Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.9.1-4.9.6

软体动物外部器官结构与足部排列

第 76 段,共 84 段 · 希腊语

内容简介

本段阐述了软体动物的外部器官(足与躯干)结构,通过将直线消化道配置弯曲的几何模型对比分析了软体动物与螺类结构,并结合运动特性解释了乌贼类与章鱼类足部大小分布的差异。

§4.9.1Τῶν δὲ μαλακίων περὶ μὲν τῶν ἐντὸς εἴρηται 9 πρότερον, ὥσπερ καὶ περὶ τῶν ἄλλων ζῴων· ἐκτὸς δʼ ἔχει τό τε τοῦ σώματος κύτος, ἀδιόριστον ὄν, καὶ τούτου πόδας ἔμπροσθεν περὶ τὴν κεφαλήν, ἐντὸς μὲν τῶν ὀφθαλμῶν, περὶ δὲ τὸ στόμα καὶ τοὺς ὀδόντας.
另一方面,关于软体动物的内部器官,9 此前已经同其他动物一样讨论过了;而在外部,它们具有未分化的身体躯干,并且在这一躯干的前部、头部周围拥有足,即在眼睛的内侧,以及在口和牙齿的周围。
τὰ μὲν οὖν ἄλλα ζῷα τὰ ἔχοντα πόδας τὰ μὲν ἔμπροσθεν ἔχει καὶ ὄπισθεν, τὰ δʼ ἐκ τοῦ πλαγίου, ὥσπερ τὰ πολύποδα καὶ ἄναιμα τῶν ζῴων· τοῦτο δὲ τὸ γένος ἰδίως τούτων· πάντας γὰρ ἔχουσι τοὺς πόδας ἐπὶ τὸ καλούμενον ἔμπροσθεν.
现在,其他有足的动物,有些在前后具有足,有些在侧面具有足,正如多足且无血的动物那样;但这一类群在它们之中具有独特之处,因为它们所有的足都位于所谓的“前方”。
§4.9.2τούτου δʼ αἴτιον 2 ὅτι συνῆκται αὐτῶν τὸ ὄπισθεν πρὸς τὸ ἔμπροσθευ, ὧσπερ τῶν ὀστρακοδέρμων τοῖς στρομβώδεσιν.
而这一原因在于,2 它们的后部已经朝向前方收缩,正如壳皮类中具有螺旋壳的螺类一样。
ὅλως γὰρ τὰ ὀστρακόδερμα ἔχει τῇ μὲν ὁμοίως τοῖς μαλακοστράκοις, τῇ δὲ τοῖς μαλακίοις.
因为总的来说,壳皮类在某些方面类似于软甲类,在另一些方面类似于软体动物。
ᾗ μὲν γὰρ ἔξωθεν τὸ γεῶδες ἐντὸς δὲ τὸ σαρκῶδες, τοῖς μαλακοστράκοις, τὸ δὲ σχῆμα τοῦ σύματος ὃν τρόπον συνέστηκε, τοῖς μαλακίοις, τρόπον μέν τινα πάντα, μάλιστα δὲ τῶν στρομβωδῶν τὰ ἔχοντα τὴν ἑλίκην.
也就是说,在外侧具有土性物质而在内侧具有肉性物质这一点上,它们类似于软甲类;但在身体形状构造的方式上,它们在某种程度上全部,特别是具有螺旋的螺类,类似于软体动物。
ἀμφοτέρων γὰρ τοῦτον ἔχει τὸν τρόπον ἡ φύσις ὥσπερ εἴ τις νοήσειεν ἐπ᾿ εὐθείας, καθάπερ συμβέβηκεν ἐπὶ τῶν τετραπόδων ζῴων καὶ τῶν ἀνθρώπων, πρῶτον μὲν ἐπὶ ἄκρῳ τῷ ἄνω στόματι τῆς εὐθείας κατὰ τὸ Α, ἔπειτα τὸ B τὸν στόμαχον, τὸ δὲ Γ τὴν κοιλίαν· ἀπὸ δὲ τοῦ ἐντέρου μέχρι τῆς διεξόδου τοῦ περιττώματος, ᾗ τὸ Δ.
因为两者的天性都是这种方式,正如人们在一条直线上来设想,就像在四足动物和人类身上所发生的那样:首先在直线的上端点,A处为口,接着B处为食道,Γ处为胃,然后从肠到排泄物的出口,即Δ处。
§4.9.33 τοῦτον μὲν οὖν τὸν τρόπον ἔχει τοῖς ἐναίμοις ζῴοις, καὶ περὶ τοῦτό ἐστιν ἡ κεφαλὴ καὶ ὁ θώραξ καλούμενος.
3 那么,在有血动物中就是这种方式,在这一部分的周围是头部和所谓的胸部。
τὰ δὲ λοιπὰ μόρια τούτων τε χάριν καὶ ἕνεκα τῆς κινήσεως κενπροσέθη ἡ φύσις, οἷον τά τε πρόσθια κῶλα καὶ τὰ ὄπισθεν.
而自然为了这些器官的缘故以及为了运动,附加了其余的部分,例如前肢和后肢。
βούλεται δὲ καὶ τοῖς μαλακοστράκοις καὶ τοῖς ἐντόμοις ἥ γ᾿ εὐθυωρία τῶν ἐντοσθιδίων τὸν αὐτὸν ἔχειν τρόπον, κατὰ δὲ τὰς ὑπηρεσίας τὰς ἔξωθεν κινητικὰς διαφέρει τῶν ἐναίμων.
自然在软甲类和昆虫类中也意图使内脏的直线排列具有同样的方式,但在外部辅助运动的器官上它们与有血动物不同。
§4.9.44 τὰ δὲ μαλάκιά τε καὶ στρομβώδη τῶν ὀστρακοδέρμων ἔχει αὑτοῖς μὲν παραπλ ησίως, τούτοις δʼ ἀντεστραμμένως.
4 另一方面,软体动物和壳皮类中的螺类,彼此极其相似,但与上述动物相反。
κέκαμπται γὰρ ἡ τελευτὴ πρὸς τὴν ἀρχήν, ὥσπερ ἂν εἴ τις τὴν εὐθεῖαν ἐφʼ ἧς τὸ Ε κάμψας προσαγάγοι τὸ Δ πρὸς τὸ Α. οὕτως γὰρ κειμένων νῦν τῶν ἐντοσθίων περίκειται τοῖς μὲν μαλακίοις τὸ κύτος, ὃ καλεῖται μόνον ἐπὶ τῶν πολυπόδων κεφαλή· τοῖς δʼ ὀστρακοδέρμοις τὸ τοιοῦτόν ἐστιν ὁ στρόμβος.
因为它们的终点朝向起点弯曲,就好像人们把标有E的直线弯曲,使Δ靠近A一样。 因为内脏现在是这样排列的,所以在软体动物中,躯干包裹着它们,这在章鱼中仅被称为“头”;而在壳皮类中,与之相当的是螺旋壳。
§4.9.55 διαφέρει δʼ οὐδὲν ἄλλο πλὴν ὅτι τοῖς μὲν μαλακὸν τὸ πέριξ, τοῖς δὲ σκληρὸν περὶ τὸ σαρκῶδες περιέθηκεν ἡ φύσις, ὅπως σώζηται διὰ τὴν δυσκινησίαν·
5 它们没有其他区别,只是自然在前者的肉质周围包覆了柔软的物质,在后者周围包覆了坚硬的物质,以便由于它们行动不便而能得到保护。
καὶ διὰ τοῦτο τὸ περίττωμα τοῖς τε μαλακίοις ἐξέρχεται περὶ τὸ στόμα καὶ τοῖς στρομβώδεσι, πλὴν τοῖς μὲν μαλακίοις κάτωθεν, τοῖς δὲ στρομβώδεσιν ἐκ τοῦ πλαγίου.
因此,在软体动物和螺类中,排泄物都在口周围排出,只是在软体动物中是从下方,而在螺类中是从侧面排出。
§4.9.66 διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν τοῖς μαλακίοις οἱ πόδες τοῦτον ἔχουσι τὸν τρὸπον, καὶ ὑπεναντίως ἦ τοῖς ἄλλοις.
6 因此,正是由于这个原因,软体动物的足具有这种方式,并且与其余动物相反。
ἔχουσι δʼ ἀνομοίως αἱ σηπίαι καὶ αἱ τευθίδες τοῖς πολύποσι διὰ τὸ νευστικαὶ μόνον εἶναι, τοὺς δὲ καὶ πορευτικούς.
但是乌贼和枪乌贼与章鱼的足不同,因为它们只是游泳动物,而章鱼也是行走动物。
αἱ μὲν γὰρ τοὺς ἄνωθεν τῶν ὀδόντων ἓξ μικροὺς ἔχουσι, καὶ τούτων τοὺς ἐσχάτους δύο μείζους, τοὺς δὲ λοιποὺς τῶν ὁκτὼ δύο κάτωσθεν μεγίστους τούτων.
因为前者在牙齿上方有六个小足,其中最外侧的两个较大,而八个足中剩下的两个位于下方的足是其中最大的。
ὥσπερ γὰρ τοῖς τετράποσι τὰ ὀπίσθια ἰσχυρότερα κῶλα, καὶ ταύταις μέγιστοι οἱ κάτωσθεν· τὸ γὰρ φορτίον οὗτοι ἔχουσι καὶ κινοῦσι μάλιστα, καὶ οἱ ἔσχατοι δύο μείζους τῶν μέσων, ὅτι τούτοις συνυπηρετούσιν.
因为正如在四足动物中后肢更强壮一样,在它们之中下方的足也是最大的;因为这些足承受着负重并主要推动它们,而最外侧的两个足比中间的大,是因为它们辅助下方足的工作。
ὁ δὲ πολύπους τοὺς ἐν μέσῳ τέτταρας μεγίστους.
相反,章鱼是中间的四个足最大。

词汇与语法注释

  1. ¦10¦ἐντὸς μὲν τῶν ὀφθαλμῶν — “眼睛的内侧”,指两眼之间的区域,靠近头部的中心位置,而不是指眼球内部。
  2. ¦p.118¦ἐπ᾿ εὐθείας — 意为“在一条直线上”。亚里士多德将消化道从口到排泄孔呈直线延伸的形态模型化,将A、B、Γ、Δ分配给直线上的点,然后通过将这条线弯曲(使Δ靠近A)来几何学地解释软体动物的结构。
  3. ¦35¦ἐφʼ ἧς τὸ Ε — 关系代名词 `ἧς` 指代阴性名词 `εὐθεῖαν`(直线),意为“E所在的(直线)”。此处E代表该直线本身或赋予该直线的符号。

引用这一段

亚里士多德, 动物的诸部分 §4.9.1-4.9.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.9.1-4.9.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。