§3.14.114 Ὑπὸ δὲ τὸ ὑπόζωμα κεῖται ἡ κοιλία τοῖς ζῴοις, τοῖς μὲν ἔχουσιν οἰσοφάγον ᾖ τελευτᾷ τοῦτο τὸ μόριον, τοῖς δὲ μὴ ἔχουσιν εὐθὺς πρὸς τῷ στόματι·
14 隔膜の下には動物たちに胃が置かれており、食道を持つものにはこの部位が終端する場所に、食道を持たないものにはすぐに口の隣に胃がある。
τῆς δὲ κοιλίας ἐχόμενον τὸ καλούμενον ἔντερον.
そして、胃と繋がっているのがいわゆる腸である。
§3.14.22 διʼ ἣν δʼ αἰτίαν ἔχει ταῦτα τὰ μόρια τῶν ζῴων ἕκαστον, φανερὸν πᾶσιν.
2 動物たちの各々がなぜこれらの部分を持っているのか、その原因はすべての人に明らかである。
καὶ γὰρ δέξασθαι τὴν εἰσελθοῦσαν τροφὴν καὶ τὴν ἐξικμασμένην ἀναγκαῖον ἐκπέμψαι, καὶ μὴ τὸν αὐτὸν τόπον εἶναι τῆς τʼ ἀπέπτου καὶ τού περιττώματος, εἶναί τέ τινα δεῖ τόπον ἐν ᾧ μεταβάλλει.
なぜなら、入ってきた食物を受け入れ、また水分を搾り取られたものを送り出すことが必要であり、未消化の食物と余剰物の場所が同じであってはならず、それが変化する何らかの場所がなければならないからである。
τὸ μὲν γὰρ τὴν εἰσελθοῦσαν ἕξει μόριον, τὸ δὲ τὸ περίττωμα τὸ ἄχρηστον·
すなわち、ある部分は入ってきた食物を保持し、別の部分は役に立たない余剰物を保持するのである。
ὥσπερ δὲ χρόνος ἕτερος ἑκατέρου τούτων, ἀναγκαῖον διειλῆφθαι καὶ τοῖς τόποις.
そして、これら両者の時間が異なるように、場所によっても区別されていることが必要である。
§3.14.33 ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς περὶ τὴν γένεσιν καὶ τὴν τροφὴν οἰκειότερός ἐστιν ὁ διορισμός·
3 しかし、これらについては、生成および食物に関する書において規定する方がより適切である。
περὶ δὲ τῆς διαφορᾶς τῆς κοιλίας καὶ τῶν συντελῶν μορίων νῦν ἐπισκεπτέον.
今は、胃およびそれと協働する諸部分の差異について検討しなければならない。
§3.14.44 οὔτε γὰρ τοῖς μεγέθεσιν οὔτε τοῖς εἴδεσιν ὁμοίας ἔχουσιν ἀλλήλοις τὰ ζῷα·
4 なぜなら、動物たちは大きさにおいても形状においても、互いに同様の胃を持っているわけではないからである。
ἀλλʼ ὅσα μέν ἐστιν αὐτῶν ἀμφώδοντα τῶν ἐναίμων καὶ τῶν ζῳοτόκων, μίαν ἔχει κοιλίαν, οἷον ἄνθρωπος καὶ κύων καὶ λέων καὶ τἆλλα ὅσα πολυδάκτυλα, καὶ ὅσα μώνυχα, οἷον ἵππος, ὀρεύς, ὄνος, καὶ ὅσα διχαλὰ μὲν ἀμφώδοντα δέ, οἷον ὗς, πλὴν εἰ μὴ τι διὰ μέγεθος τοῦ σήματος καὶ τὴν τῆς τροφῆς δύναμιν, οὖσαν οὐκ εὔπεπτον ἀλλʼ ἀκανθώδη καὶ ξυλικὴν, ἔχει πλείους, οἷον κάμηλος, ὥσπερ καὶ τὰ κερατοφόρα.
すなわち、有血で胎生の動物のうち、両顎に歯があるものはすべて一つの胃を持っている。 例えば人間、犬、ライオン、その他多指の動物すべて、また単蹄の動物、例えば馬、ラバ、ロバ、そして、蹄が割れてはいるが両顎に歯があるもの、例えば豚がそうである。 ただし、体の大きさや食物の性質(それは消化しにくく、棘が多くて木質である)のせいで、より多くの胃を持つものは例外であり、例えばラクダがそうであって、これは角を持つ動物と同様である。
τὰ γὰρ κερατοφόρα οὐκ ἔστιν ἀμφώδοντα·
というのも、角を持つ動物は両顎に歯があるわけではないからである。
διὰ τοῦτο δὲ καὶ ἡ κάμηλος οὐ τῶν ἀμφωδόντων ἐστίν, ἀκέρατος οὖσα, διὰ τὸ ἀναγκαιότερον εἶναι αὐτ τὴν κοιλίαν ἔχειν τοιαύτην ἢ τοὺς προσθίους ὀδόντας.
そして、それゆえにラクダも、角がないにもかかわらず、両顎に歯がある動物ではない。 なぜなら、前歯を持つことよりも、そのような胃を持つことの方が、ラクダにとってより必要だからである。
ὥστʼ ἐπεὶ ταύτην ὁμοίαν ἔχει τοῖς μὴ ἀμφώδουσι, καὶ τὰ περὶ τοὺς ὀδόντας ὁμοίως ἔχει αὐτῇ, ὡς οὐδὲν ὄντας προέργου.
したがって、ラクダはこの胃を両顎に歯を持たない動物たちと同様に持っているので、歯に関する点も同様に、まるでそれらが何の役にも立たないかのように同様なのである。
§3.14.5ἅμα δὲ καὶ ἐπεὶ ἡ τροφὴ ἀκανθώδης, τὴν 5 δὲ γλῶτταν ἀνάγκη σαρκώδη εἶναι, πρὸς σκληρότητα τοῦ οὐρανοῦ κατακέχρηται τῷ ἐκ τῶν ὀδόντων γεώδει ἡ φύσις.
また同時に、食物が棘だらけであり、 5 舌は肉質である必要があるため、自然は歯から得られる土的な物質を、口蓋の硬さのために転用したのである。
§3.14.6καὶ μηρυκάζει δʼ ἡ κάμηλος ὧσπερ τὰ 6 κερατοφόρα, διὰ τὸ τὰς κοιλίας ὁμοίας ἔχειν τοῖς κερατοφόροις.
そしてラクダは、角を持つ動物たちと同様に 6 胃を持っているため、それらの動物と同様に反芻する。
τούτων δ᾿ ἕκαστον πλείους ἔχει κοιλίας, οἷον πρόβατον, βοῦς, αἴξ, ἔλαφος, καὶ τἆλλα τὰ τοιαῦτα τῶν ζῴων, ὅπως ἐπειδὴ τῆς ἐργασίας ἐλλείπει περὶ τὴν τροφὴν ἡ λειτουργία ἡ τοῦ στόματος διὰ τὴν ἔνδειαν τῶν ὀδόντων, ἡ τῶν κοιλιῶν ἑτέρα πρὸς ἑτέρας δεχομένη τὴν τροφὴν, ἡ μὲν ἀκατέργαστον, ἡ δὲ κατειργασμένην μᾶλλον, ἡ δὲ πάμπαν, ἡ δὲ λείαν.
これらの動物は各々、より多くの胃を持っている。 例えばヒツジ、牛、ヤギ、シカ、その他これらと同種の動物がそうである。 それは、歯の欠乏のために食物の処理に関する口の働きが不十分であるときに、諸々の胃が次から次へと食物を受け取り、ある胃は未処理のまま、別の胃はより処理された状態、また別の胃は完全に、また別の胃は滑らかに処理するためである。
διὸ τὰ τοιαύτα τῶν ζῴων πλείους ἔχει τόπους καὶ μόρια.
それゆえ、このような動物たちは複数の場所や部分を持っている。
§3.14.7καλοῦνται δὲ ταύτα κοιλία καὶ κεκρύφαλος 7 καὶ ἐχῖνος καὶ ἤνυστρον.
そしてこれらは、第一の胃 7、蜂巣胃、重瓣胃、皺胃と呼ばれる。
ὄν δʼ ἔχει τρόπον ταῦτα πρὸς ἄλληλα τῇ θέσει καὶ τοῖς εἴδεσιν, ἔκ τε τῆς ἱστορίας τῆς περὶ τὰ ζῷα δεῖ θεωρεῖν καὶ ἐκ τῶν ἀνατομῶν.
これらが位置や形状において互いにどのような関係にあるかは、『動物誌』および解剖図から観察されねばならない。