§3.9.1Ὁμοίως δʼ ἔχει καὶ περὶ νεφρῶν.
腎臓についても同様である。
οὐδὲ γὰρ νεφροὺς 9 φρσὺς οὔτε τῶν πτερωτῶν καὶ λεπιδωτῶν οὐδὲν ἔχει οὕτε τῶν φολιδωτῶν, πλὴν αἱ θαλάττιαι χελῶναι καὶ αἱ χερσαῖαι·
というのも、有翼のもの、細かな鱗を持つもののうち、また大きな鱗を持つもののうち、ウミガメとリクガメを除いて、どれも腎臓を持たないからである。
ἀλλʼ ὡς τῆς εἰς τοὺς νεφροὺς τεταγμένης σαρκὸς οὐκ ἐχούσης χήραν ἀλλὰ διεσπαρμένης εἰς πολλά.
むしろ、腎臓のために割り当てられた肉が場所を持たず、多くの部分へと散らばっているかのようである。
πλατέα νεφροειδῆ ἐν ἐνίοις τῶν ὁρνίθων ἐστίν.
いくつかの鳥類には扁平で腎臓に似たものがある。
ἡ δʼ ἑμὺς οὔτε κύστιν οὕτε νεφροὺς ἔχει·
他方、ヌマカメは膀胱も腎臓も持たない。
διὰ τὴν μαλακὸτητα γὰρ τοῦ χελωνίου εὐδιάπνουν γίνεται ὸ ὑγρόν.
というのも、甲羅が柔らかいために、液体が容易に発散するからである。
§3.9.2ἡ μὲν οὖν ἑμὺς διὰ ταύτην τὴν αἰτίαν 2 οὐκ ἔχει τῶν μορίων οὐδέτερον·
したがって、ヌマカメはこのような理由から 2 これら(膀胱と腎臓)の器官のどちらも持たない。
τοῖς δʼ ἄλλοις ζῴοις τοῖς ἔχουσιν ἔναιμον, ὥσπερ εἴρηται, τὸν πλεύμονα πᾶσι συμβέβηκεν ἔχειν νεφρούς.
他方、先述のように、血液に富む肺を持つ他のすべての動物には、腎臓があるという性質が備わっている。
καταχρῆται γὰρ ἡ φύσις ἅμα τῶν τε φλεβῶν χάριν καὶ πρὸς τὴν τού ὑγροῦ περιττώματος ἔκκρισιν φέρει γὰρ εἰς αὐτοὺς πόρος ἐκ τῆς μεγάλης φλεβός.
というのも、自然は静脈(血管)のためと、液体の残余物の排出という、両方の目的のためにこれらを二次的に利用しているからである。 実際、大静脈から一本の管がそれらへと伸びている。
§3.9.3ἔχουσι δʼ οἱ νεφροὶ 3 πάντες κοῖλον, ἢ πλεῖον ἢ ἔλαττον, πλὴν οἱ τῆς φώκης·
また、アザラシのものを除いて、すべての腎臓は 3 多少なりとも空洞を持っている。
οὗτοι δʼ ὅμοιοι τοῖς βοείοις ὄντες στερεώτατοι πάντων εἰσίν, ὅμοιοι δὲ καὶ οἱ τού ἀνθρώπου τοῖς βοείοις·
アザラシの腎臓は牛のそれと似ており、すべてのうちで最も堅く、人間の腎臓も牛のそれに似ている。
εἰσὶ γὰρ ὡσπερ συγκείμενοι ἐκ πολλῶν νεφρῶν μικρῶν καὶ οὐχ ὁμαλεῖς, ὥσπερ οἱ τῶν προβάτων καὶ τῶν ἄλλων τῶν τετραπόδων.
というのも、それらは多数の小さな腎臓から構成されているかのようであり、羊や他の四肢動物の腎臓のように滑らかではないからである。
διὸ καὶ τὸ ἀρρώστημα τοῖς ἀνθρώποις δυσαπάλλακτον αὐτῶν ἐστίν, ἂν ἅπαξ νοσήσωσιν·
それゆえ、人間にとって腎臓の病気は、一度罹ってしまうと治りにくい。
συμβαίνει γὰρ ὥσπερ πολλοὺς νεφροὺς νοσούντων χαλεπωτέραν εἶναι τὴν ἴασιν ἢ τῶν ἕνα νοσούντων.
なぜなら、多くの腎臓が病気にかかっているかのようであり、その治療は一つの腎臓が病気にかかっているものよりも困難だからである。
§3.9.44 ὁ δʼ ἀπὸ τῆς φλεβὸς τείνων πόρος οὐκ εἰς τὸ κοῖλον τῶν νεφρῶν κατατελευτᾷ, ἀλλ᾿ εἰς τὸ σῶμα καταναλίσκεται τῶν νεφρῶν·
4 そして、静脈から伸びている管は、腎臓の空洞へと終端するのではなく、腎臓の実質へと消費される。
διόπερ ἐν τοῖς κοίλοις αὐτῶν οὐκ ἐγγίνεται αἷμα, οὐδὲ πήγνυται τελευτώντων.
それゆえ、それらの空洞の中には血液が生じず、[動物が]死ぬ際にも(血液が)凝固することはない。
§3.9.55 ἐκ δὲ τού κοίλου τῶν νεφρῶν φέρουσι πόροι ἄναιμοι εἰς τὴν κύστιν δύο νεανικοί, ἐξ ἑκατέρου εἶς, καὶ ἄλλοι ἐκ τῆς ἀορτῆς ἰσχυροὶ καὶ συνεχεῖς.
5 また、腎臓の空洞からは、血液のない二本の力強い管が、それぞれから一本ずつ膀胱へと伸びており、大動脈からも他のがっしりとした連続的な管が伸びている。
ταῦτα δʼ ἔχει τὸν τρόπον τοῦτον, ὅπως ἐκ μὲν τῆς φλεβὸς τὸ περίττωμα τῆς ὑγρότητος βαδίζῃ εἰς τοὺς νεφρούς, ἐκ δὲ τῶν νεφρῶν ἡ γινομένη ὑπόστασις διηθουμένων τῶν ὑγρῶν διὰ τού σύματος τῶν νεφρῶν εἰς τὸ μέσον συρρέῃ, οὐ τὸ κοῖλον οἱ πλεῖστοι ἔχουσιν αὐτῶν·
これらがこのようになっているのは、静脈からは液体の残余物が腎臓へと進み、腎臓からは、腎臓の実質を通じて液体が濾過されることによって生じる沈殿物が、中央へと流れ込むようにするためである。 この中央に彼らのほとんどは空洞を持っている。
διὸ καὶ δυσωδέστατον τοῦτο τῶν σπλάγχνων ἐστίν.
それゆえ、これは内臓の中で最も異臭を放つものである。
ἐκ δὲ τοῦ μέσου διὰ τούτων τῶν πόρων εἰς τὴν κύστιν ἤδη μᾶλλον ὡς περίττωμα ἀποκρίνεται.
そして、中央からこれらの管を通って、すでにむしろ残余物として膀胱へと分離されていく。
§3.9.66 καθώρμισται δʼ ἡ κύστις ἐκ τῶν νεφρῶν·
6 そして、膀胱は腎臓から繋ぎ止められている。
τείνουσι γάρ, ὥσπερ εἴρηται, πόροι ἰσχυροὶ πρὸς αὐτήν·
というのも、先述のように、力強い管がそれに向かって伸びているからである。
οἱ μὲν οὖν νεφροὶ διὰ ταύτας τὰς αἰτίας εἰσί, καὶ τὰς δυνάμεις ἔχουσι τὰς εἰρημένας.
腎臓はこれらの原因のために存在し、述べられた能力を持っている。
ἐν πᾶσι δὲ τοῖς ἔχουσι νεφροὺς ὁ δεξιὸς ἀνωτέρω τοῦ ἀριστεροῦ ἐστίν·
そして、腎臓を持つすべての動物において、右の腎臓は左の腎臓よりも高い位置にある。
διὰ γὰρ τὸ τὴν κίνησιν εἶναι ἐκ τῶν δεξιῶν καὶ ἰσχυροτέραν διὰ ταῦτʼ εἶναι τὴν φύσιν τὴν τῶν δεξιῶν, δεῖ προοδοποιήσασσθαι διὰ τὴν κίνησιν πρὸς τὸ ἄνω πάντα τὰ μόρια μᾶλλον, ἐπεὶ καὶ τὴν ὀφρὺν τὴν δεξιὰν αἴρουσι μᾶλλον καὶ ἐπικεκαμμένην ἔχουσι τῆς ἀριστερᾶς μᾶλλον.
なぜなら、運動が右側から生じ、またより強力であるため、右側の本性がそうあるからであり、運動のためにすべての器官はむしろ上方へと道を作らなければならないからである。 実際、[人々は]右の眉をより高く上げ、左の眉よりも曲がった形にしている。