§3.9.77 καὶ διὰ τὸ ἀνεσπάσθαι ἀυώτερον τὸν δεξιὸν νεφρὸν τὸ ἦπαρ ἅπτεται τοῦ δεξιοῦ νεφροῦ ἐν πᾶσιν·
7 そして、右の腎臓がより上方へと引き上げられていることによって、肝臓はすべての動物において右の腎臓に接している。
ἐν τοῖς δεξιοῖς γὰρ τὸ ἧπαρ.
というのも、肝臓は右側にあるからである。
ἔχουσι δʼ οἱ νεφροὶ μάλιστα τῶν σπλάγχνων πιμελήν, ἐξ ἀνάγκης μὲν διὰ τὸ διηθεῖσθαι τὸ περίττωμα διὰ τῶν νεφρῶν·
また、腎臓は内臓の中で最も脂肪を帯びているが、これは必然的には残余物が腎臓を通じて濾過されることによる。
τὸ γὰρ λειπόμενον αἷμα καθαρὸν ὂν εὔπεπτόν ἐστι, τέλος δʼ εὐπεψίας αἱματικῆς πιμελὴ καὶ στέαρ ἐστίν.
なぜなら、残される血液は純粋であり、消化されやすいからであり、血液の消化の極みが軟脂と硬脂だからである。
ὥσπερ γὰρ ἐν τοῖς πεπυρωμένοις ξηροῖς, οἷον τῇ τέφρᾳ, ἐγκαταλείπεταί τι πῦρ, οὕτω καὶ ἐν τοῖς πεπεμμένοις ὑγροῖς·
というのも、灰のような熱せられた乾燥したものの中に火がいくらか残されるように、消化された液体の中にも同様に残されるからである。
ἐγκαταλείπεται γάρ τι τῆς εἰργασμένης θερμότητος μόριον.
実際、作り出された熱の一部分がそこに残される。
διόπερ τὸ λιπαρὸν κοῦφόν ἐστι καὶ ἐπιπολάζει ἐν τοῖς ὑγροῖς.
それゆえ、油分は軽く、液体の上部に浮かぶのである。
§3.9.8ἐν αὐτοῖς μὲν οὖν οὐ γί 8 νεται τοῖς νεφροῖς διὰ τὸ πυκνὸν εἶναι τὸ σπλάγχνον, ἔξω δὲ περιίσταται πιμελὴ μὶν ἐν τοῖς πιμελώδεσι, στέαρ δʼ ἐν τοῖς στεατώδεσιν·
したがって、腎臓そのものの中 8 には、その内臓が緻密であるために生じず、外側に、軟脂を持つ動物では軟脂が、硬脂を持つ動物では硬脂が周囲を取り巻く。
ἡ δὲ διαφορὰ τούτων εἴρηται πρότερον ἐν ἑτέροις.
これらの違いについては、以前に別の箇所で述べられた。
§3.9.9ἐξ ἀνάγκης μὲν οὖν 9 πιμελώδεις γίνονται διὰ ταύτην τὴν αἰτίαν ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης τοῖς ἔχουσι νεφρούς, ἕνεκα δὲ σωτηρίας καὶ τοὺ θερμὴν εἶναι τὴν φύσιν τὴν τῶν νεφρῶν.
したがって、必然性としては、腎臓を持つものに必然的に随伴することから、このような原因によって彼らは脂肪を帯びるようになるが、保護のためであり、また腎臓の本性が熱い状態にあるためである。
ἔσχατοί τε γὰρ ὄντες ἀλέας δέονται πλείονος·
なぜなら、それらは端に位置するために、より多くの温もりを必要とするからである。
τὸ μὲν γὰρ νῶτον σαρκῶδές ἐστιν, ὅπως ᾖ προβολὴ τοῖς περὶ τὴν καρδίαν σπλάγχνοις, ἡ δʼ ὀσφὺς ἄσαρκος (ἄσαρκοι γὰρ αἱ καμπαὶ πάντων)·
背中は、心臓のあたりの内臓に対する防壁となるよう肉質であるが、腰は肉が乏しい(すべての動物の屈曲部は肉が乏しいからである)。
ἀντὶ σαρκὸς οὖν ἡ πιμελὴ πρόβλημα γίνεται τοῖς νεφροῖς.
それゆえ、肉の代わりに脂肪が腎臓の防護物となるのである。
§3.9.10ἔτι δὲ διακρίνουσι καὶ πέττουσι τὴν ὑγρότητα 10 μᾶλλον πίονες ὄντες·
さらに、それらは脂肪を帯びていることで、液体をよりよく 10 分離し、消化させる。
τὸ γὰρ λιπαρὸν θερμὸν, πέττει δʼ ἡ θερμότης.
なぜなら、油分は熱く、熱が消化を促すからである。
διὰ ταύτας μὲν οὖν τὰς αἰτίας οἱ νεφροὶ πιμελώδεις εἰσίν, ἐν πάσι δὲ τοῖς ζῴοις ὁ δεξιὸς ἀπιμελώτερός ἐστιν.
したがって、これらの原因によって腎臓は脂肪を帯びているが、すべての動物において右の腎臓はより脂肪が少ない。
αἴτιον δὲ τὸ τὴν φύσιν ζηρὰν εἶναι τὴν τῶν δεξιῶν καὶ κινητικωτέραν·
原因は、右側の本性が乾燥しており、より活発に動くことである。
ἡ δὲ κίνησις ἐναντία·
運動は相反する。
τήκει γὰρ τὸ πῖον μᾶλλον.
というのも、それは脂肪をより多く溶かすからである。
§3.9.11τοῖς μὲν 11 οὖν ἄλλοις ζῴοις συμφέρει τε τοὺς νεφροὺς ἔχειν πίονας, καὶ πολλάκις ἔχουσιν ὅλους περίπλεως·
したがって、他の動物にとっては 11 腎臓が脂肪に富んでいることは有益であり、しばしば全体が完全に囲まれている。
τὸ δὲ πρόβατον ὅταν τοῦτο πάθῃ, ἀποθνήσκει.
しかし、羊がこの状態になると死んでしまう。
ἀλλʼ ἂν καὶ πάνυ πίονες ὦσιν, ὅμως ἐλλείπει τι, ἂν μὴ κατʼ ἀμφοτέρους, ἀλλὰ κατὰ τὸν δεξιόν.
しかし、たとえ非常に脂肪に富んでいても、やはりいくらか欠ける部分がある。 両方ではなくとも、少なくとも右の腎臓においてである。
αἴτιον δὲ τοῦ νονμό ἢ μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν προβάτων, ὅτι τοῖς μὲν πιμελὼδεσιν ὑγρὸν τὸ πῖον, ὥστʼ οὐχ ὁμιοίως ἐγκατακλειόμενα τὰ πνεύματα ποιεῖ τὸν πόνον.
この病気が、あるいは特にこのことが羊において起こる原因は、軟脂を持つ動物においては脂肪が液状であり、したがって閉じ込められた気体が同様には痛みをもたらさないからである。
§3.9.1212 τοῦ δὲ σφακελισμοῦ τοῦτʼ σἴτιόν ἐστιν·
12 そして、これが壊死の原因である。
διὸ καὶ τῶν ἀνθρώπων τοῖς πονοῦσι τοὺς νεφρούς, καίπερ τού πιαίνεσθαι συμφέροντος, ὅμως ἂν λίαν γίνωνται πίονες, ὀδύναι θανατηφόροι συμβαίνουσιν.
それゆえ、腎臓を患っている人間にとっても、脂肪がつくことは有益であるにもかかわらず、もしあまりにも脂肪がつきすぎると、死に至る痛みが起こる。
τῶν δ᾿ ἄλλων τοῖς στεατώδεσιν ἧττον πυκνὸν τὸ στέαρ ἢ τοῖς προβάτοις.
他の硬脂を持つ動物においては、硬脂が羊ほどには緊密ではない。
καὶ τῷ πλήθει πολὺ τὰ πρὸβατα ὑπερβάλλει·
また、羊はその量において遥かに凌駕している。
γίνεται γὰρ περίνεφρα τάχιστα τῶν ζῴων τὰ πρόβατα πάντων.
実際、羊はすべての動物の中で最も急速に腎臓の周囲に脂肪がつくからである。
§3.9.1313 ἐγκατακλειομένης οὖν τῆς ὑγρότητος καὶ τῶν πνευμάτων διὰ τὸν σφακελισμὸν ἀναιροῦνται ταχέως·
13 したがって、液体と気体が閉じ込められることにより、壊死のために彼らは速やかに死に至る。
διὰ γὰρ τῆς ἀορτῆς καὶ τῆς φλεβὸς εὐθὺς ἀπαντᾷ τὸ πάθος πρὸς τὴν καρδίαν·
なぜなら、大動脈と静脈を通じて、その障害が直ちに心臓へと達するからである。
οἱ δὲ πόροι συνεχεῖς ἀπὸ τούτων τῶν φλεβῶν εἰσὶ πρὸς τοὺς νεφρούς.
これら(大動脈と静脈)の血管から腎臓へと、管が連続して伸びている。
Περὶ μὲν οὖν τῆς καρδίας καὶ πλεύμονος εἴρηται, καὶ περὶ ἥπατος καὶ σπληνὸς καὶ νεφρῶν.
以上で、心臓と肺、また肝臓、脾臓、腎臓についての説明を終える。