Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.5.8-4.5.14

软体动物的墨囊与无血动物的消化器官

第 67 段,共 84 段 · 希腊语

内容简介

本节讨论了软体动物墨囊的功能、位置以及其作为膀胱替代物的性质,随后介绍了软甲动物和壳皮(极皮)动物的消化器官、齿部结构以及它们的分类。

§4.5.88 ἔχει μὲν οὖν πάντα τὰ μαλάκια τοῦτο τὸ μόριον ἴδιον, μάλιστα δʼ ἡ σηπία καὶ πλεῖστον· ὅταν γὰρ φοβηθῶσι καὶ δείσωσιν, οἷον φράγμα πρὸ τοῦ σώματος ποιοῦνται τὴν τοῦ ὑγροῦ μελανίαν καὶ θόλωσιν.
因此,所有软体动物都具有这种特有的器官,但尤其是乌贼拥有的数量最多;因为当它们感到害怕和恐惧时,它们会将液体的黑色和浑浊作为身体前方的屏障。
§4.5.99 αἱ μὲν οὖν τευθίδες καὶ πολύποδες ἔχουσιν ἄνωσθεν τὸν θολὸν ἐπὶ τῇ μύτιδι μᾶλλον, ἡ δὲ σηπία πρὸς τῇ κοιλίᾳ κάτω· πλείω γὰρ ἔχει διὰ τὸ χρῆσθαι μᾶλλον.
那么,枪乌贼和章鱼的墨囊在较上方更靠近所谓的mytis,而乌贼的墨囊则在下方靠近胃的地方;因为为了更频繁地使用,它拥有更多的墨汁。
τοῦτο δʼ αὐτῇ συμβαίνει διὰ τὸ πρόσγειον μὲν εἶναι τὸν βίον αὐτῆς, μὴ ἔχειν δʼ ἄλλην βοήθειαν, ὥσπερ ὁ πολύπους τὰς πλεκτάνας ἔχει χρησίμους καὶ τὴν τοῦ χρώματος μεταβολήν, ἦ συμβαίνει αὐτῷ, ὥσπερ καὶ ἡ τοῦ θολοῦ πρόεσις, διὰ δειλίαν.
这种情况之所以发生,是因为它的生活接近海底,而且没有其他自卫手段,而章鱼则有其有用的触腕以及体色的改变,体色改变和墨汁的排放一样,是由于胆怯而发生在它身上的。
ἡ δὲ τευθὶς πελάγιόν ἐστι τούτων μόνον.
另一方面,枪乌贼是这些动物中唯一属于远洋性的。
§4.5.10πλείω μὲν οὖν ἔχει ἡ 10 σηπία παρὰ τοῦτο τὸν θολόν, κάτωθεν δὲ διὰ τὸ πλείω· ῥᾴδιον γὰρ προΐεσθαι καὶ πόρρωσθεν ἀπὸ τοῦ πλείονος.
因此,由于这个原因,乌贼拥有更多的墨汁,并且由于量多而在下方;因为数量较多时,即使从远处也很容易排放。
γίνεται δʼ ὁ θολός, καθάπερ τοῖς ὄρνισιν ὑπόστημα τὸ λευκὸν ἐπὶ τοῦ περιττώματος γεῶδες, οὕτω καὶ τούτοις ὁ θολὸς διὰ τὸ μηδὲ ταῦτ ἔχειν κύστιν· ἀποκρίνεται γὰρ τὸ γεωδέστατον εἰς αὐτόν, καὶ τῇ σηπίᾳ πλεῖστον διὰ τὸ πλεῖστον ἔχειν γεῶδες.
这些动物产生墨汁,就像鸟类排泄物上产生白色泥土状的沉淀物一样,这些动物产生墨汁也是因为它们没有膀胱;因为最像泥土的部分被分离到这里,而在乌贼中最多是因为它体内含有最多的泥土状物质。
§4.5.11σημεῖον δὲ τὸ σήπιον τοιοῦτον ὄν· τοῦτο γὰρ ὁ μὲν 11 πολύπους οὐκ ἔχει, αἱ δὲ τευθίδες χονδρῶδες καὶ λεπτόν.
证据就是乌贼骨具有这样的性质;因为 11 章鱼没有这个,而枪乌贼则有软骨质且薄的。
διʼ ἣν δʼ αἰτίαν τὰ μὲν οὐκ ἔχει τὰ δʼ ἔχει, καὶ ποῖόν τι τούτων ἔχει ἑκάτερον, εἴρηται.
至于为什么有些没有而有些有,以及它们各自拥有哪种,已经说过了。
ἀναίμων δʼ ὄντων καὶ διὰ τοῦτο κατεψυγμένων καὶ φοβητικῶν, ὥσπερ ἐνίοις ὅταν δείσωσιν ἡ κοιλία ταράττεται, τοῖς δʼ ἐκ τῆς κύστεως ῥεῖ περίττωσις, καὶ τούτοις τοῦτο συμβαίνει μὲν ἐξ ἀνάγκης ἀφιέναι διὰ δειλίαν, ὥσπερ ἐκ κύστεως τοῖς ἐπουροῦσιν, ἡ δὲ φύσις ἅμα τῷ τοιούτῳ περιττώματι καταχρῆται πρὸς βοήθειαν καὶ σωτηρίαν αὐτῶν.
由于它们无血且因此寒冷和胆怯,就像有些人在害怕时胃部会不适,而另一些人则会从膀胱流出排泄物一样,这些动物由于胆怯而必然会排出这种东西,就像那些在膀胱失禁时排尿的人一样,但是自然同时利用这种排泄物来帮助它们自卫和生存。
§4.5.12ἔχουσι δὲ καὶ τὰ 12 μαλακόστρακα, τά τε καραβοειδῆ καὶ οἱ καρκίνοι, δύο μὲν ὀδόντας τοὺς πρώτους, καὶ μεταξύ τὴν σάρκα τὴν γλωσσοειδῆ, ὥσπερ εἴρηται καὶ πρότερον, εὐθὺς δʼ ἐχόμενον τοῦ στόματος στόμαχον μικρὸν κατὰ μέγεθος τῶν σωμάτων, τὰ μείζω πρὸς τὰ ἐλάττω· τούτου δὲ κοιλίαν ἐχομένην, ἐφʼ ἧς οἵ τε κάραβοι καὶ ἔνιοι τῶν καρκίνων ὀδόντας ἔχουσιν ἑτέρους διὰ τὸ τοὺς ἄνω μὴ διαιρεῖν ἱκανῶς, ἀπὸ δὲ τῆς κοιλίας ἔντερον ἁπλοῦν κατʼ εὐθύ μέχρι πρὸς τὴν ἔξοδον τοῦ περιττώματος.
此外,软甲动物,即龙虾类和螃蟹,也拥有 12 两个前齿,以及它们之间如舌状的肉,正如前面已经说过的,并且在紧接嘴部的地方有一条根据身体大小而定的小食道,大的对应大的,小的对应小的;紧接着是一胃,在胃上龙虾和某些螃蟹具有第二种齿,因为上面的齿无法充分切碎食物,从胃部有一条简单的肠子,一直延伸到排泄物的出口。
§4.5.1313 ἔχει δὲ καὶ τῶν ὀστρακοδέρμων ἕκαστον ταῦτα τὰ μόρια, τὰ μὲν διηρθρωμένα μᾶλλον τὰ δʼ ἧττον· ἐν δὲ τοῖς μείζοσι διαδηλότερά ἐστιν ἕκαστα τούτων.
13 每一个极皮动物也拥有这些器官,有些分化得较清晰,有些较不清晰;而在较大的动物中,这些器官中的每一个都更明显。
οἱ μὲν οὖν κόχλοι καὶ ὀδόντας ἔχουσι σκληρούς καὶ ὀξεῖς, ὥσπερ εἴρηται πρότερον, καὶ τὸ μεταξύ σαρκῶδες ὁμοίως τοῖς μαλακίοις καὶ μαλακοστράκοις, καὶ τὴν προβοσκίδα, καθάπερ εἴρηται, μεταξύ κέντρου καὶ γλώττης, τοῦ δὲ στόματος ἐχόμενον οἷον ὀρνιθώδη τινὰ πρόλοβον, τούτου δʼ ἐχόμενον στόμαχον· τούτου δʼ ἔχεται ἡ κοιλία, ἐν ᾖ ἡ καλουμένη μήκων, ἀφʼ ἧς συνεχές ἐστιν ἔντερον ἀπλῆν τὴν ἀρχὴν ἔχον ἀπὸ τῆς μήκωνος· ἔστι γὰρ ἐν πᾶσι τοῖς ὀστρακηροῖς περίττωμα τοῦτο τὸ μάλιστα δοκοῦν εἶναι ἐδώδιμον.
因此,蜗牛也拥有坚硬而锋利的齿,正如前面已经说过的,而且它们之间有像软体动物和软甲动物一样的肉质部分,并且正如所说,有介于刺和舌之间的吻,在嘴部紧接着有像鸟类一样的某种嗉囊,紧接着是食道;紧接着是胃,其中有被称为mecon的部分,从这里相连的是以mecon为起点的简单肠道;因为在所有极皮动物中,这部分最被认为可食用的部分实际上是排泄物。
§4.5.1414 ἔχει δʼ ὁμοίως τῷ κόχλῳ καὶ τἆλλα τὰ στρομβώδη, οἷον πορφύραι καὶ κήρυκες.
14 像蜗牛一样,其他螺旋形的极皮动物也拥有这些器官,例如紫螺和号角螺。
ἔστι δὲ γένη καὶ εἴδη πολλὰ τῶν ὀστρακοδέρμων· τὰ μὲν γὰρ στρομβώδη ἐστίν, ὥσπερ τὰ νῦν εἰρημένα, τὰ δὲ δίθυρα, τὰ δὲ μονόθυρα.
极皮动物有许多属和种;因为有些是螺旋形的,如刚才所说的那些,有些是双壳的,有些是单壳的。

词汇与语法注释

  1. 4.5.8τοῦτο τὸ μόριον ἴδιον — ἴδιον(特有的、固有的)在句中充当宾语 τοῦτο τὸ μόριον 的谓语性宾语(相当于双宾格中的第二宾语),意为“将这一器官作为其特有的特征而拥有”。
  2. 4.5.9ᾗ συμβαίνει — 关系代词 ᾗ 在此处为阴性与格,用作副词性或表示手段、原因(“由此/借此”),指代前面提到的体色变化过程或其伴随的情况。
  3. 4.5.11ἀναίμων δʼ ὄντων — 属格独立结构。分词 ὄντων(因为是……)在语义上的主语(即软体动物们)被省略,需要结合前文语境进行理解。
  4. 4.5.12τὰ μείζω πρὸς τὰ ἐλάττω — 表示比例或对应关系的宾格短语,“大的对应大的,小的对应小的”,在没有动词的情况下简洁地表达了食道大小与身体大小的成比例关系。
  5. 4.5.13τοῦ δὲ στόματος ἐχόμενον — 中动态分词 ἐχόμενον 支配属格 τοῦ στόματος,在此表示空间上的接续,意为“紧接着嘴部的部分”。

引用这一段

亚里士多德, 动物的诸部分 §4.5.8-4.5.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.5.8-4.5.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。