§4.4#2ἤδη τοίνυν φανερὸν ἐκ
τούτων τί ἐστιν ὁ τόπος.
因此,通过这些,地方究竟是什么已经显而易见了。
σχεδὸν γὰρ τέτταρά ἐστιν ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι· ἢ γὰρ μορφὴ ἢ ὕλη ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων, ἢ τὰ ἔσχατα εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγιγνομένου σώματος μέγεθος.
因为,地方必然是以下四种东西之一:要么是形状,要么是质料,要么是极限之间的某种间隔,要么是这些极限本身(如果除了进入其中的物体的体积之外,不存在任何间隔的话)。
τούτων δʼ ὅτι οὐκ ἐνδέχεται τὰ τρία εἶναι, φανερόν·
在这些之中,地方不可能是前三种,这是显而易见的。
ἀλλὰ διὰ μὲν τὸ περιέχειν δοκεῖ ἡ μορφὴ εἶναι· ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχουτος καὶ τοῦ περιεχομένου.
然而,由于它起着包围的作用,形状被认为是地方;因为包围者和被包围者的极限在同一处。
ἔστι μὲν οὖν ἄμφω πέρατα, ἀλλʼ οὐ τοῦ αὐτοῦ, ἀλλὰ τὸ μὲν εἶδος τοῦ πράγματος, ὁ δὲ τόπος τοῦ περιέχοντος σώματος.
因此,两者都是极限,但不属于同一个事物:相反,形式属于事物本身,而地方则属于包围着它的物体。
διὰ δὲ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διηρημένον, οἷον ἐξ ἀγγείου ὕδωρ, τὸ μεταξὺ εἶναί τι δοκεῖ διάστημα, ὡς ὄν τι παρὰ τὸ σῶμα τὸ μεθιστάμενον.
另外,由于在包围者保持不动的状态下,被包围且被分离开的东西经常发生改变(例如水从容器中流出),极限之间的间隔就被认为是某种东西,仿佛它是独立于被转移物体之外的某种存在。
τὸ δʼ οὐκ ἔστιν, ἀλλὰ τὸ τυχὸν ἐμπίπτει σῶμα τῶν μεθισταμένων καὶ ἅπτεσθαι πεφυκότων.
但这并不是事实;相反,是那些在转移且本性上相接触的物体中,恰好碰到的物体进入了其中。
εἰ δʼ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον, ἐν τῷ αὐτῷ ἄπειροι ἂν ἦσαν τόποι (μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸ ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ)·
如果存在某种本性上存在并保持着的间隔,那么在同一处就会有无限个地方(因为当水和空气转移时,所有部分在整体中将做与容器中所有的水相同的事情)。
ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων· ὥστʼ ἔσται τοῦ τόπου τʼ ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται.
同时,地方本身也会发生转移;因此,地方就会有另一个地方,并且许多地方会同时存在。
οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου, ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλʼ ὁ αὐτός· ἐν ᾧ γὰρ ἔστιν, ἀντιμεθίσταται ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλʼ οὐκ ἐν ᾧ γίγνονται τόπῳ, ὃς μέρος ἐστὶ τοῦ τόπου ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ.
但是,当整个容器转移时,部分在其中运动的地方并不是另一个地方,而是同一个地方;因为在它们所处的地方中,空气和水或水的部分发生了相互更替,而不是在它们所产生的地方中(该地方是作为整个天的系统的地方的一部分)。
καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἴ γε ἐν ἠρεμοῦντί τις σκοποίη καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ.
质料也可能被认为是地方,如果人们在静止的、不是分离的而是连续的事物中来进行考察。
ὥσπερ γὰρ εἰ ἀλλοιοῦται, ἔστι τι ὃ νῦν μὲν λευκὸν πάλαι δὲ μέλαν, καὶ νῦν μὲν σκληρὸν πάλαι δὲ μαλακόν (διό φαμεν εἶναί τι τὴν ὕλην), οὕτω καὶ ὁ τόπος διὰ τοιαύτης τινὸς εἶναι δοκεῖ φαντασίας, πλὴν ἐκεῖνο μὲν διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ, ὁ δὲ τόπος ὅτι οὗ ἦν ἀήρ, ἐνταῦθʼ ἔστι νῦν ὕδωρ.
因为正如在发生质变时,有某种现在是白的但以前是黑的、现在是硬的但以前是软的东西存在(这也是我们说质料是某种东西的原因),同样地,地方也因为类似的一种表象而被认为存在,只不过在质变的情况下是因为曾经是空气的东西现在变成了水,而在地方的情况下则是因为曾经有空气的“那里”,现在有了水。
ἀλλʼ ἡ μὲν ὕλη, ὥσπερ ἐλέχθη ἐν τοῖς πρότερον, οὔτε χωριστὴ τοῦ πράγματος οὔτε περιέχει, ὁ δὲ τόπος ἄμφω.
但是质料,正如在先前的讨论中所说,既不能与事物分离,也不起包围的作用,而地方则两者皆是。
εἰ τοίνυν μηδὲν τῶν τριῶν
ὁ τόπος ἐστίν, μήτε τὸ εἶδος μήτε ἡ ὕλη μήτε διάστημά τι ἀεὶ ὑπάρχον ἕτερον παρὰ τὸ τοῦ πράγματος τοῦ μεθισταμένου, ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττάρων, τὸ πέρας τοῦ περιέχοντος σώματος καθʼ ὃ συνάπτει τῷ περιεχομένῳ.
因此,如果地方不是这三种之中的任何一种——既不是形式,也不是质料,也不是独立于转移之物之外、始终存在的某种间隔——那么地方必然是这四种中剩下的一种:包围着它的物体的极限,即它与被包围者相接触的边界。
λέγω δὲ τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν.
我所谓的被包围的物体,是指依位移而可运动的物体。
δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίγνεσθαι τὴν μετάστασιν τοῦ φερομένου· ἐνδέχεσθαι γὰρ φαίνεται εἶναι διάστημα μεταξὺ ἄλλο τι τῶν κινουμένων μεγεθῶν.
地方被认为是某种重大且难以把握的东西,这既是因为质料和形式交织呈现,也是因为在保持不动的包围者中发生了移动物体的转移;因为看起来,在运动着的体积之间似乎可能存在某种别的间隔。
συμβάλλεται δέ τι καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι· φαίνεται γὰρ οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου· εἶναι ὁ τόπος, ἀλλὰ καὶ τὸ μεταξὺ ὡς κενὸν.
空气在其中也起到了一定的作用,因为它看起来像是非物体的;因为不仅容器的极限似乎是地方,它们之间的空间也被当作虚空。
ἔστι δʼ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτως καὶ ὁ τόπος ἀγγεῖον ἀμετακίνητον.
正如容器是可移动的地方,地方则是不可移动的容器。
διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἶον ἐν ποταμῷ πλοῖον, ὡς’ ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι.
因此,当内部的东西在运动着的容器中运动并发生改变时(例如河里的船),人们更多的是将包围它的东西作为容器来使用,而不是作为地方。
βούλεται δʼ ἀκίνητος εἶναι ὁ τόπος· διὸ ὁ πᾶς μᾶλλον ποταμὸς τόπος, ὅτι ἀκίνητος ὁ πᾶς.
而地方本性上要求是不动的;因此,整个河流更应当是地方,因为整个河流是不动的。
ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτʼ ἔστιν ὁτόπος.
所以,包围者之不动的第一极限,这就是地方。
καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ καὶ τὸ ἔσχα· τον τὸ πρὸς. ἡμᾶς τῆς κύκλῳ φορᾶς δοκεῖ εἶναι τὸ μὲν ἄνω τὸ δὲ κάτω μάλιστα πᾶσι κυρίως, ὅτι τὸ μὲν αἰεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει.
正是由于这个原因,天的中心和靠近我们的圆周运动的极限,在最本源的意义上对所有人来说,一个被认为是“下”,另一个被认为是“上”;因为中心始终留驻,而圆周运动的极限也保持同样的状态留驻。
ὥστʼ ἐπεὶ τὸ μὲν κοῦφον τὸ ἄνω φερόμενόν ἐστι φύσει, τὸ δὲ βαρὺ τὸ κάτω, τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστίν, καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω, καὶ αὐτὸ τὸ ἔσχατον·
因而,既然轻的东西本性上是向上运动的,重的东西是向下运动的,那么朝向中心的包围极限就是“下”(中心本身也是),而朝向最外端极限的就是“上”(极限本身也是)。
καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι καὶ οἶον ἀγγεῖον ὁ τόπος καὶ περιέχον.
正是由于这个原因,地方被认为是一种表面,并且像是一个容器,起着包围的作用。
ἔτι ἅμα τῷ πράγματι ὁ τόπος· ἅμα γὰρ τῷ πεπερασμένῳ τὰ πέρατα.
此外,地方与事物是同时存在的;因为极限与被限制者是同时存在的。