§4.9.1Τῶν δὲ μαλακίων περὶ μὲν τῶν ἐντὸς εἴρηται 9 πρότερον, ὥσπερ καὶ περὶ τῶν ἄλλων ζῴων·
他方、軟体類の内側の部分については、他の動物と同様に、 9 以前に述べられました。
ἐκτὸς δʼ ἔχει τό τε τοῦ σώματος κύτος, ἀδιόριστον ὄν, καὶ τούτου πόδας ἔμπροσθεν περὶ τὴν κεφαλήν, ἐντὸς μὲν τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας.
しかし、外側には、未分化のままである体の胴部があり、また、この胴部の前方で頭の周囲、すなわち目よりも内側、口と歯の周囲に足を持っています。
τὰ μὲν οὖν ἄλλα ζῷα τὰ ἔχοντα πόδας τὰ μὲν ἔμπροσθεν ἔχει καὶ ὄπισθεν, τὰ δʼ ἐκ τοῦ πλαγίου, ὥσπερ τὰ πολύποδα καὶ ἄναιμα τῶν ζῴων·
さて、足を持つ他の動物は、あるものは前後に、あるものは側面(体の脇)に足を持っていますが、これは多足の無血動物がそうであるのと同様です。
τοῦτο δὲ τὸ γένος ἰδίως τούτων·
しかし、この類(軟体類)は、これらの動物の中でも独自の特徴を持っています。
πάντας γὰρ ἔχουσι τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν.
というのも、彼らはすべての足を、いわゆる「前方」に持っているからです。
§4.9.2τούτου δʼ αἴτιον 2 ὅτι συνῆκται αὐτῶν τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθευ, ὧσπερ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσιν.
そして、この原因は 2 彼らの後方の部分が前方の部分に向かって引き寄せられているからであり、それは殻皮類のうち渦巻き貝類と同様です。
ὅλως γὰρ τὰ ὀστρακόδερμα ἔχει τῇ μὲν ὁμοίως τοῖς μαλακοστράκοις, τῇ δὲ τοῖς μαλακίοις.
なぜなら、一般に殻皮類はある点では軟甲類に類似しており、別の点では軟体類に類似しているからです。
ᾗ μὲν γὰρ ἔξωθεν τὸ γεῶδες ἐντὸς δὲ τὸ σαρκῶδες, τοῖς μαλακοστράκοις, τὸ δὲ σχῆμα τοῦ σύματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, μάλιστα δὲ τῶν στρομβωδῶν τὰ ἔχοντα τὴν ἑλίκην.
すなわち、外側が土のよう(硬い殻)で、内側が肉質であるという点では軟甲類に似ていますが、体の形状が構成されている仕組みの点では、ある意味でそのすべてにおいて、また特にらせん(殻)を持つ渦巻き貝類において、軟体類に類似しているのです。
ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις ὥσπερ εἴ τις νοήσειεν ἐπ᾿ εὐθείας, καθάπερ συμβέβηκεν ἐπὶ τῶν τετραπόδων ζῴων καὶ τῶν ἀνθρώπων, πρῶτον μὲν ἐπὶ ἄκρῳ τῷ ἄνω στόματι τῆς εὐθείας κατὰ τὸ Α, ἔπειτα τὸ B τὸν στόμαχον, τὸ δὲ Γ τὴν κοιλίαν· ἀπὸ δὲ τοῦ ἐντέρου μέχρι τῆς διεξόδου τοῦ περιττώματος, ᾗ τὸ Δ.
というのも、両者ともその自然(構造)はこのような仕組みになっているからです。 それは、いわば誰かが直線上に想定するかのようであり、四肢動物や人間においてそのようになっているのと同様です。 まず直線の最上端の口の位置を A とし、次に食道である B、胃である Γ、そして腸から排泄物の出口までを Δ とします。
§4.9.33 τοῦτον μὲν οὖν τὸν τρόπον ἔχει τοῖς ἐναίμοις ζῴοις, καὶ περὶ τοῦτό ἐστιν ἡ κεφαλὴ καὶ ὁ θώραξ καλούμενος.
3 さて、有血動物においてはこのような仕組みになっており、この周囲に頭部といわゆる胸部が存在します。
τὰ δὲ λοιπὰ μόρια τούτων τε χάριν καὶ ἕνεκα τῆς κινήσεως κενπροσέθη ἡ φύσις, οἷον τά τε πρόσθια κῶλα καὶ τὰ ὄπισθεν.
そして、残りの部分は、これら(の生命活動)のため、また運動のために、自然が付け加えたものであり、例えば前肢や後肢がそうです。
βούλεται δὲ καὶ τοῖς μαλακοστράκοις καὶ τοῖς ἐντόμοις ἥ γ᾿ εὐθυωρία τῶν ἐντοσθιδίων τὸν αὐτὸν ἔχειν τρόπον, κατὰ δὲ τὰς ὑπηρεσίας τὰς ἔξωθεν κινητικὰς διαφέρει τῶν ἐναίμων.
また、自然は軟甲類や昆虫類においても、内臓の直線的な並びが同様の仕組みであることを意図していますが、外部の運動に資する器官の配置においては有血動物と異なっています。
§4.9.44 τὰ δὲ μαλάκιά τε καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει αὑτοῖς μὲν παραπλ ησίως, τούτοις δʼ ἀντεστραμμένως.
4 他方、軟体類および殻皮類の中の渦巻き貝類は、互いには非常に類似していますが、これら(有血動物等)とは逆になっています。
κέκαμπται γὰρ ἡ τελευτὴ πρὸς τὴν ἀρχήν, ὥσπερ ἂν εἴ τις τὴν εὐθεῖαν ἐφʼ ἧς τὸ Ε κάμψας προσαγάγοι τὸ Δ πρὸς τὸ Α. οὕτως γὰρ κειμένων νῦν τῶν ἐντοσθίων περίκειται τοῖς μὲν μαλακίοις τὸ κύτος, ὃ καλεῖται μόνον ἐπὶ τῶν πολυπόδων κεφαλή·
なぜなら、その終端(排泄孔)が始端(口)に向かって曲げられているからであり、それはあたかも、Eという記号がある直線を曲げて、Δ(出口)をA(口)に近づけたかのようだからです。 このように内臓が配置されているため、軟体類においては胴部がそれら(内臓)の周囲を包んでおり、これはタコ類においてのみ「頭」と呼ばれています。
τοῖς δʼ ὀστρακοδέρμοις τὸ τοιοῦτόν ἐστιν ὁ στρόμβος.
他方、殻皮類においてこれに相当するものは螺旋状の殻です。
§4.9.55 διαφέρει δʼ οὐδὲν ἄλλο πλὴν ὅτι τοῖς μὲν μαλακὸν τὸ πέριξ, τοῖς δὲ σκληρὸν περὶ τὸ σαρκῶδες περιέθηκεν ἡ φύσις, ὅπως σώζηται διὰ τὴν δυσκινησίαν·
5 そして、異なる点は他になく、ただ、前者(軟体類)には周囲に柔らかいものを、後者(渦巻き貝類)には肉質の周囲に硬いものを、動きにくいために自己を保護できるよう自然が配置したという点だけです。
καὶ διὰ τοῦτο τὸ περίττωμα τοῖς τε μαλακίοις ἐξέρχεται περὶ τὸ στόμα καὶ τοῖς στρομβώδεσι, πλὴν τοῖς μὲν μαλακίοις κάτωθεν, τοῖς δὲ στρομβώδεσιν ἐκ τοῦ πλαγίου.
そしてこの理由から、排泄物は軟体類においても渦巻き貝類においても口の付近から排出されます。 ただし、軟体類では下側から、渦巻き貝類では側面から排出されます。
§4.9.66 διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν τοῖς μαλακίοις οἱ πόδες τοῦτον ἔχουσι τὸν τρὸπον, καὶ ὑπεναντίως ἦ τοῖς ἄλλοις.
6 さて、この原因のために、軟体類においては足がこのような配置になっており、他の動物とは正反対になっています。
ἔχουσι δʼ ἀνομοίως αἱ σηπίαι καὶ αἱ τευθίδες τοῖς πολύποσι διὰ τὸ νευστικαὶ μόνον εἶναι, τοὺς δὲ καὶ πορευτικούς.
しかし、コウイカ類やヤリイカ類は、ただ泳ぐためだけの存在であるのに対し、タコ類は歩行性でもあるため、足の持ち方がタコ類とは異なっています。
αἱ μὲν γὰρ τοὺς ἄνωθεν τῶν ὀδόντων ἓξ μικροὺς ἔχουσι, καὶ τούτων τοὺς ἐσχάτους δύο μείζους, τοὺς δὲ λοιποὺς τῶν ὁκτὼ δύο κάτωσθεν μεγίστους τούτων.
すなわち、イカ類は歯の上方に6つの小さな足を持ち、これらのうち両端の2つがより大きく、残りの(8つのうちの)2つの下方の足はこれらの中で最大です。
ὥσπερ γὰρ τοῖς τετράποσι τὰ ὀπίσθια ἰσχυρότερα κῶλα, καὶ ταύταις μέγιστοι οἱ κάτωσθεν·
なぜなら、四肢動物において後肢がより強力であるのと同様に、彼女ら(イカ類)においても下方の足が最大だからです。
τὸ γὰρ φορτίον οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα, καὶ οἱ ἔσχατοι δύο μείζους τῶν μέσων, ὅτι τούτοις συνυπηρετούσιν.
というのも、これらが荷重を支え、最も運動させるからであり、両端の2つの足が中間のものより大きいのは、これらが下方の足を補助するからです。
ὁ δὲ πολύπους τοὺς ἐν μέσῳ τέτταρας μεγίστους.
一方、タコ類は真ん中の4つの足が最大です。