Humanitext Reader

亚里士多德 · 物理学 §7.3#1

可感性质与性质变化的限定

第 88 段,共 113 段 · 希腊语

内容简介

亚里士多德论证了性质变化仅发生在可感性质上,并指出形状、外形以及身体或灵魂的状态(德性与恶德)本身均非性质变化。

§7.3#1Ὅτι δὲ τὸ ἀλλοιούμενον ἅπαν ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν, καὶ ἐν μόνοις ὑπάρχει τούτοις ἀλλοίωσις ὅσα καθʼ αὑτὰ λέγεται πάσχειν ὑπὸ τῶν αἰσθητῶν, ἐκ τῶνδε θεωρητέον.
凡是被变化者都是被可感物所改变的,而且性质变化仅存在于那些因其自身而被说成受可感物作用的事物之中,这一结论必须从以下方面来考察。
τῶν γὰρ ἄλλων μάλιστʼ ἄν τις ὑπολάβοι ἔν τε τοῖς σχήμασι καὶ ταῖς μορφαῖς καὶ ἐν ταῖς ἕξεσι καὶ ταῖς τούτων λήψεσι καὶ ἀποβολαῖς ἀλλοίωσιν ὑπάρχειν· ἐν οὐδετέροις δʼ ἔστιν.
因为在其他事物中,人们最有可能认为在形状、外形以及状态及其获得和丧失中存在着性质变化;但在这两者中都不存在。
τὸ μὲν γὰρ σχηματιζόμενον καὶ ῥυθμιζόμενον ὅταν ἐπιτελεσθῇ, οὐ λέγομεν ἐκεῖνο ἐξ οὗ ἐστιν, οἷον τὸν ἀνδριάντα χαλκὸν ἢ τὴν πυραμίδα κηρὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρωνυμιμμάζοντες τὸ μὲν χαλκοῦν, τὸ δὲ κήρινον, τὸ δὲ ξύλινον.
因为当被赋予形状和秩序之物完成时,我们并不用它所由出的素材来称呼它,例如,我们不把雕像称为“铜”,不把金字塔称为“蜡”,不把床称为“木”,而是用派生词,将一者称为“铜制的”,另一者称为“蜡制的”,或者“木制的”。
τὸ δὲ πεπονθὸς καὶ ἠλλοιωμένον προσαγορεύομεν· ὑγρὸν γὰρ καὶ θερμὸν καὶ σκληρὸν τὸν χαλκὸν λέγομεν καὶ τὸν κηρόν (καὶ οὐ μόνον οὕτως, ἀλλὰ καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν χαλκὸν λέγομεν), ὁμωνύμως τῷ πάθει προσαγορεύοντες τὴν ὕλην.
但对于承受作用并发生性质变化之物,我们则用该属性来称呼它;因为我们称铜和蜡为“液态的”、“热的”和“硬的”(不仅如此,我们还称液态的或热的为“铜”),即以与该属性同名的方式来称呼其质料。
ὥστʼ εἰ κατὰ μὲν τὸ σχῆμα καὶ τὴν μορφὴν οὐ λέγεται τὸ γεγονὸς ἐν ᾧ ἐστι τὸ σχῆμα, κατὰ δὲ τὰ πάθη καὶ τὰς ἀλλοιώσεις λέγεται, φανερὸν ὅτι οὐκ ἂν εἶεν αἱ γενέσεις ἀλλοιώσεις.
因此,如果就形状和外形而言,已生成之物并不用其形状所存在于其中的素材之名来称呼,而就属性和性质变化而言却可以这样称呼,那么,显而易见,生成并不能是性质变化。
ἔτι δὲ καὶ εἰπεῖν οὕτως ἄτοπον ἂν δόξειεν, ἠλλοιῶσθαι τὸν ἄνθρωπον ἢ τὴν οἰκίαν ἢ ἄλλο ὁτιοῦν τῶν γεγενημένων·
此外,如果这样来说,即说人或房屋或任何其他已生成之物“发生了性质变化”,这也显得很荒谬。
ἀλλὰ γίγνεσθαι μὲν ἴσως ἕκαστον ἀναγκαῖον ἀλλοιουμένου τινός, οἶον τῆς ὕλης πυκνουμένης ἢ μανουμένης ἢ θερμαινομένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γιγνόμενά γε ἀλλοιοῦται, οὐδʼ ἡ γένεσις αὐτῶν ἀλλοίωσίς ἐστιν.
相反,虽然在每一事物的生成过程中,或许必然伴随着某物的性质变化(例如质料变浓、变稀、变热或变冷),但被生成者本身并没有发生性质变化,它们的生成也不是性质变化。
ἀλλὰ μὴν οὐδʼ αἱ ἕξεις οὔθʼ αἱ τοῦ σώματος οὔθʼ αἱ τῆς ψυχῆς ἀλλοιώσεις.
此外,不论是身体的状态,还是灵魂的状态,也都不是性质变化。
αἱ μὲν γὰρ ἀρεταὶ αἱ δὲ κακίαι τῶν ἕξεων· οὐκ ἔστι δὲ οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία ἀλλοίωσις, ἀλλʼ ἡ μὲν ἀρετὴ τελείωσίς τις (ὅταν γὰρ λάβη) τὴν αὐτοῦ ἀρετήν, τότε λέγεται τέλειον ἕκαστον—τότε γὰρ ἔστι μάλιστα κατὰ φύσιν—ὥσπερ κύκλος τέλειος, ὅταν μάλιστα γένηται κύκλος καὶ ὅταν βέλτιστος, ἡ δὲ κακία φθορὰ τούτου καὶ ἔκστασις·
因为在状态之中,有些是德性,有些是恶德;而德性和恶德都不是性质变化,相反,德性是某种完善(因为当每一事物获得了其自身的德性时,此时它才被称为完善的——因为此时它最符合自然,正如一个圆在最成为圆并且处于最好状态时,被称为完善的圆),而恶德则是对这一完善的毁坏和偏离。
ὥσπερ οὖν οὐδὲ τὸ τῆς οἰκίας τελείαωμα λέγομεν ἀλλοίωσιν (ἄτοπον γὰρ εἰ ὁ θριγκὸς καὶ ὁ κέραμος ἀλλοίωσις, ἢ εἰ θριγκουμένη καὶ κεραμουμένη ἀλλοιοῦται ἀλλὰ μὴ τελειοῦται ἡ οἰκία), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν καὶ τῶν ἐχόντων ἢ λαμβανόντων· αἱ μὲν γὰρ τελειώσεις αἱ δὲ ἐκστάσεις εἰσίν, ὥστʼ οὐκ ἀλλοιώσεις.
就像我们不把房屋的建成称为性质变化一样(因为如果认为房檐和瓦片是性质变化,或者认为在装上房檐和铺上瓦片时房屋发生了性质变化,而非被完善,那是很荒谬的),同样的方式也适用于德性、恶德以及拥有或获得它们的人;因为一者是完善,另一者是偏离,因而不是性质变化。
ἔτι δὲ καί φαμεν ἁπάσας εἶναι τὰς ἀρετὰς ἐν τῷ πρός τι πῶς ἔχειν. τὰς μὲν γὰρ τοῦ σώματος, οἷον ὑγίειαν καὶ εὐεξίαν, ἐν κράσει καὶ συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν τίθεμεν, ἢ αὐτῶν πρὸς αὐτὰ τῶν ἐντὸς ἢ πρὸς τὸ περιυέχον· ὁμοίως δὲ καὶ τὸ κάλλος καὶ τὴν ἰσχὺν καὶ τὰς ἄλλας ἀρετὰς καὶ κακίας.
此外,我们还说,所有的德性都在于与某物处于某种特定的关系之中。因为我们认为身体的德性,例如健康和强健,在于热和冷的调和与均称,这或者是内部元素之间的相互关系,或者是它们与周围环境的关系;同样地,美、力量以及其他的德性与恶德也是如此。
ἑκάστη γάρ ἐστι τῷ πρός τι πὼς ἔχειν, καὶ περὶ τὰ οἰκεῖα πάθη εὖ ἢ κακῶς διατίθησι τὸ ἔχον· οἰκεῖα δʼ ὑφ’ ὧν γίγνεσθαι καὶ φθείρεσθαι πέφυκεν.
因为每一者都由于处于某种关系之中而存在,并使其拥有者在其固有的属性方面处于良好或不良的状态;而所谓的固有属性,就是该事物依其自然本性由之产生和毁灭的那些属性。
ἐπεὶ οὖν τὰ πρός τι οὔτε αὐτά ἐστιν ἀλλοιώσεις, οὔτε ἔστιν αὐτῶν ἀλλοίωσις οὐδὲ γένεσις οὐδʼ ὅλως μεταβολὴ οὐδεμία, φανερὸν ὅτι οὔθʼ αἱ ἔξεις οὔθʼ αἱ τῶν ἕξεων ἀποβολαὶ καὶ λήψεις ἀλλοιώσεις εἰσίν, ἀλλὰ γίγνεσθαι μὲν ἴσως αὐτὰς καὶ φθείρεσθαι ἀλλοιουμένων τινῶν ἀνάγκη, καθάπερ καὶ τὸ εἶδος καὶ τὴν μορφήν, οἷον θερμῶν καὶ ψυχρῶν ἢ ξηρῶν καὶ ὑγρῶν, ἢ ἐν οἷς τυγχάνουσιν οὗσαι πρώτοις.
既然如此,关系自身既不是性质变化,它们也没有性质变化,没有生成,甚至根本没有任何改变,那么,显而易见,状态本身以及状态的丧失和获得都不是性质变化。 不过,正如形式和外形一样,当某些事物发生性质变化时,它们也或许必然会生成和毁灭,例如在热与冷、干与湿,或者它们最先存在于其中的那些事物中。
περὶ ταῦτα γὰρ ἑκάστη λέγεται κακία καὶ ἀρετή, ὑφʼ ὧν ἀλλοιοῦσθαι πέφυκεν τὸ ἔχον· ἢ μὲν γὰρ ἀρετὴ ποιεῖ ἢ ἀπαθὲς ἢ ὡδὶ παθητικόν, ἡ δὲ κακία παθητικὸν ἢ ἐναντίως ἀπαθές.
因为每一个恶德和德性,都是关于那些使其拥有者自然地发生性质变化的事物而被谈论的;也就是说,德性要么使该事物不受作用,要么使其以某种特定方式受作用,而恶德则使其受作用,或者相反地使其不受作用。

词汇与语法注释

  1. 3Ὅτι δὲ τὸ ἀλλοιούμενον ἅπαν ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν... ἐκ τῶνδε θεωρητέον — 连词 ὅτι 引导一个表示“……这一事实”的名词性从句,在句中充当无人称使用的动形容词 θεωρητέον(“应当考察”)的实际主语或宾语。
  2. 10παρωνυμιάζοντες — 指不直接用质料的名词,而是用由其派生而来的形容词(例如 χαλκοῦς,“铜制的”)来称呼完成之物的语言习惯。这一语言学现象在论证“质料”与“完成的个体”之间的非同一性上具有关键作用。
  3. 13ὅταν γὰρ λάβῃ τὴν αὐτοῦ ἀρετήν — 连接词 ὅταν 与不定过去时虚拟语气 λάβῃ 连用,表示普遍性的条件或时间(“每当它获得时”)。人称代词属格 αὐτοῦ 在此具有反身代词的作用,指代主语 ἕκαστον(“每一个事物”)。

引用这一段

亚里士多德, 物理学 §7.3#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:7.3%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。