§4.5.1τὰ δὲ καλούμενα 5 μαλάκια καὶ μαλακόστρακα πολλὴν ἔχει πρὸς ταῦτα διαφοράν· εὐθὺς γὰρ τὴν τῶν σπλάγχνων ἅπασαν οὐκ ἔχει φύσιν.
另一方面,所谓的 5 软体动物和软甲动物与这些有很大不同;因为它们立刻就完全没有内脏的自然构造。
ὁμοίως δʼ οὐδὲ τῶν ἅλλων ἀναίμων οὐδέν.
同样,其他无血动物中也没有任何一个拥有它。
ἔστι δὲ δύο γένη λοιπὰ τῶν ἀναίμων, τά τʼ ὀστρακόδερμα καὶ τὸ τῶν ἐντόμων γένος.
无血动物还剩下两个大类,即壳皮动物和昆虫类。
ἐξ οὐ γὰρ συνέστηκεν ἡ τῶν σπλάγχνων φύσις, οὐδὲν τούτων ἔχει αἷμα διὰ τὸ τῆς οὐσίας αὐτῶν εἶναί τι τοιοῦτον πάθος αὐτῆς· ὅτι γάρ ἐστι τὰ μὲν ἔναιμα τὰ δʼ ἄναιμα, ἐν τῷ λόγῳ ἐνυπάρξει τῷ ὁρίζοντι τὴν οὐσίαν αὐτῶν.
因为这些动物中没有一个含有血液,而内脏的自然正是由血液构成的,这是因为它们本质的某种此类属性属于其自身;因为有些是有血的,有些是无血的,这包含在定义它们本质的公式中。
§4.5.2ἔτι δʼ ὧν ἕνεκεν ἔχουσι τὰ 2 σπλάγχνα τὰ ἔναιμα τῶν ζῴων, οὐδὲν ὑπάρξει τοῖς τοιούτοις· οὕτε γὰρ φλέβας ἔχουσιν οὕτε κύστιν οὔτʼ ἀναπνέουσιν, ἀλλὰ μόνον ἀναγκαῖον ἔχειν αὐτοῖς τὸ ἀνάλογον τῇ καρδία.
此外,有血动物之所以拥有 2 内脏的目的,对于此类动物来说一个也不存在;因为它们既没有血管,也没有膀胱,也不进行呼吸,而唯独对它们来说,拥有与心脏相对应的器官是必然的。
τὸ γὰρ αἰσθητικὸν ψυχῆς καὶ τὸ τῆς ζωῆς αἴτιον ἀρχῇ τινὶ τῶν μορίων καὶ τοῦ σώματος ὑπάρχει πάσι τοῖς ζῴοις.
因为灵魂的感觉能力和生命的原因,在所有动物中都存在于其器官和身体的某一个始基中。
§4.5.3τὰ δὲ πρὸς 3 τὴν τροφὴν μόρια ἔχει καὶ ταῦτα ἐξ ἀνάγκης πάντα· οἱ δὲ τρόποι διαφέρουσι διὰ τούς τόπους ἐν οἷς λαμβάνουσι τὴν τροφήν.
另一方面,这些动物也全都必然拥有用于 3 营养的器官;但其方式因它们获取食物的场所而异。
ἔχουσι δὲ τὰ μὲν μαλάκια περὶ τὸ καλούμενον στόμα δύο ὀδόντας, καὶ ἐν τῷ στόματι ἀντὶ γλώττης σαρκῶδές τι, ᾧ κρίνουσι τὴν ἐν τοῖς ἐδεστοῖς ἡδονήν.
软体动物在所谓的嘴周围有两个牙齿,而在嘴里有一块代替舌头的肉质结构,它们以此来辨别食物中的快乐。
§4.5.4ὁμοίως δὲ καὶ τὰ μαλακόστρακα 4 τούτοις τοὺς πρώτους ὀδόντας ἔχει καὶ τὸ ἀνάλογον τῇ γλώττῃ σαρκῶδες.
同样,软甲动物也 4 与这些动物类似,拥有最前端的牙齿以及与舌头相对应的肉质结构。
ἔτι δὲ καὶ τὰ ὀστρακόδερμα πάντα τὸ τοιοῦτον ἔχει μόριον διὰ τὴν αὐτὴν αἰτίαν τοῖς ἐναίμοις, πρὸς τὴν τῆς τροφῆς αἴσθησιν.
此外,所有壳皮动物也由于与有血动物相同的原因,即为了对食物的感觉,而拥有这样的器官。
ὁμοίως δὲ καὶ τὰ ἔντομα τὰ μὲν τὴν ἐξιοῦσαν ἐπιβοσκίδα τοῦ στόματος, οἷον τό τε τῶν μελιττῶν γένος καὶ τὸ τῶν μυιῶν, ὥσπερ εἴρηται καὶ πρότερον· ὅσα δὲ μή ἐστιν ἐμπροσθόκεντρα, ἐν τῷ στόματι ἔχει τὸ τοιοῦτον μόριον, οἷον τὸ τῶν μυρμήκων γένος καὶ εἴ τι τοιοῦτον ἕτερον.
同样地,在昆虫中,有些拥有从口中伸出的吻,例如蜜蜂类和苍蝇类,正如前面已经说过的那样;而那些前端没有刺的昆虫,则在口中拥有这样的器官,例如蚂蚁类以及其他此类昆虫。
ὀδόντας δὲ τὰ μὲν ἔχει τούτων, ἀλλοιοτέρους δέ, καθάπερ τό τε τῶν μυρμήκων καὶ τὸ τῶν μελιττῶν γένος, τὰ δʼ οὐκ ἔχει, ὅσα ὑγρᾷ χρῆται τῇ τροφῇ· πολλὰ §4.5.55 γὰρ τῶν ἐντόμων οὐ τροφῆς ἔχει χαέριν τοὺς ὀδόντας ἀλλʼ ἀλκῆς.
在这些昆虫中,有些拥有牙齿,但属于不同类型的牙齿,正如蚂蚁类和蜜蜂类那样,而另一些则没有牙齿,即那些以液体为食物的昆虫;因为许多 5 昆虫拥有牙齿不是为了进食,而是为了防卫。
τῶν δʼ ὀστρακοδέρμων τὰ μέν, ὥσπερ ἐλέχθη καὶ ἐν τοῖς κατ᾿ ἀρχὰς λόγοις, τὴν καλουμένην ἔχει γλῶτταν ἰσχυράν, οἱ δὲ κόχλοι καὶ ὀδόντας δύο, καθάπερ τὰ μαλακόστρακα.
另一方面,在壳皮动物中,有些正如在最初的论述中也提到过的那样,拥有所谓的强有力的舌头,而蜗牛类也拥有两个牙齿,就像软甲动物那样。
μετὰ δὲ τὸ στόμα τοῖς μαλακίοις ἐστὶ στόμαχος μακρὸς, τούτου δʼ ἐχόμενος πρόλοβος οἷός περ τοῖς ὄρνισιν, εἶτα συνεχὴς κοιλία καὶ ταύτης ἐχόμενον ἔντερον ἀπλοῦν μέχρι τῆς ἐξόδου.
在口之后,软体动物拥有长长的食道,与此相连的是像鸟类那样的嗉囊,接着是与之相连的胃,再往后是与之相连、一直延伸到排泄口的简单肠道。
§4.5.66 ταῖς μὲν οὖν σηπίαις καὶ τοῖς πολύποσιν ὅμοια καὶ τοῖς σχήμασι καὶ τῇ ἁφῇ τὰ περὶ τὴν κοιλίαν· ταῖς δὲ καλουμέναις τευθίσι δύο μὲν ὁμοίως αἱ κοιλιώδεις εἰσὶν ὑποδοχαί, ἧττον δὲ προλοβώδης ἡ ἑτέρα, καὶ τοῖς σχήμασιν ἐκείνων διαφέρουσι διὰ τὸ καὶ τὸ σῶμα πᾶν ἐκ μαλακωτέρας συνεστάναι σαρκός.
6 那么,在乌贼和章鱼中,胃部周围的结构在形状和触感上都是相似的;但在所谓的枪乌贼中,同样有两个像胃一样的容纳腔,但其中一个较少像嗉囊,而且它们在形状上与前两者不同,因为它们整个身体也是由较软的肉构成的。
§4.5.77 ταῦτα δʼ ἔχει τὰ μόρια τοῦτον τὸν τρόπον διὰ τὴν αὐτὴν αἰτίαν ὥσπερ καὶ οἱ ὄρνιθες· οὐδὲ γὰρ τούτων οὐδὲν ἐνδέχεται λεαίνειν τὴν τροφήν, διόπερ ὁ πρόλοβός ἐστι πρὸ τῆς κοιλίας.
7 它们之所以以这种方式拥有这些器官,是由于与鸟类相同的原因;因为这些动物也同样完全无法磨碎食物,因此在胃的前面有嗉囊。
πρὸς βοήθειαν δὲ καὶ σωτηρίαν ἔχει ταῦτα τὸν καλούμενον θολόν, ἐν χιτῶνι ὑμενώδει προσπεφυκότα, τὴν ἔξοδον ἔχοντι καὶ τὸ πέρας ᾖπερ ἀφιᾶσι τὸ περίττωμα τῆς κοιλίας κατὰ τὸν καλούμενον αὐλόν· οὗτος δʼ ἐστὶν ἐν τοῖς ὑπτίοις.
此外,为了自卫和生存,它们拥有所谓的“墨汁”,它附着在一个膜状的囊中,其出口和终点与它们通过所谓的漏斗排出胃部废弃物的位置相同;而这个漏斗位于身体的腹侧。