Humanitext Reader

亚里士多德 · 动物的诸部分 §3.9.7-3.9.13

肾脏积累脂肪的原因与绵羊因过肥致死

第 54 段,共 84 段 · 希腊语

内容简介

本文解释了由于右肾位置较高使得所有动物的肝脏与右肾接触、肾脏积累大量脂肪的原因,以及在绵羊中肾脏周围过度积累脂肪如何导致坏死并引起迅速死亡。

§3.9.77 καὶ διὰ τὸ ἀνεσπάσθαι ἀυώτερον τὸν δεξιὸν νεφρὸν τὸ ἦπαρ ἅπτεται τοῦ δεξιοῦ νεφροῦ ἐν πᾶσιν· ἐν τοῖς δεξιοῖς γὰρ τὸ ἧπαρ.
7 由于右肾被向上拉得更高,在所有动物中,肝脏都与右肾相接触;因为肝脏位于右侧。
ἔχουσι δʼ οἱ νεφροὶ μάλιστα τῶν σπλάγχνων πιμελήν, ἐξ ἀνάγκης μὲν διὰ τὸ διηθεῖσθαι τὸ περίττωμα διὰ τῶν νεφρῶν· τὸ γὰρ λειπόμενον αἷμα καθαρὸν ὂν εὔπεπτόν ἐστι, τέλος δʼ εὐπεψίας αἱματικῆς πιμελὴ καὶ στέαρ ἐστίν.
而在内脏之中,肾脏拥有的脂肪最多,这从必然性上来说是由于残余物通过肾脏被过滤;因为留下的血液是纯净的,因而容易被消化,而血液消化的终极产物便是软脂与硬脂。
ὥσπερ γὰρ ἐν τοῖς πεπυρωμένοις ξηροῖς, οἷον τῇ τέφρᾳ, ἐγκαταλείπεταί τι πῦρ, οὕτω καὶ ἐν τοῖς πεπεμμένοις ὑγροῖς· ἐγκαταλείπεται γάρ τι τῆς εἰργασμένης θερμότητος μόριον.
因为正如在受热干燥的物质(如灰烬)中会残留一些火一样,在熟化的液体中也是如此;因为所产生的热量的一部分会被残留下来。
διόπερ τὸ λιπαρὸν κοῦφόν ἐστι καὶ ἐπιπολάζει ἐν τοῖς ὑγροῖς.
因此,油脂是轻的,会浮在液体表面。
§3.9.8ἐν αὐτοῖς μὲν οὖν οὐ γί 8 νεται τοῖς νεφροῖς διὰ τὸ πυκνὸν εἶναι τὸ σπλάγχνον, ἔξω δὲ περιίσταται πιμελὴ μὶν ἐν τοῖς πιμελώδεσι, στέαρ δʼ ἐν τοῖς στεατώδεσιν·
因此,在肾脏自身内部 8 并不产生脂肪,这是因为该器官结构致密,而脂肪则环绕在其外侧:在拥有软脂的动物中是软脂,在拥有硬脂的动物中是硬脂。
ἡ δὲ διαφορὰ τούτων εἴρηται πρότερον ἐν ἑτέροις.
关于这两者的区别,之前已在其他地方讨论过。
§3.9.9ἐξ ἀνάγκης μὲν οὖν 9 πιμελώδεις γίνονται διὰ ταύτην τὴν αἰτίαν ἐκ τῶν συμβαινόντων ἐξ ἀνάγκης τοῖς ἔχουσι νεφρούς, ἕνεκα δὲ σωτηρίας καὶ τοὺ θερμὴν εἶναι τὴν φύσιν τὴν τῶν νεφρῶν.
因此,从必然性来看,9 肾脏之所以由于这个原因而变得多脂,是由于那些必然伴随着拥有肾脏之物而发生的情况;但从目的来看,则是为了保护,以及为了使肾脏的本性保持温暖。
ἔσχατοί τε γὰρ ὄντες ἀλέας δέονται πλείονος·
因为它们处于最外边缘,所以需要更多的温暖。
τὸ μὲν γὰρ νῶτον σαρκῶδές ἐστιν, ὅπως ᾖ προβολὴ τοῖς περὶ τὴν καρδίαν σπλάγχνοις, ἡ δʼ ὀσφὺς ἄσαρκος (ἄσαρκοι γὰρ αἱ καμπαὶ πάντων)· ἀντὶ σαρκὸς οὖν ἡ πιμελὴ πρόβλημα γίνεται τοῖς νεφροῖς.
背部多肉,以便作为心脏周围内脏的屏障,而腰部则无肉(因为所有动物的弯曲关节处都无肉);因此,脂肪代替了肌肉,成为肾脏的保护物。
§3.9.10ἔτι δὲ διακρίνουσι καὶ πέττουσι τὴν ὑγρότητα 10 μᾶλλον πίονες ὄντες· τὸ γὰρ λιπαρὸν θερμὸν, πέττει δʼ ἡ θερμότης.
此外,当它们富含脂肪时,能更好地 10 分离并熟化液体;因为油脂是热的,而热量能促进熟化。
διὰ ταύτας μὲν οὖν τὰς αἰτίας οἱ νεφροὶ πιμελώδεις εἰσίν, ἐν πάσι δὲ τοῖς ζῴοις ὁ δεξιὸς ἀπιμελώτερός ἐστιν.
因此,由于这些原因,肾脏富含脂肪,但在所有动物中,右肾的脂肪都较少。
αἴτιον δὲ τὸ τὴν φύσιν ζηρὰν εἶναι τὴν τῶν δεξιῶν καὶ κινητικωτέραν· ἡ δὲ κίνησις ἐναντία· τήκει γὰρ τὸ πῖον μᾶλλον.
原因在于右侧的本性是干燥的,且更易于运动;而运动则与之相反,因为它更容易融化脂肪。
§3.9.11τοῖς μὲν 11 οὖν ἄλλοις ζῴοις συμφέρει τε τοὺς νεφροὺς ἔχειν πίονας, καὶ πολλάκις ἔχουσιν ὅλους περίπλεως· τὸ δὲ πρόβατον ὅταν τοῦτο πάθῃ, ἀποθνήσκει.
因此,对于其他动物而言, 11 肾脏富含脂肪是有益的,且它们经常使肾脏完全被脂肪包围;然而绵羊一旦处于这种状态,就会死亡。
ἀλλʼ ἂν καὶ πάνυ πίονες ὦσιν, ὅμως ἐλλείπει τι, ἂν μὴ κατʼ ἀμφοτέρους, ἀλλὰ κατὰ τὸν δεξιόν.
但是,即使极其多脂,也总会留有一些没有脂肪的地方,即使不是在两侧,至少也在右侧。
αἴτιον δὲ τοῦ νονμό ἢ μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν προβάτων, ὅτι τοῖς μὲν πιμελὼδεσιν ὑγρὸν τὸ πῖον, ὥστʼ οὐχ ὁμιοίως ἐγκατακλειόμενα τὰ πνεύματα ποιεῖ τὸν πόνον.
这种疾病、或者这种情况主要发生在绵羊身上的原因在于,对于拥有软脂的动物,其脂肪是液态的,因此被封闭的气体不会以同样的方式引起疼痛。
§3.9.1212 τοῦ δὲ σφακελισμοῦ τοῦτʼ σἴτιόν ἐστιν· διὸ καὶ τῶν ἀνθρώπων τοῖς πονοῦσι τοὺς νεφρούς, καίπερ τού πιαίνεσθαι συμφέροντος, ὅμως ἂν λίαν γίνωνται πίονες, ὀδύναι θανατηφόροι συμβαίνουσιν.
12 而这就是坏死的原因;因此,在患有肾脏疾病的人类中,尽管发胖是有益的,但如果他们变得过于肥胖,也会产生致死的疼痛。
τῶν δ᾿ ἄλλων τοῖς στεατώδεσιν ἧττον πυκνὸν τὸ στέαρ ἢ τοῖς προβάτοις.
在其他拥有硬脂的动物中,硬脂的密度不如绵羊那般高。
καὶ τῷ πλήθει πολὺ τὰ πρὸβατα ὑπερβάλλει· γίνεται γὰρ περίνεφρα τάχιστα τῶν ζῴων τὰ πρόβατα πάντων.
而且在数量上,绵羊也远远超过它们;因为绵羊是所有动物中肾脏周围形成脂肪最快的。
§3.9.1313 ἐγκατακλειομένης οὖν τῆς ὑγρότητος καὶ τῶν πνευμάτων διὰ τὸν σφακελισμὸν ἀναιροῦνται ταχέως· διὰ γὰρ τῆς ἀορτῆς καὶ τῆς φλεβὸς εὐθὺς ἀπαντᾷ τὸ πάθος πρὸς τὴν καρδίαν· οἱ δὲ πόροι συνεχεῖς ἀπὸ τούτων τῶν φλεβῶν εἰσὶ πρὸς τοὺς νεφρούς.
13 因此,由于液体和气体积聚在内,它们由于坏死而迅速死亡;因为通过主动脉和静脉,病症会立即传导至心脏;而从这些血管通往肾脏的通道是连续的。
Περὶ μὲν οὖν τῆς καρδίας καὶ πλεύμονος εἴρηται, καὶ περὶ ἥπατος καὶ σπληνὸς καὶ νεφρῶν.
关于心脏、肺、肝、脾和肾,至此已讨论完毕。

词汇与语法注释

  1. p.85διὰ τὸ διηθεῖσθαι τὸ περίττωμα διὰ τῶν νεφρῶν — 介词 διὰ 连同带冠词的不定式(τὸ διηθεῖσθαι)表示原因(“由于……被过滤”)。该被动不定式的逻辑主语是宾格的 τὸ περίττωμα。
  2. p.85ἐν τοῖς πεπυρωμένοις ξηροῖς — 中性复数形容词的实质化用法,意为“受热干燥之物”,紧随其后的短语 οἷον τῇ τέφρᾳ(“如灰子”)对此进行了具体化说明。
  3. p.85ἐξ ἀνάγκης μὲν οὖν... ἕνεκα δὲ σωτηρίας — 亚里士多德的双重因果解释通过 μὲν... δέ 形成对比:基于必然性的原因(ἐξ ἀνάγκης)与目的因(ἕνεκα δὲ σωτηρίας,“为了保护”)。
  4. p.86αἴτιον δὲ τοῦ νόσου ἢ μάλιστα τοῦτο συμβαίνειν ἐπὶ τῶν προβάτων — 宾格加不定式结构(τοῦτο συμβαίνειν)用于解释主句省略的系动词 ἐστί 连同 αἴτιον(原因)的内容,意为“这种疾病、或者这种情况主要发生在绵羊身上的原因,在于……”。
  5. p.86ἐγκατακλειομένης οὖν τῆς ὑγρότητος — 属格独立结构,与紧随其后的 καὶ τῶν πνευμάτων(“以及气体”)一同表示导致坏死的原因:“由于液体被封闭在内”。

引用这一段

亚里士多德, 动物的诸部分 §3.9.7-3.9.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:3.9.7-3.9.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。