§4.5.1τὰ δὲ καλούμενα 5 μαλάκια καὶ μαλακόστρακα πολλὴν ἔχει πρὸς ταῦτα διαφοράν·
他方、いわゆる 5 軟体動物と軟甲動物は、これらに対して大きな違いを持っている。
εὐθὺς γὰρ τὴν τῶν σπλάγχνων ἅπασαν οὐκ ἔχει φύσιν.
というのも、それらは端的に内臓のすべての自然(構造)を持っていないからである。
ὁμοίως δʼ οὐδὲ τῶν ἅλλων ἀναίμων οὐδέν.
同様に、他の無血動物のどれも持っていない。
ἔστι δὲ δύο γένη λοιπὰ τῶν ἀναίμων, τά τʼ ὀστρακόδερμα καὶ τὸ τῶν ἐντόμων γένος.
無血動物の残りの二つの類(属)は、殻皮動物と昆虫の類である。
ἐξ οὐ γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν τούτων ἔχει αἷμα διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς·
内臓の自然(構造)を構成しているもの(血液のこと)を、これらの動物はいずれも持っていない。 その本質にとってそのような状態がそれ自体に属しているからである。
ὅτι γάρ ἐστι τὰ μὲν ἔναιμα τὰ δʼ ἄναιμα, ἐν τῷ λόγῳ ἐνυπάρξει τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν.
なぜなら、あるものは有血であり、あるものは無血であるということは、それらの本質を規定する定義(ロゴス)の中に含まれているからである。
§4.5.2ἔτι δʼ ὧν ἕνεκεν ἔχουσι τὰ 2 σπλάγχνα τὰ ἔναιμα τῶν ζῴων, οὐδὲν ὑπάρξει τοῖς τοιούτοις·
さらに、有血動物が 2 内臓を持っている目的(理由)のうち、何一つとしてそのような動物には存在しないであろう。
οὕτε γὰρ φλέβας ἔχουσιν οὕτε κύστιν οὔτʼ ἀναπνέουσιν, ἀλλὰ μόνον ἀναγκαῖον ἔχειν αὐτοῖς τὸ ἀνάλογον τῇ καρδία.
なぜなら、それらは血管も膀胱も持たず、息を吸うこともしないからであり、ただ心臓のアナロジー(対応物)を彼らが持っていることだけが必然だからである。
τὸ γὰρ αἰσθητικὸν ψυχῆς καὶ τὸ τῆς ζωῆς αἴτιον ἀρχῇ τινὶ τῶν μορίων καὶ τοῦ σώματος ὑπάρχει πάσι τοῖς ζῴοις.
なぜなら、感覚的な魂と生命の原因は、すべての動物において、部位と身体の何らかの始原(支配的部位)に存在するからである。
§4.5.3τὰ δὲ πρὸς 3 τὴν τροφὴν μόρια ἔχει καὶ ταῦτα ἐξ ἀνάγκης πάντα·
他方、食物に関する 3 部位は、これらの動物もすべて必然的に持っている。
οἱ δὲ τρόποι διαφέρουσι διὰ τούς τόπους ἐν οἷς λαμβάνουσι τὴν τροφήν.
しかしその様式は、彼らが食物を摂取する場所(環境)によって異なっている。
ἔχουσι δὲ τὰ μὲν μαλάκια περὶ τὸ καλούμενον στόμα δύο ὀδόντας, καὶ ἐν τῷ στόματι ἀντὶ γλώττης σαρκῶδές τι, ᾧ κρίνουσι τὴν ἐν τοῖς ἐδεστοῖς ἡδονήν.
軟体動物はいわゆる口の周りに二つの歯を持っており、口の中には舌の代わりに肉質のものを持っていて、それによって食物における快(味)を識別している。
§4.5.4ὁμοίως δὲ καὶ τὰ μαλακόστρακα 4 τούτοις τοὺς πρώτους ὀδόντας ἔχει καὶ τὸ ἀνάλογον τῇ γλώττῃ σαρκῶδες.
同様に、軟甲動物も 4 これらと同じように、最前部の歯と、舌に相当する肉質のものを持っている。
ἔτι δὲ καὶ τὰ ὀστρακόδερμα πάντα τὸ τοιοῦτον ἔχει μόριον διὰ τὴν αὐτὴν αἰτίαν τοῖς ἐναίμοις, πρὸς τὴν τῆς τροφῆς αἴσθησιν.
さらに、殻皮動物もすべて、有血動物と同じ原因のために、すなわち食物の感覚(味覚)のために、そのような部位を持っている。
ὁμοίως δὲ καὶ τὰ ἔντομα τὰ μὲν τὴν ἐξιοῦσαν ἐπιβοσκίδα τοῦ στόματος, οἷον τό τε τῶν μελιττῶν γένος καὶ τὸ τῶν μυιῶν, ὥσπερ εἴρηται καὶ πρότερον·
同様に昆虫もそうであり、あるものは口から突き出た吻(口吻)を持っており、例えば蜜蜂の類や蠅の類がそうであって、これは以前にも述べられた通りである。
ὅσα δὲ μή ἐστιν ἐμπροσθόκεντρα, ἐν τῷ στόματι ἔχει τὸ τοιοῦτον μόριον, οἷον τὸ τῶν μυρμήκων γένος καὶ εἴ τι τοιοῦτον ἕτερον.
他方、前方に針を持たないものは、口の中にそのような部位を持っており、例えば蟻の類や、その他これに類するものである。
ὀδόντας δὲ τὰ μὲν ἔχει τούτων, ἀλλοιοτέρους δέ, καθάπερ τό τε τῶν μυρμήκων καὶ τὸ τῶν μελιττῶν γένος, τὰ δʼ οὐκ ἔχει, ὅσα ὑγρᾷ χρῆται τῇ τροφῇ·
そして、これらのうちあるものは歯を持っているが、それらは異なった性質のものであり、例えば蟻の類や蜜蜂の類がそうである。 他方、流体の食物を用いるものは歯を持たない。
πολλὰ §4.5.55 γὰρ τῶν ἐντόμων οὐ τροφῆς ἔχει χαέριν τοὺς ὀδόντας ἀλλʼ ἀλκῆς.
なぜなら、多くの 5 昆虫は、食物のためではなく防衛のために歯を持っているからである。
τῶν δʼ ὀστρακοδέρμων τὰ μέν, ὥσπερ ἐλέχθη καὶ ἐν τοῖς κατ᾿ ἀρχὰς λόγοις, τὴν καλουμένην ἔχει γλῶτταν ἰσχυράν, οἱ δὲ κόχλοι καὶ ὀδόντας δύο, καθάπερ τὰ μαλακόστρακα.
他方、殻皮動物のうち、あるものは、最初の講義(叙説)の中でも述べられたように、いわゆる強い舌を持っており、巻貝類は軟甲動物のように二つの歯も持っている。
μετὰ δὲ τὸ στόμα τοῖς μαλακίοις ἐστὶ στόμαχος μακρὸς, τούτου δʼ ἐχόμενος πρόλοβος οἷός περ τοῖς ὄρνισιν, εἶτα συνεχὴς κοιλία καὶ ταύτης ἐχόμενον ἔντερον ἀπλοῦν μέχρι τῆς ἐξόδου.
そして口の後ろには、軟体動物には長い食道があり、これに続いて鳥類にあるような「そのう」があり、次に連続する胃があり、これに続いて出口まで至る単純な腸がある。
§4.5.66 ταῖς μὲν οὖν σηπίαις καὶ τοῖς πολύποσιν ὅμοια καὶ τοῖς σχήμασι καὶ τῇ ἁφῇ τὰ περὶ τὴν κοιλίαν·
6 さて、コウイカ類やタコ類においては、胃の周辺は形においても感触においても似ている。
ταῖς δὲ καλουμέναις τευθίσι δύο μὲν ὁμοίως αἱ κοιλιώδεις εἰσὶν ὑποδοχαί, ἧττον δὲ προλοβώδης ἡ ἑτέρα, καὶ τοῖς σχήμασιν ἐκείνων διαφέρουσι διὰ τὸ καὶ τὸ σῶμα πᾶν ἐκ μαλακωτέρας συνεστάναι σαρκός.
しかし、いわゆるヤリイカ類においては、同様に二つの胃のような受容器があるものの、その一方はそれほど「そのう」のようではなく、またそれらの形においても前者のものとは異なっている。 それは彼らの身体全体がより柔らかい肉から構成されているからである。
§4.5.77 ταῦτα δʼ ἔχει τὰ μόρια τοῦτον τὸν τρόπον διὰ τὴν αὐτὴν αἰτίαν ὥσπερ καὶ οἱ ὄρνιθες·
7 そして、これらがこれらの部位をこのように持っているのは、鳥類と同じ原因による。
οὐδὲ γὰρ τούτων οὐδὲν ἐνδέχεται λεαίνειν τὴν τροφήν, διόπερ ὁ πρόλοβός ἐστι πρὸ τῆς κοιλίας.
というのも、これらもまた、食物を細かく砕くことがまったくできないからであり、それゆえ胃の手前に「そのう」がある。
πρὸς βοήθειαν δὲ καὶ σωτηρίαν ἔχει ταῦτα τὸν καλούμενον θολόν, ἐν χιτῶνι ὑμενώδει προσπεφυκότα, τὴν ἔξοδον ἔχοντι καὶ τὸ πέρας ᾖπερ ἀφιᾶσι τὸ περίττωμα τῆς κοιλίας κατὰ τὸν καλούμενον αὐλόν·
また、自衛と生存のために、これらは「墨」と呼ばれるものを持っており、それは膜のような袋の中に張り付いていて、それはいわゆる漏斗を通って、胃の老廃物を排出するのと同じ出口と終端を持っている。
οὗτος δʼ ἐστὶν ἐν τοῖς ὑπτίοις.
そしてこの(漏斗)は腹側にある。