§3.10.110 τυγχάνει δὲ ταῦτα κεχωσρισμένα ἀλλήλων τῷ διαζώματι.
10 これらは横隔膜によって互いに隔てられている。
τοῦτο δὲ τὸ διάζωμα καλοῦσί τινες φρένας· ὃ διορίζει τόν τε πλεύμονα καὶ τὴν καρδίαν.
この横隔膜を、ある人々は「プレネス(横隔膜)」と呼んでおり、これが肺と心臓を[下の部分から]区画している。
καλεῖται δὲ τοῦτο τὸ διάζωμα ἐν τοῖς ἐναίμοις, ὥσπερ καὶ εῖρηται, φρένες.
この横隔膜は、有血動物においては、すでに述べられたようにプレネスと呼ばれる。
χεῖ δὲ πάντα τὰ ἔναιμα αὐτὸ, καθάπερ καρδίαν καὶ ἧπαρ.
すべての有血動物は、心臓や肝臓と同様にこれを持っている。
§3.10.22 τούτου δʼ αἴτιον ὅτι τοῦ διορισμοῦ χάριν ἐστὶ τοὺ τε περὶ τὴν κοιλίαν τόπου καὶ τοῦ περὶ τὴν καρδίαν, ὅπως ἡ τῆς αἰσθητικῆς ψυχῆς ἀρχὴ ἀπαθὴς ᾖ καὶ μὴ ταχὺ καταλαμβάνηται διὰ τὴν ἀπὸ τῆς τροφῆς γινομένην ἀναθυμίασιν καὶ τὸ πλῆθος τῆς ἐπεισάκτου θερμότητος.
2 この原因は、それが胃のあたりの場所と心臓のあたりの場所を区画するためのものだからであり、それは感覚的な魂の始原が影響を受けず、食物から生じる蒸気や、外部から導入される熱の多さによって速やかに圧倒されないようにするためである。
ἐπὶ γὰρ τοῦτο διέλαβεν ἡ φύσις, οἷον παροικοδόμημα ποιήσασα καὶ ψραγμὸν τὰς φρένας, καὶ διεῖλε τὸ τε τιμιώτερον καὶ τὸ ἀτιμότερον, ἐν ὅσοις ἐνδέχεται διελεῖν τὸ ἄνω καὶ κάτω·
実に、自然はこの目的のために、いわば外壁や防壁として横隔膜を作り、区画を設けたのであり、上と下を区別することが可能であるようなすべての動物において、より高貴なものとより卑しいものとを区別したのである。
τὸ μὲν γὰρ ἄνω ἐστὶν οὖ ἕνεκεν καὶ βέλτιον, τὸ δὲ κάτω τὸ τούτου ἕνεκεν καὶ ἀναγκαῖον, τὸ τῆς τροφῆς δεκτικόν.
なぜなら、上の部分はそれ自体のために存在し、より優れたものであり、下の部分はこれ(上の部分)のために存在し、必然的なものであって、食物を受け入れる場所だからである。
§3.10.3ἔστι δὲ τὸ διάζωμα πρὸς μὲν τὰς 3 πλευρὰς σαρκωδέστερον καὶ ἰσχυρότερον, κατὰ μέσον δʼ ὑμενωδέστερον·
横隔膜は、肋骨に向かう部分はより肉質で強く、中央においてはより膜質である。
οὕτω γὰρ πρὸς τὴν ἐσχὺν καὶ τὴν τάσιν χρησιμήτερον.
このようにすることで、強さと伸張に対してより有用だからである。
διότι δὲ πρὸς τὴν θερμότητα τὴν κάτωθεν οἷον παραφυάδες εἰσί, σημεῖον ἐκ τῶν συμβαινόντων·
それが下からの熱に対して、いわば添え木のようになっていることは、実際に起こる事柄から明らかである。
ὅταν γὰρ διὰ τὴν γειτνίασιν ἑλκύσωσιν ὑγρότητα θερμὴν καὶ περιττωματικὴν, εὐθὺς ἐπιδήλως ταράττει τὴν διάνοιαν καὶ τὴν αἴσθησιν, διὸ καὶ καλοῦνται φρένες ὡς μετέχουσαί τι τού φρονεῖν.
というのも、近接しているために温かく残余物を含んだ液体を引き寄せると、直ちに明らかに思考と感覚を混乱させるからである。 それゆえ、思考にいくらかあずかるものであるかのように、プレネス(横隔膜)と呼ばれるのである。
§3.10.4αἱ δὲ μετέχουσι μὲν οὐδέν, ἐγγὺς δʼ οὖσαι 4 τῶν μετεχόντων ἐπίδηλον ποιοῦσι τὴν μεταβολὴν τῆς διανοίας.
しかし、それら自体は思考に全くあずかっておらず、ただ、思考にあずかっているものの近くにあるために、思考の変化を明らかに示すのである。
διὸ καὶ λεπταὶ κατὰ μέσον εἰσίν, ο μόνον ἐξ ἀνάγκης, ὅτι σαρκώδεις οὔσας τὰ πρὸς τὰς πλευρὰς ἀναγκαῖον εἶναι σαρκωδεστέρας, ἀλλʼ ἵνʼ ὅτι ὀλιγίστης μετέχωσιν ἰκμάδος·
それゆえ、中央において薄くなっている。 それは単に必然から(肋骨に向かう部分は肉質であるから、中央はそのようになるという必然から)だけではなく、できるだけ湿気を含まないようにするためでもある。
σαρκώδεις γὰρ ἂν οὖσαι καὶ εἶχον καὶ εἷλκον μᾶλλον ἰκμάδα πολλήν.
もし肉質であったなら、多くの湿気を含み、また引き寄せただろうからである。
§3.10.5ὅτι 5 δὲ θερμαινόμεναι ταχέως ἐπίδηλον ποιοῦσι τὴν αἴσθησιν, σημαίνει καὶ τὸ περὶ τοὺς γέλωτας συμβαῖνον.
また、それらが温められると速やかに感覚を明らかにすることは、笑いに関して起こることも示している。
γαργαλιζόμενοί τε γὰρ ταχύ γελῶσι, διὰ τὸ τὴν κίνησιν ἀφικνεῖσθαι ταχὺ πρὸς τὸν τόπον τοῦτον.
くすぐられると速やかに笑うのは、運動が速やかにこの場所に到達するからである。
θερμαίνουσι δʼ ἡρέμα, ποιεῖν ὅμως ἐπίδηλον καὶ κινεῖν τὴν διάνοιαν παρὰ τὴν προαίρεσιν.
それらは穏やかに温めるが、それにもかかわらず、[笑いを]明らかにし、意思に反して思考を動かすのである。
§3.10.6τοῦ δὲ 6 γαργαλίζεσθαι μόνον ἅνθρωπον σἴτιον ἡ τε λεπτότης τοῦ δέρματος καὶ τὸ μόνον γελᾶν τῶν ζῴων ἄνθρωπον.
人間だけがくすぐられる原因は、皮膚の薄さと、動物の中で人間だけが笑うことである。
ὁ δὲ γαργαλισμὸς γέλως ἐστὶ διὰ Uκνήσεως τοιαύτης τοὺ μορίου τού περὶ τὴν μασχάλην.
くすぐりとは、脇の下のあたりの部分のそのような運動(摩擦)による笑いである。
§3.10.7συμβαίνειν 7 δέ φασι καὶ περὶ τὰς ἐν τοῖς πολέμοις πληγὰς εἰς τὸν τόπον τὸν περὶ τὰς φρένας γέλωτα διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην θερμότητα.
また、戦争における横隔膜のあたりの場所への打撃によって、打撃から生じる熱のために笑いが起こると言われている。
τοῦτο γὰρ μᾶλλόν ἐστιν ἀξιοπίστων ἀκοῦσαι λεγόντων ἢ τὸ περὶ τὴν κεφαλήν, ὡς ἀποκοπεῖσα φθέγγεται τῶν ἀνθρώπων.
このことは、切り落とされた人間の頭が声を出すという話よりも、信頼できる人々から聞くに値することである。
λέγουσι γάρ τινες ἐπαγόμενοι καὶ τὸν Ὅμηρον, ὡς διὰ τοῦτο ποιήσαντος (Ἰλ. κ. 457. Ὀδ. χ. 329) „φθεγγομένη δʼ ἅρα τοῦγε κάρη κονίῃσιν ἐμίχθη,“ἀλλʼ οὐ “φθεγγομένου. ”
というのも、ある人々はホメロスをも引き合いに出して、彼がそのために「語りつつ、彼の頭は塵の中に交じり合った」と詩を作ったのであり、「語る彼の[頭が]」としたのではない、と主張しているからである。
§3.10.99 περὶ δὲ Καρίαν οὕτω τὸ τοιοῦτον διεπίστευσαν ὥστε καὶ κρίσιν ἐποιήσαντο περί τινος τῶν ἐγχωρίων.
9 しかしカリアにおいては、この種のことが非常に強く信じられていたため、現地の住民の一人について裁判まで行われた。
τοῦ γὰρ ἱερέως τοῦ ὁπλοσμίου Διὸς ἀποθανόντος, ὑφʼ ὅτου δὲ δὴ ἀδήλως, ἔφασάν τινες ἀκοῦσαι τῆς κεφαλῆς ἀποκεκομμένης λεγούσης πολλάκις
ἐπʼ ἀνδρὸς ἄνδρα Κερκιδᾶς ἀπέκτεινεν·
重装のゼウスの神官が亡くなった際、それが誰によるものかは不明であったが、切り落とされた頭が何度も次のように言うのを耳にしたと、何人かの者が主張したからである。 「男の上に男を、ケルキダスが殺した。
διὸ καὶ ζητήσαντες ᾧ ὄνομα ἦν ἐν τῷ τόπῳ Κερκιδᾶς, ἔκριναν.
」それゆえ、彼らはその土地でケルキダスという名を持つ者を捜し出し、裁判にかけたのである。
§3.10.1010 ἀδύνατον δὲ φθέγγεσθαι κεχωρισμένης τῆς ἀρτηρίας καὶ ἅνευ τῆς ἐκ τοῦ πλεύμονος κινήσεως.
10 しかし、気管が切断され、肺からの運動がないのに声を出すことは不可能である。
παρά τε τοῖς βαρβάροις, παῤ οἷς ἀποτέμνουσι ταχέως τὰς κεφαλάς, οὐδέν πω τοιοῦτον συμβέβηκεν.
また、速やかに首を切り落とす蛮族の間でも、そのようなことは一度も起こったことがない。
ἔτι δʼ ἐπὶ τῶν ἅλλων ζῴων διὰ τίνʼ αἰτίαν οὐ γίνεται;
さらに、他の動物においては、なぜそれが起こらないのか。
τὸ μὲν γὰρ τοῦ γέλωτος πληγεισῶν τῶν φρενῶν εἰκότως.
横隔膜が打たれたときに笑うのはもっともなことである。
οὐδὲν γὰρ γελᾷ τῶν ἄλλων.
他の動物は何も笑わないからである。
προιέναι δέ ποι τὸ σῶμα τῆς κεφαλῆς ἀφῃρημένης οὐδὲν ἄλογον, ἐπεὶ τά γʼ ἄναιμα καὶ ζῇ πολύν χρόνον·
首が取り去られた後に体がどこかへ前進することは全く不合理ではない。 無血動物は長い時間生きるからである。
δεδήλωται δὲ περὶ τῆς αἰτίας αὐτῶν ἐν ἑτέροις.
それらの原因については、他の箇所で明らかにされている。