§4.5.88 ἔχει μὲν οὖν πάντα τὰ μαλάκια τοῦτο τὸ μόριον ἴδιον, μάλιστα δʼ ἡ σηπία καὶ πλεῖστον·
したがって、すべての軟体動物はこの独自の器官を持っていますが、とりわけコウイカが最も多く持っています。
ὅταν γὰρ φοβηθῶσι καὶ δείσωσιν, οἷον φράγμα πρὸ τοῦ σώματος ποιοῦνται τὴν τοῦ ὑγροῦ μελανίαν καὶ θόλωσιν.
というのも、彼らが恐れを抱き、怖がるとき、液体の黒さと濁りをいわば体の前の防壁のようにするからです。
§4.5.99 αἱ μὲν οὖν τευθίδες καὶ πολύποδες ἔχουσιν ἄνωσθεν τὸν θολὸν ἐπὶ τῇ μύτιδι μᾶλλον, ἡ δὲ σηπία πρὸς τῇ κοιλίᾳ κάτω·
したがって、ヤリイカとタコは墨をより上方の外套膜の上に持っていますが、コウイカは下方の胃の近くに持っています。
πλείω γὰρ ἔχει διὰ τὸ χρῆσθαι μᾶλλον.
というのも、より多く使うために、より多く持っているからです。
τοῦτο δʼ αὐτῇ συμβαίνει διὰ τὸ πρόσγειον μὲν εἶναι τὸν βίον αὐτῆς, μὴ ἔχειν δʼ ἄλλην βοήθειαν, ὥσπερ ὁ πολύπους τὰς πλεκτάνας ἔχει χρησίμους καὶ τὴν τοῦ χρώματος μεταβολήν, ἦ συμβαίνει αὐτῷ, ὥσπερ καὶ ἡ τοῦ θολοῦ πρόεσις, διὰ δειλίαν.
そしてこれがコウイカに起こるのは、その生活が海底の近くにあり、かつ他の自己防衛手段を持たないからです。 これは、タコが有用な触腕を持ち、また体色の変化を持つのとは異なります。 この体色変化は、墨の放出と同様に、臆病さのゆえにタコに起こるのです。
ἡ δὲ τευθὶς πελάγιόν ἐστι τούτων μόνον.
一方、ヤリイカはこれらの中で唯一遠洋性です。
§4.5.10πλείω μὲν οὖν ἔχει ἡ 10 σηπία παρὰ τοῦτο τὸν θολόν, κάτωθεν δὲ διὰ τὸ πλείω·
したがって、コウイカはこのために、より多くの墨を持っており、また量が多いがゆえに下方に持っているのです。
ῥᾴδιον γὰρ προΐεσθαι καὶ πόρρωσθεν ἀπὸ τοῦ πλείονος.
なぜなら、量が多い方が、遠くからでも容易に放出できるからです。
γίνεται δʼ ὁ θολός, καθάπερ τοῖς ὄρνισιν ὑπόστημα τὸ λευκὸν ἐπὶ τοῦ περιττώματος γεῶδες, οὕτω καὶ τούτοις ὁ θολὸς διὰ τὸ μηδὲ ταῦτ ἔχειν κύστιν·
そして、鳥において排泄物の上にある白い土のような沈殿物が生じるのと同様に、これらの動物においても、やはり膀胱を持たないために墨が生じるのです。
ἀποκρίνεται γὰρ τὸ γεωδέστατον εἰς αὐτόν, καὶ τῇ σηπίᾳ πλεῖστον διὰ τὸ πλεῖστον ἔχειν γεῶδες.
というのも、最も土的なものがそこへと分離されるからであり、またコウイカにおいてこれが最も多いのは、最も多くの土的なものを体に持っているからです。
§4.5.11σημεῖον δὲ τὸ σήπιον τοιοῦτον ὄν·
その証拠は、イカの甲がそのような性質であることです。
τοῦτο γὰρ ὁ μὲν 11 πολύπους οὐκ ἔχει, αἱ δὲ τευθίδες χονδρῶδες καὶ λεπτόν.
というのも、タコはこれを持たず、 11 ヤリイカは軟骨質で薄いものを持っているからです。
διʼ ἣν δʼ αἰτίαν τὰ μὲν οὐκ ἔχει τὰ δʼ ἔχει, καὶ ποῖόν τι τούτων ἔχει ἑκάτερον, εἴρηται.
なぜあるものは持たず、あるものは持つのか、そしてこれらのそれぞれがどのようなものを持っているのかについては、すでに述べられました。
ἀναίμων δʼ ὄντων καὶ διὰ τοῦτο κατεψυγμένων καὶ φοβητικῶν, ὥσπερ ἐνίοις ὅταν δείσωσιν ἡ κοιλία ταράττεται, τοῖς δʼ ἐκ τῆς κύστεως ῥεῖ περίττωσις, καὶ τούτοις τοῦτο συμβαίνει μὲν ἐξ ἀνάγκης ἀφιέναι διὰ δειλίαν, ὥσπερ ἐκ κύστεως τοῖς ἐπουροῦσιν, ἡ δὲ φύσις ἅμα τῷ τοιούτῳ περιττώματι καταχρῆται πρὸς βοήθειαν καὶ σωτηρίαν αὐτῶν.
無血であり、そのために冷えていて臆病なので、ある人々が恐れるときに胃が動揺したり、別の人々では膀胱から排泄物が流れたりするのと同様に、これらにとっても、臆病さのゆえにこれを放出することが必然的に起こるのです。 それは、漏尿する者たちにおいて膀胱から尿が出るようなものです。 しかし、自然は、このような排泄物を同時に、彼らの自己防衛と生存のために役立てているのです。
§4.5.12ἔχουσι δὲ καὶ τὰ 12 μαλακόστρακα, τά τε καραβοειδῆ καὶ οἱ καρκίνοι, δύο μὲν ὀδόντας τοὺς πρώτους, καὶ μεταξύ τὴν σάρκα τὴν γλωσσοειδῆ, ὥσπερ εἴρηται καὶ πρότερον, εὐθὺς δʼ ἐχόμενον τοῦ στόματος στόμαχον μικρὸν κατὰ μέγεθος τῶν σωμάτων, τὰ μείζω πρὸς τὰ ἐλάττω·
また、軟甲動物、すなわち伊勢海老の類やカニも、前述のように、二つの前歯と、その間に舌のような肉を持っており、口のすぐ後ろに、体の大きさに応じた小さな食道(体の大小に比例して、大きなものにはより大きく、小さなものにはより小さい)を持っています。
τούτου δὲ κοιλίαν ἐχομένην, ἐφʼ ἧς οἵ τε κάραβοι καὶ ἔνιοι τῶν καρκίνων ὀδόντας ἔχουσιν ἑτέρους διὰ τὸ τοὺς ἄνω μὴ διαιρεῖν ἱκανῶς, ἀπὸ δὲ τῆς κοιλίας ἔντερον ἁπλοῦν κατʼ εὐθύ μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
そしてこれに続く胃を持っており、その上に、伊勢海老やいくつかのカニは、上の歯が食物を十分に細かく砕けないために、第二の歯を持っています。 そして胃からは、排泄物の出口までまっすぐに伸びる単純な腸があります。
§4.5.1313 ἔχει δὲ καὶ τῶν ὀστρακοδέρμων ἕκαστον ταῦτα τὰ μόρια, τὰ μὲν διηρθρωμένα μᾶλλον τὰ δʼ ἧττον·
13 そして、極皮動物の各々もこれらの器官を持っており、あるものはより明確に区別され、あるものはあまり明確ではありません。
ἐν δὲ τοῖς μείζοσι διαδηλότερά ἐστιν ἕκαστα τούτων.
しかし、より大きなものでは、これらのそれぞれがより明瞭です。
οἱ μὲν οὖν κόχλοι καὶ ὀδόντας ἔχουσι σκληρούς καὶ ὀξεῖς, ὥσπερ εἴρηται πρότερον, καὶ τὸ μεταξύ σαρκῶδες ὁμοίως τοῖς μαλακίοις καὶ μαλακοστράκοις, καὶ τὴν προβοσκίδα, καθάπερ εἴρηται, μεταξύ κέντρου καὶ γλώττης, τοῦ δὲ στόματος ἐχόμενον οἷον ὀρνιθώδη τινὰ πρόλοβον, τούτου δʼ ἐχόμενον στόμαχον·
したがって、らせん貝は前述のように、硬く尖った歯を持っており、またその間に軟体動物や軟甲動物と同様に肉質の部分を持っています。 また前述のように、針と舌の中間的な吻を持っており、口の次には鳥のようなある種の嗉囊があり、これに続いて食道があります。
τούτου δʼ ἔχεται ἡ κοιλία, ἐν ᾖ ἡ καλουμένη μήκων, ἀφʼ ἧς συνεχές ἐστιν ἔντερον ἀπλῆν τὴν ἀρχὴν ἔχον ἀπὸ τῆς μήκωνος·
そして、これに続いて胃があり、その中にはいわゆる「ミーコーン」があります。 そこから連続して、ミーコーンを起点とする単純な腸が伸びています。
ἔστι γὰρ ἐν πᾶσι τοῖς ὀστρακηροῖς περίττωμα τοῦτο τὸ μάλιστα δοκοῦν εἶναι ἐδώδιμον.
なぜなら、すべての極皮動物において、最も食用に適していると思われるこの部分は、排泄物だからです。
§4.5.1414 ἔχει δʼ ὁμοίως τῷ κόχλῳ καὶ τἆλλα τὰ στρομβώδη, οἷον πορφύραι καὶ κήρυκες.
14 そして、らせん貝と同様に、他の螺旋形の極皮動物、例えばイボニシやツノガイもこれらを持っています。
ἔστι δὲ γένη καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων·
極皮動物には多くの属や種があります。
τὰ μὲν γὰρ στρομβώδη ἐστίν, ὥσπερ τὰ νῦν εἰρημένα, τὰ δὲ δίθυρα, τὰ δὲ μονόθυρα.
なぜなら、あるものは今述べたように螺旋形であり、またあるものは二枚貝、あるものは一枚貝だからです。