§4.4#2ἤδη τοίνυν φανερὸν ἐκ
τούτων τί ἐστιν ὁ τόπος.
したがって、これらのことから場所とは何であるかはすでに明らかである。
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι·
というのも、場所がそのうちのどれか一つであらざるを得ないものは、ほぼ四つあるからである。
ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
すなわち、形、質料、極限の間の何らかの間隔、あるいは、もし入り込む物体の大きさ以外に何の間隔もないとすれば、極限そのものである。
τούτων δʼ ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν·
これら四つのうち、三つではあり得ないことは明らかである。
ἀλλὰ διὰ μὲν τὸ περιέχειν δοκεῖ ἡ μορφὴ εἶναι·
しかし、包み込むという特徴のゆえに、形であると思われる。
ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχουτος καὶ τοῦ περιεχομένου.
なぜなら、包み込むものの極限と、包み込まれるものの極限とは同じところにあるからである。
ἔστι μὲν οὖν ἄμφω πέρατα, ἀλλʼ οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
したがって、両方とも極限であるが、同じものの極限ではなく、一方は事物の形であり、他方は包み込む物体の場所である。
διὰ δὲ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διηρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
また、包み込むものが静止しているのに、包み込まれ分離されているものがしばしば変化する(例えば、容器から水が出て行く)ことから、その中間に何らかの間隔があると思われる。 それはあたかも、移動する物体とは別に存在する何かであるかのようである。
τὸ δʼ οὐκ ἔστιν, ἀλλὰ τὸ τυχὸν ἐμπίπτει σῶμα τῶν μεθισταμένων καὶ ἅπτεσθαι πεφυκότων.
しかし、そのような間隔は存在せず、移動し接触する自然的な性質を持つ物体のうち、たまたまそこに来たものが入り込むのである。
εἰ δʼ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον, ἐν τῷ αὐτῷ ἄπειροι ἂν ἦσαν τόποι (μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ)·
もし、それ自体として存在し、かつ留まり続ける何らかの間隔があるのだとしたら、同じ場所に無限の数の場所が存在することになってしまうだろう。 (なぜなら、水や空気が移動するとき、全体におけるすべての部分は、容器全体の中の水がなすのとまったく同じことを行うからである)。
ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων·
同時に、場所自身も移動することになる。
ὥστʼ ἔσται τοῦ τόπου τʼ ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται.
したがって、場所のさらに別の場所が存在することになり、多くの場所が同時に存在することになってしまう。
οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου, ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλʼ ὁ αὐτός·
しかし、容器全体が移動するとき、その部分がその中で動くところの場所は、別の場所ではなく、同じ場所である。
ἐν ᾧ γὰρ ἔστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλʼ οὐκ ἐν ᾧ γίγνονται τόπῳ, ὃς μέρος ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.
なぜなら、その中にある空気や水、あるいは水の部分は、入れ替わって移動するのであって、それらが中に入る(生じる)ところの場所(これは宇宙全体、すなわち天全体の場所の一部である)において移動するのではないからである。
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
また、質料も、もし静止しており、分離されておらず連続しているものにおいて考察するなら、場所であると思われるかもしれない。
ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, ἔστι τι ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτω καὶ ὁ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθʼ ἔστι νῦν ὕδωρ.
なぜなら、性質が変化する場合、今は白く以前は黒かったもの、また今は硬く以前は柔らかかったものが何かしら存在し(それゆえ私たちは質料という何ものかが存在すると言う)、それと同じように、場所もそのような何らかの現れによって存在するように思われるからである。 ただし、前者の場合は「かつて空気であったものが、今や水である」という理由によるのに対し、場所の場合は「かつて空気があった『そこに』、今や水がある」という理由によるという違いがある。
ἀλλʼ ἡ μὲν ὕλη, ὥσπερ ἐλέχθη ἐν τοῖς πρότερον, οὔτε χωριστὴ τοῦ πράγματος οὔτε περιέχει, ὁ δὲ τόπος ἄμφω.
しかし質料は、以前に言われたように、事物から分離可能でもなければ包み込むものでもないが、場所はその両方である。
εἰ τοίνυν μηδὲν τῶν τριῶν
ὁ τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθισταμένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττάρων, τὸ πέρας τοῦ περιέχοντος σώματος καθʼ ὃ συνάπτει τῷ περιεχομένῳ.
したがって、もし場所がこれら三つのいずれでもない(形でもなく、質料でもなく、移動する事物の間隔とは別に常に存在する何らかの間隔でもない)ならば、場所は残りの四つ目、すなわち「包み込む物体の極限であり、それが包み込まれるものと接している境界」であらざるを得ない。
λέγω δὲ τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν.
なお、包み込まれる物体とは移動しうる物体のことである。
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου·
場所を把握することは、何か重大で困難なことであると思われる。 それは質料や形が見え隠れすること、また、包み込むものが静止している中で、移動するものの移動が起こることによる。
ἐνδέχεσθαι γὰρ φαίνεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγεθῶν.
なぜなら、運動する大きさとは別に、その中間に何らかの間隔が存在しうるように見えるからである。
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι·
また、空気が非物体的に見えることも一因となっている。
φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου· εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν.
なぜなら、場所とは容器の極限だけでなく、その中間にあるもの(空隙のようなもの)でもあるように見えるからである。
ἔστι δʼ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως καὶ ὁ τόπος ἀγγεῖον ἀμετακίνητον.
ところで、容器が移動可能な場所であるならば、それと同様に、場所とは移動不可能な容器である。
διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἶον ἐν ποταμῷ πλοῖον, ὡς’ ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι.
それゆえ、運動しているものの中で内なるものが運動し、変化するとき(例えば川の中の船)、その包み込んでいるものを場所というよりはむしろ容器として用いているのである。
βούλεται δʼ ἀκίνητος εἶναι ὁ τόπος·
場所の本性は不動であることを求めている。
διὸ ὁ πᾶς μᾶλλον ποταμὸς τόπος, ὅτι ἀκίνητος ὁ πᾶς.
それゆえ、むしろ川全体が場所なのである。 なぜなら川全体は不動だからである。
ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτʼ ἔστιν ὁτόπος.
したがって、包み込むものの最初の不動の極限、これこそが場所である。
καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχα· τον τὸ πρὸς.
そしてこのために、天の中心と、私たちに対する円運動の極限(最外周)とは、すべての人にとって最も本来的な意味で、一方は下、他方は上であると思われるのである。
ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω μάλιστα πᾶσι κυρίως, ὅτι τὸ μὲν αἰεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει.
なぜなら、中心は常に留まり、円運動の極限も同様の状態を保って留まり続けるからである。
ὥστʼ ἐπεὶ τὸ μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει, τὸ δὲ βαρὺ τὸ κάτω, τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστίν, καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω, καὶ αὐτὸ τὸ ἔσχατον·
したがって、軽いものは本性的に上へと運ばれるものであり、重いものは下へと運ばれるものであるから、中心に向かって包み込んでいる極限は下であり、中心そのものもそうであり、外周に向かうものは上であり、外周そのものもそうである。
καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἶον ἀγγεῖον ὁ τόπος καὶ περιέχον.
そしてこのために、場所は一種の平面であり、容器のようであり、包み込むものであると思われるのである。
ἔτι ἅμα τῷ πράγματι ὁ τόπος·
さらに、場所は事物と同時に存在する。
ἅμα γὰρ τῷ πεπερασμένῳ τὰ πέρατα.
なぜなら、限定されたものと、その極限とは同時に存在するからである。