§3.7.7ταῦτα δὴ συμβαίνει διὰ τούτων τῇ συστάσει τῶν ζῴων·
これらのことは確かに、これらの器官を通じて動物の体制に起こるのである。
καὶ τὸ μὲν ἧπαρ καὶ ὁ σπλὴν βοηθεῖ πρὸς τὴν πέψιν τῆς τροφῆς (ἔναμα γὰρ ὄντα θερμὴν ἔχει τὴν φύσιν), οἱ δὲ νεφροὶ πρὸς τὸ περίττωμα τὸ εἰς τὴν κύστιν ἀποκρινόμενον.
そして肝臓と脾臓は食物の消化を助け(これらは血液を含んでいるため、温かい本性を持っているからである)、腎臓は膀胱へと分泌される残余物のために役立つ。
§3.7.8καρδία μὲν σὖν καὶ ἧπαρ πᾶσιν ἀναγκαῖα τοῖς ζῴοις, ἡ μὲν διὰ τὴν τῆς θερμότητος ἀρχήν (δεῖ γὰρ εἶναί τινα οἷον ἑστίαν, ἐν ῂ κείσεται τῆς φύσεως τὸ ζωπυροῦν, καὶ τοῦτο εὐφφίλακτον, ὥσπερ ἀκρόπολις οὺσα τοῦ σώματος), τὸ δʼ ἧπαρ τῆς πέψεως χάριν.
したがって、心臓と肝臓はすべての動物にとって不可欠であり、前者は熱の原理のためであり(というのも、自然の火種が置かれる、いわば炉のようなものが存在しなければならず、これは身体のアクロポリスのようによく守られていなければならないからである)、後者は消化のためである。
πάντα δὲ δεῖται τὰ ἔναιμα δυοῖν τούτοιν, διόπερ ἔχει πάντα τὰ ἔναιμα δύο τὰ σπλάγχνα ταύτα μόνον·
そして、有血動物はすべてこれら二つの器官を必要とし、それゆえすべての有血動物はこれら二つの内臓だけを持っている。
ὅσα δʼ ἀναπνεῖ, καὶ πλεύμονα τρίτον.
呼吸するものはすべて、第三のものとして肺をも持っている。
§3.7.9ὁ δὲ σπλὴν κατὰ συμβεβηκὸς ἐξ ἀνάγκης ὑπάρχει 9 τοῖς ἔχουσιν, ὡσπερ καὶ τὰ περιττώματα, τό τʼ ἐν τῇ κοιλίᾳ καὶ τὸ περὶ τὴν κύστιν.
他方、脾臓は、これを持っている動物において付帯的に必然として存在しており、 9 それは胃の中の残余物や膀胱の周りの残余物と同様である。
διόπερ ἔν τισιν ἐκλείπει κατὰ τὸ μέγεθος, ὧσπερ τῶν τε πτερωτῶν ἐνίοις, ὅσα θερμὴν ἔχει τὴν κοιλίαν, οἷον περιστερά, ἱέραξ, ἰκτῖνος, καὶ ἐπὶ τῶν ᾠοτόκων δὲ καὶ τετραπόδων ὁμοίως (μικρὸν γὰρ πάμπαν ἔχουσιν), καὶ πολλοῖς τῶν λεπιδωτῶν·
それゆえ、ある動物たちにおいては大きさが極めて小さくなっており、例えば有翼のもののうち、温かい胃を持ついくつかのもの、例えばハト、タカ、トビなど、また卵生の四肢動物においても同様であり(というのも、これらは極めて小さな脾臓しか持たないからである)、また鱗を持つ多くの魚類においても同様である。
ἅπερ καὶ κύστιν οὐκ ἔχει διὰ τὸ τρέπεσθαι τὸ περίττωμα διὰ μανῶν τῶν σαρκῶν εἰς πτερὰ καὶ λεπίδας.
これらの動物はまた、残余物が目の粗い肉を通じて羽毛や鱗へとそらされるため、膀胱も持たない。
ὁ γὰρ σπλὴν ἀντισπᾷ ἐκ τῆς κοιλίας τὰς ἰκμάδας τὰς περιττευούσας, καὶ δύναται συμπέττειν αἱματύδης ὤν.
というのも、脾臓は胃から余分な湿気を引き戻し、またそれ自身が血液に富んでいるために、それを共同して消化することができるからである。
§3.7.10ἅν δὲ τὸ 10 περίττωμα πλεῖον ᾖ ἢ ὀλιγόθερμος ὁ σπλήν, νοσακερὰ γίνεται πλήρη τροφῆς·
しかし、もし 10 残余物が多すぎるか、あるいは脾臓の熱が不十分であるならば、身体は食物で満たされて病的な状態になる。
καὶ διὰ τὴν ἐνταῦθα παλίρροιαν τῆς ὑγρὸτητος πολλοῖς αἱ κοιλίαι σκληραὶ γίνονται σπληυιῶσιν, ὧσπερ τοῖς λίαν οὐρητικσῖς, διὰ τὸ ἀντιπερισπᾶσθαι τὰς ὑγρότητας.
そして、そこでの湿気の逆流のために、脾臓を病んでいる多くの人々においては腹が硬くなるが、それは過度に尿を出す人々において、湿気が逆方向に引き戻されるためにそうなるのと同様である。
οἷς δὲ ὀλίγη περίττωσις γίνεται, καθάπερ τοῖς ὀρνέοις καὶ τοῖς ἰχθύσι, τὰ μὲν οὐ μέγαν ἔχει, τὰ δὲ σημείου χάριν.
他方、残余物の生成が少ない動物、例えば鳥類や魚類においては、あるものは大きくない脾臓を持ち、あるものはただ印のために持っている。
§3.7.11καὶ ἐν τοῖς τετράποσι δὲ τοῖς ᾠοτόκοις μικρὸς καὶ 11 στιφρὸς καὶ νεφρώδης ὁ σπλήν ἐστι διὰ τὸ τὸν πλεύμονα σομφὸν εἶναι καὶ ὀλιγοποτεῖν καὶ τὸ περιγινὸμενον περίττωμα τρέπεσθαι εἰς τὸ σῶμα καὶ τὰς φολίδας, ὥσπερ εἰς τὰ πτερὰ τοῖς ὄρνισιν.
また、卵生の四肢動物においても、脾臓は小さく、 11 密で、腎臓のようになっているが、これは肺が海綿状であり、水分をほとんど飲まず、生じる残余物が、鳥類において羽毛へと向けられるように、身体や鱗へと向けられるからである。
ἐν δὲ τοῖς κύστιν ἔχουσι καὶ τὸν πλεύμονα ἔναιμον ὑγρὸς ἐστι διά τε τὴν εἰρημένην αἰτίαν καὶ διὰ τὸ τὴν φύσιν τὴν τῶν ἀριστερῶν ὅλως ὑγροτέραν εἶναι καὶ ψυχροτέραν.
他方、膀胱を持ち、かつ血の通った肺を持つ動物においては、脾臓は湿っており、それは上述の理由によるものであり、また左側の本性が全般的に、より湿っており、より冷たいからである。
διῃρηται γὰρ τῶν ἐναντίων ἕκαστον πρὸς τὴν συγγενῆ συστοιχίαν, οἷον δεξιὸν ἐναντίον ἀριστερῷ καὶ θερμὸν ἐναντίον ψυχρῷ·
というのも、対立物のそれぞれは、同族の系列に対応して分けられているからである。 例えば、右は左に対立し、温は冷に対立するように。
καὶ σύστοιχα γὰρ ἀλλήλοις εἰσὶ τὸν εἰρημένον τρόπον.
そして実際、これらは言われた仕方で互いに同系列に属しているのである。
§3.7.1212 οἱ δὲ νεφροὶ τοῖς ἔχουσιν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ τοῦ εὖ καὶ καλῶς ἕνεκεν ὑπάρχουσιν·
12 腎臓は、それを持っている動物において、不可欠なものとしてではなく、むしろ「良く、かつ美しくあること」のために存在している。
τῆς γὰρ περιττώσεως χάριν τῆς εἰς τὴν κύστιν ἀθροιξομένης εἰσὶ κατὰ τὴν ἰδίαν φύσιν, ἐν ὅσοις πλεῖον ὑπόστημα γίνεται τὸ τοιοῦτον, ὅπως βέλτιον ἀποδιδῷ ἡ κύστις τὸ αὑτῆς ἔργον.
というのも、それらは、そのような沈殿物がより多く生じる動物において、膀胱に集められる残余物のために、それ自身の固有の性質に従って存在しており、それは膀胱が自身の機能をより良く果たすためである。
§3.7.1313 ἐπεὶ δὲ τῆς αὐτῆς ἕνεκα χρείας τούς τε νεφροὺς συμβέβηκεν ἔχειν τὰ ζῷα καὶ τὴν κύστιν, λεκτέον περὶ κύστεως νῦν, ὑπερβάντας τὸν ἐφεξῆς τῶν μορίων ἀριθμὸν·
13 動物が腎臓と膀胱を持っているのは同じ必要性のためであるので、部分の連続的な順序を飛び越えて、今は膀胱について語るべきである。
περὶ γὰρ φρενῶν οὐδέν πω διώρισται, τοῦτο δέ τι τῶν περὶ τὰ σπλάγχνα μορίων ἐστίν.
というのも、横隔膜についてはまだ何も規定されていないが、これは内臓の周囲にある部分の一つだからである。