§4.4.14 τὸ δὲ καλούμενον μεσεντέριον ἔστι μὲν ὑμήν, διατείνει δὲ συνεχὲς ἀπὸ τῆς τῶν ἐντέρων παρατάσεως εἰς τὴν φλέβα τὴν μεγάλην καὶ τὴν ἀορτήν, πλῆρες ὄν φλεβῶν πολλῶν καὶ πυκνῶν, αἳ τείνουσιν ἀπὸ τῶν ἐντέρων εἰς τε τὴν μεγάλην φλέβα καὶ τὴν ἀορτήν.
4 他方、腸間膜と呼ばれるものは膜であり、腸の広がっているところから大静脈と大動脈へと連続して伸びており、腸から大静脈および大動脈へと伸びる多くの密集した血管で満ちている。
§4.4.22 τὴν μὲν οὖν γένεσιν ἐξ ἀνάγκης οὖσαν εὑρήσομεν ὁμοίως τοῖς ἄλλοις μορίοις·
2 さて、その生成が必然的なものであることは、他の部位と同様に見いだされるであろう。
διὰ τίνα δʼ αἰτίαν ὑπάρχει τοῖς ἐναίμοις, φανερὸν ἐστιν ἐπισκοποῦσιν.
しかし、いかなる原因のためにそれが有血動物に存在するのかは、考察する人々にとって明らかである。
ἐπεὶ γὰρ ἀναγκαῖον τὰ ζῷα τροφὴν λαμβάνειν θύραθεν, καὶ πάλιν ἐκ ταύτης γίνεσθαι τὴν ἐσχάτην τροφὴν, ἐξ ἧς ἤδη διαδίδοται εἰς τὰ μόρια (τοῦτο δὲ τοῖς μὲν ἀναίμοις ἀνώνυμον, τοῖς δʼ ἐναίμοις αἷμα καλεῖται), δεῖ τι εἶναι διʼ οὗ εἰς τὰς φλέβας ἐκ τῆς κοιλίας οἷον διὰ ῥιζῶν πορεύσεται ἡ τροφή.
なぜなら、動物が外部から食物を摂取すること、そしてさらに、この食物から(各部位に)すでに分配される最終的な栄養が生成すること(これは無血動物においては名前がないが、有血動物においては血液と呼ばれる)が必然である以上、それを通じて胃から血管へと、あたかも根を通じてであるかのように食物が運ばれることになる、何らかのものが存在しなければならないからである。
§4.4.33 τὰ μὲν οὖν φυτὰ τὰς ῥίζας ἔχει εἰς τὴν γῆν (ἐκεῖθεν γὰρ λαμβάνει τὴν τροφήν), τοῖς δὲ ζῴοις ἡ κοιλία καὶ ἡ τῶν ἐντέρων δύναμις γῆ ἐστίν, ἐξ ἧς δεῖ λαμβάνειν τὴν τροφήν·
3 植物は根を大地へと伸ばしている(そこから食物を得るからである)。 しかし、動物にとっては胃と腸の働きが大地であり、そこから食物を得なければならない。
διόπερ ἡ τοῦ μεσεντερίου φύσις ἐστίν, οἷον ῥίζας ἔχουσα τὰς διʼ αὐτῆς φλέβας.
それゆえ、腸間膜の自然は、それ自体を貫く血管をあたかも根のように持っているのである。
§4.4.44 οὐ μὲν οὖν ἓνεκα τὸ μεσέντεριόν ἐστιν, εἴρηται·
4 それゆえ、腸間膜がいかなる目的のために存在するのかについては、述べられた。
τίνα δὲ τρόπον λαμβάνει τὴν τροφήν, καὶ πῶς εἰσέρχεται διὰ τῶν φλεβῶν ἀπὸ τῆς εἰσιούσης τροφῆς εἰς τὰ μόρια ταῦτα τὸ διαδιδόμενον εἰς τὰς φλέβας, ἐν τοῖς περὶ τὴν γένεσιν τῶν ζῷων λεχθήσεται καὶ τὴν τροφὴν.
しかし、それがどのような方法で食物を受け取るのか、また、入ってきた食物から血管へと分配されるものが、どのように血管を通じてこれらの部位へと入っていくのかについては、『動物の発生と栄養について』の中で述べられるであろう。
§4.4.55 Τα μὲν οὖν ἔναιμα τῶν ζῴων πῶς ἔχει μέχρι τῶν διωρισμένων μορίων, καὶ διὰ τίνας αἰτίας, εἴρηται·
5 さて、有血動物が、規定された部位にいたるまでどのように構成されているか、またいかなる原因によるのかについては、述べられた。
περὶ δὲ τῶν εἰς τὴν γένεσιν συντελούντων, οἷς δοκεῖ διαφέρειν τὸ θῆλυ τοῦ ἄρρενος, ἐχόμενον μέν ἐστι καὶ λοιπὸν τῶν εἰρημένων·
しかし、発生に寄与する(器官)であって、それによって雌が雄と異なると考えられているものについては、これまでに述べられた事柄に引き続くものであり、かつ残されている。
ἀλλʼ ἐπειδὴ περὶ γενέσεως λεκτέον, ἁρμόττον ἐστὶ καὶ περὶ τούτων ἐν τῇ περὶ ἐκείνων θεωρία διελθεῖν.
しかし、発生について述べる必要がある以上、これらについても、あちら(発生)についての考察において詳細に論じることが適切である。