動的状態に関して良く、あるいは悪く配置するからであり、固有の受動的状態とは、それによってそのものが自然本性的に生じ、また消滅するような状態のことである。
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλλοίωσις οὐδὲ γένεσις οὐδʼ ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθʼ αἱ ἔξεις οὔθʼ αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶδος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὗσαι πρώτοις.
それゆえ、関係(相対的なもの)はそれ自体が性質変化なのではなく、それらの性質変化も、生成も、およそいかなる変化も存在しないのであるから、状態も、状態の喪失や獲得も性質変化ではないことは明らかである。 ただし、形相や形態がそうであるように、あるものが性質変化することによって、それら(状態)が生成し、消滅することは必然であるかもしれない。 例えば、温かいものと冷たいもの、あるいは乾燥したものと湿ったもの、あるいはそれらが最初に存在することになっているものにおいて。
περὶ ταῦτα γὰρ ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφʼ ὧν ἀλλοιοῦσθαι πέφυκεν τὸ ἔχον· ἢ μὲν γὰρ ἀρετὴ ποιεῖ ἢ ἀπαθὲς ἢ ὡδὶ παθητικόν, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντίως ἀπαθές.
なぜなら、それを有するものが自然本性的にそれらによって性質変化させられるところの、まさにそのようなものに関して、個々の悪徳や徳が語られるからである。 すなわち、徳はそのものを影響を受けなくするか、あるいはこのように影響を受ける(受動的である)ようにするが、悪徳は影響を受けるようにするか、あるいは反対に影響を受けなくするからである。